← 普鲁塔克

苏拉传

§22.1-22.5

得利翁会谈与同阿克拉乌斯订立和约

面对罗马国内的恶化局势与梅特拉的求援,苏拉在得利翁与前来求和的敌将阿克拉乌斯会谈,并以严苛的条件订立了和约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

Κίννα δὲ καὶ Κάρβωνος ἐν Ῥώμῃ τοῖς ἐπιφανεστάτοις ἀνδράσι χρωμένων παρανόμως καὶ βιαίως, πολλοὶ τήν τυραννίδα φεύγοντες ὥσπερ εἰς λιμένα τοῦ Σύλλα τὸ στρατόπεδον κατεφέροντο, καὶ περὶ αὐτὸν ὀλίγου χρόνου1 σχῆμα βουλῆς ἐγεγόνει. καὶ Μετέλλα μόλις διακλέψασα ἑαυτὴν καὶ τοὺς παῖδας, ἧκεν ἀγγέλλουσα τήν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις ὑπὸ τῶν ἐχθρῶν ἐμπεπρῆσθαι καὶ δεομένη τοῖς οἴκοι βοηθεῖν.

由于秦纳和卡尔博在罗马非法且残暴地对待最显赫的人士,许多人逃避这种僭政,如避风港一般纷纷投奔苏拉的军营,在短时间内,围绕在他身边已隐然具备了元老院的规模。不仅如此,梅特拉好不容易使自己和孩子们暗中逃脱,赶来报告说他的家宅和庄园已被敌人焚毁,恳求他前往救援家乡的人们。

§22.2

ἀπορουμένῳ δʼ αὐτῷ,2 καὶ μήτε τῆς πατρίδος ἀμελεῖν ὑπομένοντι κακουμένης μήτε ὅπως ἄπεισιν ἀτελὲς λιπὼν τοσοῦτον ἔργον, τὸν Μιθριδατικὸν πόλεμον, ἐπινοοῦντι, παραγίνεται Δηλιακὸς ἔμπορος Ἀρχέλαος, ἐλπίδας τινὰς καὶ λόγους κρύφα παρὰ τοῦ βασιλικοῦ κομίζων Ἀρχελάου, καὶ τὸ πρᾶγμα Σύλλας οὕτως ἠγάπησεν ὥστε αὐτὸς εἰς λόγους σπεῦσαι τῷ Ἀρχελάῳ συνελθεῖν·

苏拉正陷入两难之境,他既不忍坐视祖国蒙难不管,又想不出如何能放下米特拉达梯战争这样的大业未竟而离去;恰在此时,一位来自得洛斯的商人阿克拉乌斯到来,暗中带来了国王手下的将领阿克拉乌斯的一些期望与口信。苏拉对这一提议大喜过望,以致亲自赶去与阿克拉乌斯会晤商谈。

§22.3

καὶ συνῆλθον ἐπὶ θαλάττῃ περὶ Δήλιον, οὗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν, ἀρξαμένου δὲ τοῦ Ἀρχελάου διαλέγεσθαι, καὶ τὸν Σύλλαν ἀξιοῦντος ἀφέντα τήν Ἀσίαν καὶ τὸν Πόντον ἐπὶ τὸν ἐν Ῥώμῃ πόλεμον πλεῖν, χρήματα λαβόντα καὶ τριήρεις καὶ δύναμιν ὅσην βούλοιτο παρὰ τοῦ βασιλέως, ὑπολαβὼν ὁ Σύλλας Μιθριδάτου μὲν ἀμελεῖν ἐκέλευεν, αὐτὸν δὲ βασιλεύειν ἀντʼ ἐκείνου σύμμαχον Ῥωμαίων γενόμενον καὶ παραδόντα τὰς ναῦς.

两人在得利翁附近的阿波罗神庙所在的海滨相会。当阿克拉乌斯开始商谈,并劝说苏拉放弃亚细亚和本都,乘船前往罗马平定内战,从国王那里获取金钱、三列桨战船以及随心所欲的大军时,苏拉打断了他的话,命他不必理会米特拉达梯,而是由他自己取而代之称王,成为罗马人的盟友并交出船队。

