- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:17.1-17.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
受到神谕所预示胜利的鼓舞,苏拉进军至喀罗尼亚附近与阿凯拉奥斯对峙,采纳了当地向导奇袭苏里翁山的计策,并部署战阵以防备敌军的包围迂回。
ἐκ δὲ Λεβαδείας καὶ τοῦ Τροφωνίου φῆμαί τε χρησταὶ καὶ νικηφόρα μαντεύματα τοῖς Ῥωμαίοις ἐξεπέμποντο. περὶ ὧν οἱ μὲν ἐπιχώριοι πλείονα λέγουσιν ὡς δὲ Σύλλας αὐτὸς ἐν δεκάτῳ τῶν ὑπομνημάτων γέγραφε, Κόϊντος Τίτιος, οὐκ ἀφανὴς ἀνὴρ τῶν ἐν τῇ Ἑλλάδι πραγματευομένων, ἧκε πρὸς αὐτὸν ἤδη τὴν ἐν Χαιρωνείᾳ νενικηκότα μάχην,1 ἀπαγγέλλων ὅτι καὶ δευτέραν ὁ Τροφώνιος αὐτόθι μάχην καὶ νίκην προσημαίνει ἐντὸς ὀλίγου χρόνου.
从莱巴狄亚和特罗弗尼乌斯神谕所,不断向罗马人送来吉兆与预示胜利的神谕。关于这些,当地人有更多的传说,但正如苏拉自己在《回忆录》第十卷中所记载的那样,在希腊经商的名流昆图斯·提提乌斯,在苏拉已经在喀罗尼亚之战中获胜之后来到他面前,报告说特罗弗尼乌斯预兆短期之内在此地将发生第二次战斗并取得胜利。
μετὰ δὲ τοῦτον ἀνὴρ τῶν ἐν τάξει στρατευομένων ὄνομα Σαλουήνιος ἀνήνεγκε παρὰ τοῦ θεοῦ τέλος οἷον αἱ κατὰ τὴν Ἰταλίαν πράξεις ἔμελλον ἕξειν. ἀμφότεροι δὲ ταὐτὰ περὶ τῆς ὀμφῆς ἔφραζον τῷ γὰρ Ὀλυμπίῳ Διῒ καὶ τὸ κάλλος καὶ τὸ μέγεθος παραπλήσιον ἰδεῖν ἔφασαν.2
在他之后,一名在正规军中服役、名叫萨尔维尼乌斯的士兵,又从神那里带回了关于在意大利的事态将具有何种结局的预言。两人对神谕的说法完全相同,都声称〔神〕在美貌与身形上看起来与奥林匹亚的宙斯十分相似。
ἐπειδὴ δὲ διέβη τὸν Ἄσσον ὁ Σύλλας, παρελθὼν ὑπὸ τὸ Ἡδύλιον τῷ Ἀρχελάῳ παρεστρατοπέδευσε, βεβλημένῳ χάρακα καρτερὸν ἐν μέσῳ τοῦ Ἀκοντίου καὶ τοῦ Ἡδυλίου πρὸς τοῖς λεγομένοις Ἀσσίοις. ὁ μέντοι τόπος ἐν ᾧ κατεσκήνωσεν ἄχρι νῦν Ἀρχέλαος ἀπʼ ἐκείνου καλεῖται, διαλιπὼν δὲ μίαν ἡμέραν ὁ Σύλλας Μουρήναν μὲν ἔχοντα τάγμα καὶ σπείρας δύο πρὸς τὸ τοῖς πολεμίοις ἐνοχλῆσαι παραταττομένοις ἀπέλιπεν, αὐτὸς δὲ παρὰ τὸν Κηφισὸν ἐσφαγιάζετο, καὶ τῶν ἱερῶν γενομένων ἐχώρει πρὸς τὴν Χαιρώνειαν, ἀναληψόμενός τε τὴν αὐτόθι στρατιὰν καὶ κατοψόμενος τὸ καλούμενον Θούριον ὑπὸ τῶν πολεμίων προκατειλημμένον. ἔστι δὲ κορυφὴ τραχεῖα καὶ στροβιλῶδες ὄρος, ὃ καλοῦμεν Ὀρθόπαγον, ὑπὸ δὲ αὐτὸ τὸ ῥεῦμα τοῦ Μόλου καὶ Θουρίου νεὼς Ἀπόλλωνος. ὠνόμασται δὲ ὁ θεὸς ἀπὸ Θουροῦς, τῆς Χαίρωνος μητρός, ὃν οἰκιστὴν γεγονέναι τῆς Χαιρωνείας ἱστοροῦσιν.
