- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:21.1-21.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在奥尔科梅诺斯战役中,苏拉亲临前线激励溃散的士兵扭转了战局,并于次日强攻攻克敌营,彻底歼灭了阿克拉乌斯的军队。
ἐπεὶ δὲ ἐγγὺς κατεστρατοπέδευσαν, ὁ μὲν Ἀρχέλαος ἡσύχαζεν, ὁ δὲ Σύλλας ὤρυττε τάφρους ἑκατέρωθεν, ὅπως, εἰ δύναιτο, τῶν στερεῶν καὶ ἱππασίμων ἀποτεμόμενος τοὺς πολεμίους ὤσειεν εἰς τὰ ἕλη. τῶν δὲ οὐκ ἀνασχομένων, ἀλλʼ ὡς ἀφείθησαν ὑπὸ τῶν στρατηγῶν, ἐντόνως καὶ ῥύδην ἐλαυνόντων, οὐ μόνον οἱ περὶ τὰ ἔργα τοῦ Σύλλα διεσκεδάσθησαν, ἀλλὰ καὶ τοῦ παρατεταγμένου συνεχύθη τὸ πλεῖστον φυγόντος.1
当两军相距不远扎下营盘时,阿克拉乌斯按兵不动,苏拉则开始在两侧开掘壕沟,以便尽可能将敌人从坚实且宜于驰骋的地面上隔断,将其逼入沼泽。然而敌军按捺不住,将领们一放行,便以迅猛决堤之势纵马疾驰,不仅将苏拉工地上的人驱散,甚至列阵的大部队也有绝大部分在溃逃中陷入混乱。
ἔνθα δὴ Σύλλας αὐτὸς ἀποπηδήσας τοῦ ἵππου καὶ σημεῖον ἀναρπάσας ὠθεῖτο διὰ τῶν φευγόντων εἰς τοὺς πολεμίους, βοῶν ἐμοὶ μὲν ἐνταῦθά που καλόν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις ποῦ προδεδώκατε τὸν αὐτοκράτορα, μεμνημένοι φράζειν2 ὡς ἐν Ὀρχομενῷ. τούτους τε δὴ τὸ ῥηθὲν ἐπέστρεψε, καὶ τῶν ἐπὶ τοῦ δεξιοῦ κέρως σπειρῶν δύο προσεβοήθησαν, ἃς ἐπαγαγὼν τρέπεται τοὺς πολεμίους.
值此危急之时,苏拉亲自跳下战马,夺过一面军旗,穿过溃逃的人群直冲向敌人,高声呼喊道: “罗马人啊,对我而言死在这里正是死得其所;至于你们,当有人问起你们在何处背叛了自己的统帅时,切记回答说是在奥尔科梅诺斯!” 这番话顿时使他们掉转回头,右翼的两个大队亦赶来支援,苏拉率领他们发起反击,击溃了敌人。
ἀναγαγὼν δὲ μικρὸν ὀπίσω, καὶ δοὺς ἄριστον αὐτοῖς, αὖθις ἀπετάφρευε τὸν χάρακα τῶν πολεμίων, οἱ δὲ αὖθις ἐν τάξει μᾶλλον ἢ πρότερον προσεφέροντο. καὶ Διογένης μὲν ὁ τῆς Ἀρχελάου γυναικὸς υἱὸς ἀριστεύων ἐπὶ τοῦ δεξιοῦ περιόπτως ἔπεσεν, οἱ δὲ τοξόται, τῶν Ῥωμαίων ἐκβιαζομένων, οὐκ ἔχοντες ἀναστροφὴν ἀθρόοις τοῖς ὀϊστοῖς ἐκ χειρὸς ὥσπερ ξίφεσι παίοντες3 ἀνέκοπτον αὐτούς, τέλος δὲ κατακλεισθέντες εἰς τὸν χάρακα μοχθηρῶς ὑπὸ τραυμάτων καὶ φόνου διενυκτέρευσαν. ἡμέρας δὲ πάλιν τῷ χάρακι τοὺς στρατιώτας προσαγαγὼν ὁ Σύλλας ἀπετάφρευεν.
