← 普鲁塔克

苏拉传

§20.1-20.5

多律拉奥斯入侵与奥尔科梅诺斯对峙

苏拉在迎击执政官弗拉库斯途中得知多律拉奥斯统领的米特里达梯新军入侵波奥提亚,遂火速回援。小试锋芒后,双方在利于骑兵驰骋的奥尔科梅诺斯平原对峙,随后文段描写了当地地势与墨拉斯河的特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

μετὰ ταῦτα πυνθανόμενος Φλάκκον ἀπὸ τῆς ἐναντίας στάσεως ὕπατον ᾑρημένον διαπερᾶν τὸν Ἰόνιον μετὰ δυνάμεως, λόγῳ μὲν ἐπὶ Μιθριδάτην, ἔργῳ δὲ ἐπʼ ἐκεῖνον αὐτόν, ὥρμησεν ἐπὶ Θετταλίας ὡς ἀπαντήσων. γενομένῳ δὲ αὐτῷ περὶ πόλιν Μελίτειαν ἀφικνοῦντο πολλαχόθεν ἀγγελίαι πορθεῖσθαι1 τὰ κατόπιν αὖθις οὐκ ἐλάττονι στρατιᾷ βασιλικῇ τῆς πρότερον.

此后,苏拉获悉从反对派中选出的执政官弗拉库斯正率军渡过伊奥尼亚海——名义上是对付米特里达梯,实际上却是冲着他本人而来——便挥师前往色萨利迎敌。但他行抵梅里泰亚城附近时,四方接连送来警讯,称后方再次遭到一支不亚于先前的国王大军洗劫。

§20.2

Δορύλαος γὰρ εἰς Χαλκίδα καταχθεὶς παρασκευῇ νεῶν πολλῇ, ἐν αἷς ἦγεν ὀκτὼ μυριάδας ἠσκημένας καὶ συντεταγμένας ἄριστα δὴ τῆς Μιθριδατικῆς στρατιᾶς, εὐθὺς εἰς Βοιωτίαν ἐνέβαλε καὶ κατεῖχε τὴν χώραν, προθυμούμενος εἰς μάχην ἐπισπάσασθαι τὸν Σύλλαν, οὐ προσέχων Ἀρχελάῳ διακωλύοντι, καὶ λόγον περὶ τῆς προτέρας μάχης διαδιδοὺς ὡς οὐκ ἄνευ προδοσίας μυριάδες τοσαῦται διαφθαρεῖεν.

盖因多律拉奥斯率庞大舰队开抵哈尔基斯,运来了米特里达梯大军中训练最精、编制最备的八万人,随即侵入波奥提亚并占据该地。他急于引苏拉决战,不仅不听阿克拉乌斯的劝阻,更散布前次战役的流言,称如此多的数万人断不可能在无背叛的情况下覆没。

§20.3

οὐ μὴν ἀλλὰ ὁ Σύλλας ταχέως ὑποστρέψας ἀπέδειξε τῷ Δορυλάῳ τὸν Ἀρχέλαον ἄνδρα φρόνιμον καὶ τῆς Ῥωμαίων ἐμπειρότατον ἀρετῆς, ὥστε μικρὰ αὐτὸν τῷ Σύλλᾳ περὶ τὸ Τιλφώσσιον ἐμπεσόντα πρῶτον εἶναι τῶν οὐκ ἀξιούντων κρίνεσθαι διὰ μάχης,2 ἀλλὰ δαπάναις καὶ χρόνῳ τρίβειν τὸν πόλεμον. ὅμως δὲ θάρσος τι τῷ Ἀρχελάῳ παρεῖχεν ὁ πρὸς Ὀρχομενῷ τόπος, ἐν ᾧ κατεστρατοπέδευσαν, εὐφυέστατος ὢν ἱπποκρατοῦσιν ἐναγωνίσασθαι.