当苏拉渡过阿苏斯河后,沿赫杜利昂山麓前行,在阿凯拉奥斯身旁扎营;阿凯拉奥斯在阿孔提昂山与赫杜利昂山之间、靠近所谓阿西亚的地方筑起了坚固的防壁。实际上,他安营扎寨的那处地方至今仍以他的名字被称为阿凯拉奥斯。停歇了一天之后,苏拉留下穆雷纳率领一个军团和两个步兵大队,以便在敌军列阵时进行骚扰,他自己则在凯菲索斯河畔献祭,祭礼完毕后,便向喀罗尼亚进发,既为了收拢当地的驻军,也为了侦察已被敌军抢先占领的所谓苏里翁山。这是一座峰峦险峻、状如陀螺的山峰,我们称之为奥托帕戈斯,山下有莫洛斯河的水流和苏里奥斯·阿波罗的神庙。该神是以据记载为喀罗尼亚缔造者的喀隆的母亲苏罗命名的。
οἱ δέ φασι τὴν Κάδμῳ δοθεῖσαν ὑπὸ τοῦ Πυθίου καθηγεμόνα βοῦν ἐκεῖ φανῆναι, καὶ τὸν τόπον ἀπʼ αὐτῆς οὕτω προσαγορευθῆναι θὼρ γὰρ οἱ Φοίνικες τὴν βοῦν καλοῦσι. προσιόντος δὲ τοῦ Σύλλα πρὸς τὴν Χαιρώνειαν ὁ τεταγμένος ἐν τῇ πόλει χιλίαρχος, ἐξωπλισμένους ἄγων τοὺς στρατιώτας, ἀπήντησε στέφανον δάφνης κομίζων.
但另有人说,皮提亚神赐给卡德摩斯作向导的那头母牛就是在此处显现的,该地由此得名,因为腓尼基人称母牛为“thor”。当苏拉走近喀罗尼亚时,驻守该城的千夫长率领全副武装的士兵前来迎接,手中捧着一顶月桂冠。
ὡς δὲ δεξάμενος ἠσπάσατο τοὺς στρατιώτας καὶ παρώρμησε πρὸς τὸν κίνδυνον, ἐντυγχάνουσιν αὐτῷ δύο τῶν Χαιρωνέων ἄνδρες, Ὁμολόϊχος καὶ Ἀναξίδαμος, ὑφιστάμενοι τοὺς τὸ Θούριον κατασχόντας ἐκκόψειν, ὀλίγους στρατιώτας παρʼ ἐκείνου λαβόντες· ἀτραπὸν γὰρ εἶναι τοῖς βαρβάροις ἄδηλον, ἀπὸ τοῦ καλουμένου Πετράχου παρὰ τὸ Μουσεῖον ἐπὶ τὸ Θούριον ὑπὲρ κεφαλῆς ἄγουσαν, ᾗ πορευθέντες οὐ χαλεπῶς ἐπιπεσεῖσθαι καὶ καταλεύσειν ἄνωθεν αὐτοὺς ἢ συνώσειν εἰς τὸ πεδίον.3
苏拉接受了花冠,向士兵们致意并激励他们奔赴险境,此时有两名喀罗尼亚人霍莫洛伊科斯和阿纳克西达摩斯前来求见,承诺只要从苏拉那里得到少数士兵,就能将占领苏里翁山的敌军歼灭;因为有一条蛮族不知晓的小径,从被称为佩特拉科斯的地方出发,经过缪斯神庙旁边,通向敌军头顶上方的苏里翁山,他们沿着这条路走,就能轻而易举地从上方突袭敌军,向他们掷石,或者将他们驱赶压迫到平原上。
