- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:19.1-19.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对阿克拉乌斯的佯动与两线遇袭的危机,苏拉决意返军右翼彻底击溃敌军,穆雷纳部亦大获全胜,随后苏拉立碑记功并在底比斯举行胜利庆典。
Ἀρχελάου δὲ τὸ δεξιὸν κέρας εἰς κύκλωσιν ἀνάγοντος, Ὁρτήσιος ἐφῆκε τὰς σπείρας δρόμῳ προσφερομένας ὡς ἐμβαλῶν πλαγίοις. ἐπιστρέψαντος δὲ ταχέως ἐκείνου τοὺς περὶ αὑτὸν ἱππεῖς δισχιλίους, ἐκθλιβόμενος ὑπὸ πλήθους προσεστέλλετο τοῖς ὀρεινοῖς, κατὰ μικρὸν ἀπορρηγνύμενος τῆς φάλαγγος καὶ περιλαμβανόμενος ὑπὸ τῶν πολεμίων.
当阿克拉乌斯引右翼向前试图包围时,霍尔滕修斯率部疾进,意图冲击其侧翼。然而阿克拉乌斯迅速调转其身旁的二千骑兵,霍尔滕修斯因寡不敌众被迫退向山地,逐渐与主力方阵脱离并被敌军包围。
πυθόμενος δὲ ὁ Σύλλας ἀπὸ τοῦ δεξιοῦ μήπω συμπεπτωκότος εἰς μάχην ἐδίωκε βοηθῶν. Ἀρχέλαος δὲ τῷ κονιορτῷ τῆς ἐλάσεως ὅπερ ἦν τεκμηράμενος, Ὁρτήσιον μὲν εἴα χαίρειν, αὐτὸς δὲ ἐπιστρέψας ὥρμησεν ὅθεν ὁ Σύλλας πρός τὸ δεξιόν, ὡς ἔρημον ἄρχοντος αἱρήσων, ἅμα δὲ καὶ Μουρήνᾳ Ταξίλης ἐπῆγε τοὺς χαλκάσπιδας, ὥστε τῆς κραυγῆς διχόθεν φερομένης καὶ τῶν ὀρῶν ἀνταποδιδόντων τὴν περιήχησιν, ἐπιστήσαντα τὸν Σύλλαν διαπορεῖν1 ὁποτέρωσε χρὴ προσγενέσθαι.
苏拉获悉此事,便从尚未接战的右翼驰马往援。阿克拉乌斯从疾驰扬起的尘土中料知实情,便弃霍尔滕修斯于不顾,自己回军扑向苏拉前来的方位——即右翼,企图趁其主将缺位夺取该处。与此同时,塔克西莱斯也率领铜盾兵向穆雷纳推进,以致两侧喊杀声震天,山谷回荡着重重轰响,苏拉驻马不前,踌躇于究竟该奔赴何方。
δόξαν δὲ τὴν ἑαυτοῦ τάξιν ἀναλαμβάνειν,2 Μουρήνᾳ μὲν ἀρωγὸν ἔπεμψεν Ὁρτήσιον ἔχοντα τέσσαρας σπείρας, αὐτὸς δὲ τὴν πέμπτην ἕπεσθαι κελεύσας ἐπὶ τὸ δεξιὸν ἠπείγετο καὶ καθʼ ἑαυτὸ μὲν ἀξιομάχως ἤδη τῷ Ἀρχελάῳ συνεστηκός,3 ἐκείνου δὲ ἐπιφανέντος παντάπασιν ἐξεβιάσαντο, καὶ κρατήσαντες ἐδίωκον πρός τε τὸν ποταμὸν καὶ τὸ Ἀκόντιον ὄρος προτροπάδην φεύγοντας.
但他最终判定当回归自己的战线,便派遣霍尔滕修斯率领四个步兵队去增援穆雷纳,自己则命第五步兵队跟随,急速赶往右翼。右翼本身已足可与阿克拉乌斯相抗衡,待苏拉现身,罗马人便彻底将敌击溃,克敌之后更一路追击狼狈逃窜的败兵,直至河边与阿孔提翁山。
οὐ μὴν ὅ γε Σύλλας ἠμέλησε Μουρήνα κινδυνεύοντος, ἀλλὰ ὥρμησε τοῖς ἐκεῖ βοηθεῖν ἰδὼν δὲ νικῶντας, τότε τῆς διώξεως μετεῖχε. πολλοὶ μὲν οὖν ἐν τῷ πεδίῳ τῶν βαρβάρων ἀνῃροῦντο, πλεῖστοι δὲ τῷ χάρακι προσφερόμενοι κατεκόπησαν, ὥστε μυρίους διαπεσεῖν εἰς Χαλκίδα μόνους ἀπὸ τοσούτων μυριάδων, ὁ δὲ Σύλλας λέγει τέσσαρας καὶ δέκα ἐπιζητῆσαι τῶν αὐτοῦ στρατιωτῶν, εἶτα καὶ τούτων δύο πρός τὴν ἑσπέραν παραγενέσθαι.
