- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:18.1-18.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
喀罗尼亚人的突袭彻底击溃了苏里翁山的敌军,苏拉利用敌人的混乱迅速进军瓦解了镰刀战车的冲击力,随后双方步兵展开了激烈的肉搏战。
ἐν δὲ τούτῳ τῶν Χαιρωνέων Ἐρίκιον ἄρχοντα παρὰ τοῦ Σύλλα λαβόντων καί περιελθόντων ἀδήλως τὸ Θούριον, εἶτα ἐπιφανέντων, θόρυβος ἦν πολὺς καί φυγὴ τῶν βαρβάρων καί φόνος ὑπʼ ἀλλήλων ὁ πλεῖστος, οὐ γὰρ ὑπέμειναν, ἀλλὰ κατὰ πρανοῦς φερόμενοι τοῖς τε δόρασι περιέπιπτον αὐτοὶ τοῖς ἑαυτῶν καί κατεκρήμνιζον ὠθοῦντες ἀλλήλους, ἄνωθεν ἐπικειμένων τῶν πολεμίων καί τὰ γυμνὰ παιόντων, ὥστε τρισχιλίους πεσεῖν περὶ τὸ Θούριον.
在此期间,喀罗尼亚人从苏拉那里得到了埃里克尤斯作为指挥官,暗中包围了苏里翁山,随后突然现身,蛮族军中登时大乱并四处逃窜,死者多半是自相残杀。因为他们未能坚守阵地,反而沿着陡坡奔逃,自己撞在己方的矛尖上,并相互推挤坠落悬崖,而敌人则从上方压迫并击打他们毫无防护的躯体,以致有三千人倒在苏里翁山周围。
τῶν δὲ φευγόντων τοὺς μὲν εἰς τάξιν ἤδη καθεστὼς ὁ Μουρήνας ἀπετέμνετο καί διέφθειρεν ὑπαντιάζων, οἱ δὲ ὠσάμενοι πρὸς τὸ φίλιον στρατόπεδον καί τῇ φάλαγγι φύρδην ἐμπεσόντες ἀνέπλησαν δέους καί ταραχῆς τὸ πλεῖστον μέρος, καί διατριβὴν τοῖς στρατηγοῖς ἐνεποίησαν οὐχ ἥκιστα βλάψασαν αὐτούς, ὀξέως γὰρ ὁ Σύλλας ταρασσομένοις ἐπαγαγὼν καί τὸ μέσον διάστημα τῷ τάχει συνελὼν ἀφείλετο τὴν τῶν δρεπανηφόρων ἐνέργειαν.
逃跑的人中,一部分被已列好战阵的穆雷纳迎面截断并歼灭;另一部分冲向己方营地,乱哄哄地撞入方阵,使全军大部分陷入恐惧与混乱,给将领们带来了耽搁,令他们蒙受了极大的损害。因为苏拉趁敌军混乱之际迅速发起进攻,以快速的行军缩短了双方之间的距离,从而剥夺了镰刀战车应有的威力。
ἔρρωται γὰρ μάλιστα μήκει δρόμου σφοδρότητα καὶ ῥύμην τῇ διεξελάσει διδόντος, αἱ δὲ ἐκ βραχέος ἀφέσεις ἄπρακτοι καί ἀμβλεῖαι, καθάπερ βελῶν τάσιν οὐ λαβόντων.1 ὃ δὴ καί τότε τοῖς βαρβάροις ἀπήντα καί τὰ πρῶτα τῶν ἁρμάτων ἀργῶς ἐξελαυνόμενα καί προσπίπτοντα νωθρῶς ἐκκρούσαντες οἱ Ῥωμαῖοι μετὰ κρότου καὶ γέλωτος ἄλλα ᾔτουν, ὥσπερ εἰώθασιν ἐν ταῖς θεατρικαῖς ἱπποδρομίαις.