τοῦ δὲ Γαβινίου τοῖς ἀνδράσι μαρτυρήσαντος ἀνδρείαν καὶ πίστιν, ἐκέλευσεν ἐπιχειρεῖν ὁ Σύλλας· αὐτὸς δὲ συνέταττε τὴν φάλαγγα καὶ διένειμε τοὺς ἱππότας ἐπὶ κέρως ἑκατέρου, τὸ δεξιὸν αὐτὸς ἔχων, τὸ δʼ εὐώνυμον ἀποδοὺς Μουρήνᾳ. Γάλβας δὲ καὶ Ὁρτήσιος οἱ πρεσβευταὶ σπείρας ἐπιτάκτους ἔχοντες ἔσχατοι παρενέβαλον ἐπὶ τῶν ἄκρων φύλακες πρὸς τὰς κυκλώσεις· ἑωρῶντο γὰρ οἱ πολέμιοι κατασκευάζοντες ἱππεῦσι πολλοῖς καὶ ψιλοῖς ποδώκεσιν εἰς ἐπιστροφὴν τὸ κέρας εὐκαμπὲς καὶ κοῦφον, ὡς μακρὰν ἀνάξοντες καὶ κυκλωσόμενοι τοὺς Ῥωμαίους.4
由于加比尼乌斯为这两人的英勇和忠诚作了担保,苏拉便命他们付诸行动。他自己则整列方阵,将骑兵分配在两翼,自己坐镇右翼,将左翼交由穆雷纳指挥。副将加尔巴和霍尔滕西乌斯率领预备步兵大队,在最外侧的侧翼驻扎,作为防备包围的护卫;因为可以看到敌军正以大量骑兵和轻捷的轻装步兵将侧翼布置得易于旋转且轻便灵活,意在向外长距离迂回,包围罗马军队。
- 17.1ἧκε πρὸς αὐτὸν ἤδη τὴν ἐν Χαιρωνείᾳ νενικηκότα μάχην
完成时分词 νενικηκότα(宾格阳性单数)修饰介词短语中的代词 αὐτόν(指苏拉)。在语境中,这表明提提乌斯前来面见苏拉时,苏拉已经在喀罗尼亚战役中获胜;苏拉在回忆录中将其作为此后战役(奥尔科梅诺斯之战)的预言进行了追述。
- 17.2παραπλήσιον ἰδεῖν ἔφασαν
不定词 ἰδεῖν 是表示限定或观点的限制性不定词(“在观瞻/看起来方面”),修饰形容词 παραπλήσιον,意为“在容貌上看起来(与宙斯)极为相似”。
- 17.6ᾗ πορευθέντες οὐ χαλεπῶς ἐπιπεσεῖσθαι καὶ καταλεύσειν ἄνωθεν αὐτοὺς ἢ συνώσειν εἰς τὸ πεδίον
阴性与格关系词 ᾗ 指代前文的“小径”(ἀτραπόν),表示路径(“沿着这条路”)。接续的不定词(ἐπιπεσεῖσθαι, καταλεύσειν, συνώσειν)是受到前文间接引语动词(ὑφιστάμενοι)的支配而延伸至关系从句中的用法,其逻辑主语与主格分词 πορευθέντες 一致。
- 17.7ὡς μακρὰν ἀνάξοντες καὶ κυκλωσόμενοι τοὺς Ῥωμαίους
连词 ὡς 与将来时分词(ἀνάξοντες, κυκλωσόμενοι)连用,表示敌方主观上的意图或目的(“意图迂回包抄”)。