§22.4

ἀφοσιουμένου δὲ τοῦ Ἀρχελάου τήν προδοσίαν,3 εἶτα, ἔφη, σὺ μέν, ὦ Ἀρχέλαε, Καππαδόκης ὢν καὶ βαρβάρου βασιλέως δοῦλος, εἰ δὲ βούλει, φίλος, οὐχ ὑπομένεις ἐπὶ τηλικούτοις ἀγαθοῖς τὸ αἰσχρόν, ἐμοὶ δὲ ἡγεμόνι Ῥωμαίων ὄντι καὶ Σύλλᾳ τολμᾷς διαλέγεσθαι περὶ προδοσίας, ὥσπερ οὐκ ἐκεῖνος ὢν Ἀρχέλαος, ὁ φυγὼν μὲν ἐκ Χαιρωνείας ὀλιγοστὸς ἀπὸ μυριάδων δυοκαίδεκα,4 κρυφθεὶς δὲ δύο ἡμέρας ἐν τοῖς Ὀρχομενίων ἕλεσιν, ἄβατον δὲ τήν Βοιωτίαν ὑπὸ νεκρῶν πλήθους ἀπολελοιπώς;

当阿克拉乌斯视这种背叛行为为大逆不道而断然拒绝时,苏拉说道: “那么,阿克拉乌斯,你身为卡帕多细亚人,是蛮族国王的奴隶——或者,如果你乐意,就算是朋友吧——在如此巨大的利益面前尚且不肯忍受耻辱,竟敢对我这位罗马统帅、堂堂苏拉谈论背叛吗?仿佛你不是那个阿克拉乌斯似的:从十二万大军中只带着寥寥数人从客罗尼亚逃走,在奥尔科梅诺斯的沼泽中躲藏了两天,并因尸骸遍野而使维奥蒂亚无法通行的,难道不正是你吗?”

§22.5

ἐκ τούτου μεταβαλὼν ὁ Ἀρχέλαος καὶ προσκυνήσας ἐδεῖτο παύσασθαι τοῦ πολέμου καὶ διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην. δεξαμένου δὲ τοῦ Σύλλα τήν πρόκλησιν ἐγένοντο συνθῆκαι, Μιθριδάτην μὲν Ἀσίαν ἀφεῖναι5 καὶ Παφλαγονίαν, ἐκστῆναι δὲ Βιθυνίας Νικομήδει καὶ Καππαδοκίας Ἀριοβαρζάνῃ, καταβαλεῖν δὲ Ῥωμαίοις δισχίλια τάλαντα καὶ δοῦναι ναῦς ἑβδομήκοντα χαλκήρεις μετὰ τῆς οἰκείας παρασκευῆς, Σύλλαν δὲ ἐκείνῳ τήν τε ἄλλην ἀρχὴν βεβαιοῦν καὶ σύμμαχον Ῥωμαίων ψηφίζεσθαι.

阿克拉乌斯听闻此言态度大变,伏地叩拜,恳求他停止战争,与米特拉达梯讲和。苏拉接受了提议,双方遂达成了协议:米特拉达梯放弃亚细亚和帕弗拉戈尼亚,将比提尼亚交还给尼科墨得斯,将卡帕多细亚交还给阿里奥巴尔赞,向罗马人支付两千塔兰特,并提供七十艘配备完整装备的青铜冲角战舰;苏拉则保证他对其余领土的统治权,并宣布他为罗马人的盟友。

语法注5 条
  1. 22.1ὀλίγου χρόνου

    时间属格,作副词性表达,表示动作发生的时间范围,意为“在短时间内”。

  2. 22.2ἀπορουμένῳ δʼ αὐτῷ

    与格作主要动词 παραγίνεται(到达、出现)的间接宾语。两个现在分词 ὑπομένοντι 和 ἐπινοοῦντι 并列修饰 αὐτῷ,描绘了苏拉陷入两难的心理状态。

  3. 22.4ἀφοσιουμένου δὲ τοῦ Ἀρχελάου τήν προδοσίαν

    独立属格结构。中相动词 ἀφοσιόομαι 在此处带直接宾语(τήν προδοσίαν),表示“视作不洁或大逆不道而加以厌恶和拒绝”。

  4. 22.4ὀλιγοστὸς ἀπὸ μυριάδων δυοκαίδεκα

    形容词 ὀλιγοστός 意为“作为极少数人之一”或“仅带着寥寥数人”,与介词短语 ἀπὸ μυριάδων δυοκαίδεκα(从十二万大军中)连用,强调其仅带极少数随从逃脱。

  5. 22.5Μιθριδάτην μὲν Ἀσίαν ἀφεῖναι

    带不定式的宾格结构,用于具体说明和约(συνθῆκαι)的条款内容。米特拉达梯作为主语的诸不定式(ἀφεῖναι, ἐκστῆναι, καταβαλεῖν, δοῦναι)与苏拉作为主语的诸不定式(Σύλλαν δὲ ... βεβαιοῦν, ψηφίζεσθαι)构成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:22.1-22.5