- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:1.1-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了苏拉的贵族出身、先祖鲁菲努斯的获罪贬黜,以及苏拉早年的拮据居所与因骤富而遭受的非议。
Λεύκιος δὲ Κορνήλιος Σύλλας γένει μὲν ἦν ἐκ πατρικίων, οὓς εὐπατρίδας ἄν τις εἴποι,1 τῶν δὲ προγόνων αὐτοῦ λέγουσι Ῥουφῖνον ὑπατεῦσαι, καὶ τούτῳ δὲ τῆς τιμῆς ἐπιφανεστέραν γενέσθαι τὴν ἀτιμίαν. εὑρέθη γὰρ ἀργυρίου κοίλου2 κεκτημένος ὑπὲρ δέκα λίτρας, τοῦ νόμου μὴ διδόντος·3 ἐπὶ τούτῳ δὲ τῆς βουλῆς ἐξέπεσεν. οἱ δὲ μετʼ ἐκεῖνον ἤδη ταπεινὰ πράττοντες διετέλεσαν, αὐτός τε Σύλλας ἐν οὐκ ἀφθόνοις ἐτράφη τοῖς πατρῴοις.
卢基乌斯·科尔内利乌斯·苏拉出身于贵族世家,即人们可以称之为氏族贵族的阶层;但在他的先祖中,据说鲁菲努斯曾任执政官,而对这位先祖而言,其耻辱竟比其荣耀更加显赫。因为他被查出拥有超过十磅的凹制银器,这本为法律所不容;他因此事被逐出了元老院。在他之后的子孙便一直过着落魄的生活,苏拉本人也是在并不丰裕的祖产中长大的。
γενόμενος δὲ μειράκιον ᾤκει παρʼ ἑτέροις ἐνοίκιον οὐ πολὺ τελῶν, ὡς ὕστερον ὠνειδίζετο παρʼ ἀξίαν εὐτυχεῖν δοκῶν, σεμνυνομένῳ μὲν γὰρ αὐτῷ καὶ μεγαληγοροῦντι μετὰ τὴν ἐν Λιβύῃ στρατείαν λέγεταί τις εἰπεῖν τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν, καὶ πῶς ἂν εἴης σὺ χρηστός, ὃς τοῦ πατρός σοι μηδὲν καταλιπόντος τοσαῦτα κέκτησαι·4
到了青年时代,他租住在别人的屋子里,付着微薄的租金;正如后来他被指责为获得了不配拥有的幸运一样——因为在利比亚战事之后,当他态度傲慢、高谈阔论时,据说一位名门宿望之士曾对他说: “你父亲未曾给你留下任何家产,你却拥有如此巨资,你怎么可能是一个正直清白之人呢?”
καὶ γὰρ οὐκ ἔτι τῶν βίων ἐν ἤθεσιν ὀρθίοις καὶ καθαροῖς μενόντων, ἀλλʼ ἐγκεκλικότων καὶ παραδεδεγμένων τρυφῆς καὶ πολυτελείας ζῆλον, εἰς ἴσον ὅμως ὄνειδος ἐτίθεντο τοὺς ὑπάρχουσαν εὐπορίαν ἀπολέσαντας καὶ τοὺς πενίαν πατρῴαν μὴ διαφυλάξαντας.
因为当时人们的生活方式虽已不再保持正直纯洁的风尚,反而日趋堕落并迎合对奢靡挥霍的追逐,但人们仍然同样耻笑那些失落已有财产的人,以及那些未能保持祖传清贫的人。
ὕστερον δὲ ἤδη κρατοῦντος αὐτοῦ καὶ πολλοὺς ἀποκτιννύντος, ἀπελευθερικὸς ἄνθρωπος, δοκῶν κρύπτειν ἕνα τῶν προγεγραμμένων καὶ κατακρημνίζεσθαι διὰ τοῦτο μέλλων, ὠνείδισε τὸν Σύλλαν ὅτι πολὺν χρόνον ἐν μιᾷ συνοικίᾳ διῃτῶντο, φέροντες ἐνοίκιον αὐτός μὲν τῶν ἄνω δισχιλίους νούμμους, ἐκεῖνος δὲ τῶν ὑποκάτω5 τρισχιλίους, ὥστε τῆς τύχης αὐτῶν τὸ μεταξὺ χιλίους εἶναι νούμμους, οἳ πεντήκοντα καὶ διακοσίας δραχμὰς Ἀττικὰς δύνανται, ταῦτα μὲν οὖν ἱστοροῦσι περὶ τῆς παλαιᾶς τοῦ Σύλλα τύχης.
后来,当他已经执掌大权并处死许多人之际,一个释放奴隶出身的人因涉嫌窝藏一名被公敌宣告者而即将被推下悬崖处死,此人便当面斥责苏拉,说他们曾长年居住在同一栋公寓楼中,他自己为楼上的屋子付两千诺姆斯租金,而苏拉为楼下的房间付三千诺姆斯,所以两人的境遇差距不过是一千诺姆斯而已,这只相当于二百五十阿提卡德拉克马。关于苏拉早年的境况,世人所记述的大致就是如此。
- 1.1οὓς εὐπατρίδας ἄν τις εἴποι
关系代词 οὓς 的先行词是 πατρικίων。εἴποι 为带有 ἄν 的潜能祈愿式,构成双宾格结构:οὓς 为直接宾语,εὐπατρίδας 为宾语补足语(“人们可称之为贵族的人”)。
- 1.1ἀργυρίου κοίλου
ἀργύριον κοῖλον 是固定用法,指凹形银制器皿、餐具,与压印的银币相对。在此处作为材料属格(或部分属格),修饰分词 κεκτημένος 的宾语 δέκα λίτρας。
- 1.1τοῦ νόμου μὴ διδόντος
属格独立结构。此处否定词使用 μή 而非 οὐ,表明该从句带有一般性法条或条件性含义(“法律不予许可”),而非单纯陈述既定事实。
- 1.2ὃς τοῦ πατρός σοι μηδὲν καταλιπόντος τοσαῦτα κέκτησαι
关系代词 ὃς 先行词为第二人称代词 σύ,引导表原因的关系从句(“你……竟然……”)。从句中嵌套了属格独立结构 τοῦ πατρός ... μηδὲν καταλιπόντος,其中的 σοι 为利害与格(“对你”)。
- 1.4τῶν ἄνω ... τῶν ὑποκάτω
中性复数名词化结构(指 τὰ ἄνω“楼上的房间”与 τὰ ὑποκάτω“楼下的房间”)的属格形式,在此作租金名词 ἐνοίκιον 的对象属格或指定范围属格,表示“为上层/下层房间所付的租金”。