在将部队稍微后撤并让他们用过早饭后,苏拉再次着手挖壕沟以封锁敌营,而敌军也再度发起冲锋,阵势比前次更为整齐。阿克拉乌斯之妻的儿子狄奥革涅斯在右翼奋战,极为醒目地战死;弓箭手们受到罗马人的步步紧逼,没有回旋迂回的余地,便将箭矢攥成一把,如用短剑般亲手刺击,将罗马人击退;但他们最终被围困在营垒中,在伤痛和杀戮中度过凄惨的一夜。天亮后,苏拉再次率军逼近营垒并开掘壕沟。
ἐξελθόντας δὲ τοὺς πολλοὺς ὡς ἐπὶ μάχην συμβαλὼν τρέπεται, καὶ πρὸς τὸν ἐκείνων φόβον οὐδενὸς μένοντος αἱρεῖ κατὰ κράτος τὸ στρατόπεδον. καὶ κατέπλησαν ἀποθνήσκοντες αἵματος τὰ ἕλη καὶ νεκρῶν τὴν λίμνην, ὥστε μέχρι νῦν πολλὰ βαρβαρικὰ τόξα καὶ κράνη καὶ θωράκων σπάσματα σιδηρῶν καὶ μαχαίρας ἐμβεβαπτισμένας τοῖς τέλμασιν εὑρίσκεσθαι, σχεδὸν ἐτῶν διακοσίων ἀπὸ τῆς μάχης ἐκείνης διαγεγονότων. τὰ μὲν οὖν περὶ Χαιρώνειαν καὶ πρὸς Ὀρχομενῷ τοιαῦτα λέγεται γενέσθαι.
当大批敌军出营宛如要决战时,苏拉迎战并将他们击溃,在他们的恐慌中无一人坚守,苏拉强攻夺取了营地。敌军在丧命之际以鲜血浸透了沼泽,以尸骸填满了湖泊,以至于直到今天,在泥沼中仍能发现许多蛮族的弓、头盔、铁胸甲的碎片和短剑,尽管自那场战役以来已过去了近二百年。关于客罗尼亚一带及奥尔科梅诺斯附近的战事,据传便是如此经过。
- 21.1τοῦ παρατεταγμένου συνεχύθη τὸ πλεῖστον φυγόντος
τοῦ παρατεταγμένου 为中性单数完成时被动分词属格,在此名词化并具有集合意义,意为“整列的战线/部队”,作 τὸ πλεῖστον 的部分属格。与之搭配的过去时分词 φυγόντος 在语法上与 τοῦ παρατεταγμένου 一致,修饰溃逃的主体,全句构成“列阵的部队在溃逃中绝大部分陷入混乱”之意。
- 21.2μεμνημένοι φράζειν
完成时分词 μεμνημένοι(“牢记/切记”)后接不定式 φράζειν(“回答/告知”)。此处缺少主谓动词,不定式用作祈使命令(imperatival infinitive),或可理解为省略了命令式系动词(如 ἔστε)。全句带着极强烈的讽刺与斥责口吻,命令逃兵记住如何作答。
- 21.3ἀθρόοις τοῖς ὀϊστοῖς ἐκ χειρὸς ὥσπερ ξίφεσι παίοντες
ἀθρόοις τοῖς ὀϊστοῖς 为工具与格,形容词 ἀθρόοις 呈表语性位置,意为“成束地/握成一把”。介词短语 ἐκ χειρός 作状语,意为“贴身肉搏/徒手直接”,生动描绘了弓箭手在被罗马人贴身近战逼至绝境时,无法拉弓放箭,只得将几支箭矢紧握成束当作短剑一般向前戳刺的特殊情景。