然而,苏拉火速折返,使多律拉奥斯明白阿克拉乌斯实乃深谋远虑之人且深谙罗马人的勇武;以致他在提尔福西翁山附近与苏拉发生小规模冲突后,竟成了首批反对以决战定胜负、主张以消耗资财和时间来拖延战争的人。即便如此,他们安营扎寨的奥尔科梅诺斯城附近的阵地,由于极其适合拥有骑兵优势者作战,仍给阿克拉乌斯带来了些许信心。

§20.4

τῶν γὰρ Βοιωτίων πεδίων ὅ τί πέρ ἐστι κάλλιστον καὶ μέγιστον, τοῦτο3 τῆς Ὀρχομενίων ἐξηρτημένον πόλεως ὁμαλὸν ἀναπέπταται καὶ ἄδενδρον ἄχρι τῶν ἑλῶν ἐν οἷς ὁ Μέλας καταναλίσκεται ποταμός, ἀνατέλλων μὲν ὑπὸ τὴν πόλιν τῶν Ὀρχομενίων πολὺς καὶ πλώϊμος ἐν πηγαῖς μόνος τῶν Ἑλληνικῶν ποταμῶν, αὐξόμενος δὲ ὑπὸ τροπὰς θερινάς, ὥσπερ ὁ Νεῖλος, καὶ φέρων ὅμοια τοῖς ἐκεῖ τὰ φυόμενα, πλὴν ἄκαρπα καὶ ἀναυξῆ.

因为在波奥提亚诸平原中最为壮美广阔的部分,自奥尔科梅诺斯城下延展开来,坦荡无林,直至墨拉斯河消失其中的沼泽。该河发源于奥尔科梅诺斯城下方,在希腊诸河中独一无二地在源头便水量充沛且可通舟楫;它在夏至时节如尼罗河般暴涨,生长出与那里所生相似的植物,只是不结果实且矮小。

§20.5

πόρρω δὲ οὐ πρόεισιν, ἀλλὰ τὸ μὲν πλεῖστον εὐθὺς εἰς λίμνας τυφλὰς καὶ ἑλώδεις4 ἀφανίζεται, μέρος δὲ οὐ πολὺ τῷ Κηφισῷ συμμίγνυται, περὶ ὃν μάλιστα τόπον ἡ λίμνη δοκεῖ τὸν αὐλητικὸν ἐκφέρειν κάλαμον.

但它并未流向远方,其绝大部分立即消弭于无出路的沼泽湖泊中,只有一小部分与客菲索斯河汇合,据信该湖正是在该处一带盛产用于制作管乐器的芦苇。

语法注4 条
  1. 20.1γενομένῳ δὲ αὐτῷ περὶ πόλιν Μελίτειαν ἀφικνοῦντο πολλαχόθεν ἀγγελίαι πορθεῖσθαι

    γενομένῳ αὐτῷ 为表时间的分词与格结构,意为“当他到达……之时”。接在 ἀγγελίαι(消息)之后的不定式 πορθεῖσθαι 构成间接引语,说明消息的内容,其宾格主语为 τὰ κατόπιν(后方地区)。

  2. 20.3ὥστε μικρὰ αὐτὸν τῷ Σύλλᾳ περὶ τὸ Τιλφώσσιον ἐμπεσόντα πρῶτον εἶναι τῶν οὐκ ἀξιούντων κρίνεσθαι διὰ μάχης

    由 ὥστε 引导的结果从句,骨干为带宾格的不定式(αὐτὸν ... πρῶτον εἶναι)。分词 ἐμπεσόντα 修饰主语 αὐτόν(多律拉奥斯),并带有作状语用的宾格 μικρά(意为“轻微交手后”)。τῶν οὐκ ἀξιούντων 是依赖于 πρῶτον 的部分属格,意为“……在不主张(通过战斗决胜)的人中名列首位”。

  3. 20.4τῶν γὰρ Βοιωτίων πεδίων ὅ τί πέρ ἐστι κάλλιστον καὶ μέγιστον, τοῦτο

    前置的部分属格结构:首部的 τῶν Βοιωτίων πεδίων 由关系从句 ὅ τί πέρ ἐστι κάλλιστον καὶ μέγιστον 限定,随后由主句的指示代词主语 τοῦτο 复指承接。全句的主要动词是 ἀναπέπταται(展开、延展)。

  4. 20.5λίμνας τυφλὰς καὶ ἑλώδεις

    τυφλός 字面意义为“盲的”,用于水域或通道时引申为“无出路的”、“闭塞的”或“不通的”。此处指墨拉斯河注入的湖泽并无明显的水流出口,消弭于沼泽之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:20.1-20.5