然而苏拉并未对危难中的穆雷纳置之不理,而是动身前往救援那里的军队;但见他们已经取胜,他便也加入了追击。许多蛮族在平原上被歼灭,而绝大多数则在涌向设防阵营时被斩杀,以致数万之众中仅有一万人逃脱至哈尔基斯。而苏拉自称其部属仅损失十四人,且其中二人更于傍晚归队。
διὸ καὶ τοῖς τροπαίοις ἐπέγραψεν Ἄρη καὶ Νίκην καὶ Ἀφροδίτην, ὡς οὐχ ἧττον εὐτυχίᾳ κατορθώσας ἢ δεινότητι καὶ δυνάμει τὸν πόλεμον. ἀλλὰ τοῦτο μὲν τὸ τρόπαιον ἕστηκε τῆς πεδιάδος μάχης ᾗ πρῶτον ἐνέκλιναν οἱ περὶ Ἀρχέλαον παρὰ τὸ Μόλου ῥεῖθρον, ἕτερον δέ ἐστι τοῦ Θουρίου κατὰ κορυφὴν βεβηκὸς ἐπὶ τῇ κυκλώσει τῶν βαρβάρων, γράμμασιν Ἑλληνικοῖς ἐπισημαῖνον Ὁμολόϊχον καὶ Ἀναξίδαμον ἀριστεῖς.
为此,他在战胜纪念碑上题刻了阿瑞斯、尼刻与阿佛洛狄忒之名,自视其结束战事乃因好运眷顾而不亚于智谋与武力。这座纪念碑立于平原交锋之处,即阿克拉乌斯所部沿莫洛斯河初遭溃退之地;另有一座立于苏里翁山巅,为纪念包抄蛮族之战功而立,以希腊铭文表彰了霍摩洛伊库斯与阿那克西达莫斯的英勇。
ταύτης τὰ ἐπινίκια τῆς μάχης ἦγεν ἐν Θήβαις, περὶ τὴν Οἰδιπόδειον κρήνην κατασκευάσας θυμέλην. οἱ δὲ κρίνοντες ἦσαν Ἕλληνες ἐκ τῶν ἄλλων ἀνακεκλημένοι πόλεων, ἐπεὶ πρός γε Θηβαίους ἀδιαλλάκτως εἶχε, καὶ τῆς χώρας αὐτῶν ἀποτεμόμενος τὴν ἡμίσειαν τῷ Πυθίῳ καὶ τῷ Ὀλυμπίῳ καθιέρωσεν, ἐκ τῶν προσόδων κελεύσας ἀποδίδοσθαι τὰ χρήματα τοῖς θεοῖς ἅπερ αὐτὸς εἰλήφει.
他在底比斯举行了这场战役的胜利庆典,在俄狄浦斯泉畔搭建了舞台。裁判由自其他城邦召请的希腊人担任,因他对底比斯人怀有不可化解的敌意;他割去了底比斯一半的土地奉献给皮提亚的阿波罗与奥林匹亚的宙斯,下令以此地产出的收益向诸神偿还他自己取走的钱财。
- 19.2ὥστε τῆς κραυγῆς διχόθεν φερομένης καὶ τῶν ὀρῶν ἀνταποδιδόντων τὴν περιήχησιν, ἐπιστήσαντα τὸν Σύλλαν διαπορεῖν
由 ὥστε 引导的结果从句的核心是带不定式的宾格主语结构:τὸν Σύλλαν διαπορεῖν。其间插入了两组属格绝对结构(τῆς κραυγῆς ... φερομένης 与 τῶν ὀρῶν ἀνταποδιδόντων),且主语 τὸν Σύλλαν 还带有一致的分词 ἐπιστήσαντα,从而形成了长距离的成分离隔。
- 19.3δόξαν δὲ τὴν ἑαυτοῦ τάξιν ἀναλαμβάνειν
使用了非人称动词 δοκεῖ 的中性分词 δόξαν 的绝对宾格(accusative absolute)结构。以不定式短语 τὴν ἑαυτοῦ τάξιν ἀναλαμβάνειν 作为其实质主语,起表示原因或时间('鉴于被判定应当重回自己的阵列')的状语从句作用。
- 19.3καὶ καθʼ ἑαυτὸ μὲν ἀξιομάχως ἤδη τῷ Ἀρχελάῳ συνεστηκός
中性单数完成时分词 συνεστηκός 在语法上呼应前文的 ἐπὶ τὸ δεξιόν(右翼)。由于后文的主动词 ἐξεβιάσαντο 为复数,在此出现了从语法上的中性单数(作为编制单位的翼)到按意义理解的复数士兵(即右翼全员)的意念一致(constructio ad sensum)。