因为战车唯有凭借长距离的奔突赋予冲锋猛烈的速度和冲击力时才最为有力,而在短距离内的启动则软弱无力且迟钝,恰如未能获得充分张力的箭矢一样。当时蛮族所遭遇的正正是这种情况,当第一批战车迟缓地驶出并无力地扑来时,罗马人击退了它们,并伴随着掌声和嘲笑索要更多的战车,就像他们在剧场赛马中所习惯做的那样。
τοὐντεῦθεν αἱ πεζαὶ δυνάμεις συνερράγησαν, τῶν μὲν βαρβάρων προβαλλομένων τὰς σαρίσας μακρὰς καί πειρωμένων τῷ συνασπισμῷ τὴν φάλαγγα διατηρεῖν ἐν τάξει, τῶν δὲ Ῥωμαίων τοὺς μὲν ὑσσοὺς αὐτοῦ καταβαλόντων, σπασαμένων δὲ τὰς μαχαίρας καί παρακρουομένων τὰς σαρίσας, ὡς τάχιστα προσμίξειαν αὐτοῖς διʼ ὀργήν.2
随后步兵主力发生了正面碰撞,蛮族平端起长矛,试图通过密集结盾来保持方阵的秩序,而罗马人则就地扔下标枪,拔出佩剑拨开长矛,出于怒火渴望以最快的速度与他们展开肉搏。
προτεταγμένους γὰρ ἑώρων τῶν πολεμίων μυρίους καί πεντακισχιλίους θεράποντας, οὓς ἐκ τῶν πόλεων κηρύγμασιν ἐλευθεροῦντες οἱ βασιλέως στρατηγοὶ κατελόχιζον εἰς τοὺς ὁπλίτας. καί τις ἑκατοντάρχης λέγεται Ῥωμαῖος εἰπεῖν ὡς ἐν Κρονίοις μόνον εἰδείη τῆς παρρησίας δούλους μετέχοντας·
因为他们看到敌军前列排布着一万五千名家奴,国王的将领们通过文告将他们从各城邑中解放出来,编入了重装步兵序列。据说有一位罗马百人队长曾言,他所知奴隶能享有畅所欲言之特权的唯有农神节。
τούτους μὲν οὖν διὰ βάθος καί πυκνότητα βραδέως ἐξωθουμένους3 ὑπὸ τῶν ὁπλιτῶν καί παρὰ φύσιν μένειν τολμῶντας αἵ τε βελοσφενδόναι καί οἱ γρόσφοι, χρωμένων ἀφειδῶς τῶν κατόπιν Ῥωμαίων, ἀπέστρεφον καὶ συνετάραττον.
这些人虽然凭借纵深与密集度在重装步兵的推压下退却缓慢,并反常地勇于坚守,但罗马后方的士兵毫不吝惜地投掷石弹与轻标枪,最终将他们击退并陷入了混乱。
- 18.3καθάπερ βελῶν τάσιν οὐ λαβόντων
短语 βελῶν τάσιν οὐ λαβόντων 在比较连词 καθάπερ 引导下用作独立属格。它并未与前文主格主语 αἱ ἐκ βραχέος ἀφέσεις 保持同格,而是以独立的属格结构来描绘整个比喻情境。
- 18.4ὡς τάχιστα προσμίξειαν αὐτοῖς διʼ ὀργήν
连词 ὡς 与最高级 τάχιστα 结合构成表示“尽快”的副词短语,同时引导目的从句。因呼应前面分词(σπασαμένων, παρακρουομένων)所体现的历史过去时态,动词采用了希求语气(προσμίξειαν)而非虚拟语气。
- 18.6τούτους μὲν οὖν διὰ βάθος καί πυκνότητα βραδέως ἐξωθουμένους
句首的宾格代词及分词短语(τούτους ... βραδέως ἐξωθουμένους ... μένειν τολμῶντας)构成了长距离倒装结构(hyperbaton),跨越了后置的主语 αἵ τε βελοσφενδόναι καί οἱ γρόσφοι 及插入的独立属格句,充当句末动词 ἀπέστρεφον καὶ συνετάραττον 的直接宾语。
