- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:16.1-16.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉率会师后的军队占领菲罗维奥托斯山,面对敌军庞大阵容和耀眼装备引发的军心畏缩,他以繁重的劳役迫使士兵转而渴望战斗,随后抢占了帕拉波塔米伊要地,并派兵解救了喀罗尼亚。
γενόμενοι δὲ κοινῇ καταλαμβάνονται βουνὸν ἐκ μέσων ἑστῶτα τῶν Ἐλατικῶν πεδίων, εὔγεων καὶ ἀμφιλαφῆ καὶ παρὰ τήν ῥίζαν ὕδωρ ἔχοντα· Φιλοβοιωτὸς καλεῖται, καὶ τήν φύσιν αὐτοῦ καὶ τήν θέσιν ἐπαινεῖ θαυμασίως ὁ Σύλλας. στρατοπεδεύσαντες δὲ παντάπασιν ὀλίγοι τοῖς πολεμίοις κατεφάνησαν ἱππεῖς μὲν γὰρ οὐ πλείους πεντακοσίων καὶ χιλίων ἐγένοντο, πεζοὶ δὲ πεντακισχιλίων καὶ μυρίων ἐλάττους.
两军会合后,占领了矗立在埃拉提亚平原中央的一座小山,那里土地肥沃,林木茂盛,山脚下有水源;此山被称为“爱维奥蒂亚山”,苏拉对其自然条件与地势赞不绝口。然而,安营扎寨之后,他们在敌军眼中显得极其弱小;因为他们的骑兵不超过一千五百人,步兵也不足一万五千人。
ὅθεν ἐκβιασάμενοι τόν Ἀρχέλαον οἱ λοιποὶ στρατηγοὶ καὶ παρατάξαντες τήν δύναμιν, ἐνέπλησαν ἵππων, ἁρμάτων, ἀσπίδων, θυρεῶν τὸ πεδίον. τὴν δὲ κραυγὴν καὶ ἀλαλαγμὸν οὐκ ἔστεγεν ὁ ἀὴρ ἐθνῶν τοσούτων ἅμα καθισταμένων εἰς τάξιν. ἦν δὲ ἅμα καὶ τὸ κομπῶδες καὶ σοβαρὸν αὐτῶν τῆς πολυτελείας οὐκ ἀργὸν οὐδὲ ἄχρηστον εἰς ἔκπληξιν,1 ἀλλʼ αἵ τε μαρμαρυγαὶ τῶν ὅπλων ἠσκημένων χρυσῷ τε καὶ ἀργύρῳ διαπρεπῶς, αἵ τε βαφαὶ τῶν Μηδικῶν καὶ Σκυθικῶν χιτώνων ἀναμεμιγμέναι χαλκῷ καὶ σιδήρῳ λάμποντι πυροειδῆ καὶ φοβερὰν ἐν τῷ σαλεύεσθαι καὶ διαφέρεσθαι προσέβαλον ὄψιν, ὥστε τοὺς Ῥωμαίους ὑπὸ τόν χάρακα συστέλλειν ἑαυτούς, καὶ τόν Σύλλαν μηδενὶ λόγῳ τὸ θάμβος αὐτῶν ἀφελεῖν δυνάμενον, βιάζεσθαί τε ἀποδιδράσκοντας οὐ βουλόμενον, ἡσυχίαν ἄγειν καὶ φέρειν βαρέως ἐφυβρίζοντας ὁρῶντα κομπασμῷ καὶ γέλωτι τοὺς βαρβάρους, ὤνησε μέντοι τοῦτο μάλιστα πάντων αὐτόν.
因此,其他将领强迫阿凯拉奥斯出战并整列大军,战马、战车、圆盾与长盾铺满了整个平原。如此众多的异族部族同时结阵,其喧嚣与战吼连长空都无法容纳。与此同时,他们炫耀而骄横的奢华装束也绝非虚掷无用之物,反而极具震慑力,那些以金银精工修饰的甲仗光华四射,米底与斯基泰宽袍的染色混合着青铜与闪烁的钢铁,在摇曳动荡之中呈现出一片如火如荼、令人胆寒的景象,致使罗马人士气萎靡,缩回壁垒之后。苏拉无论用什么话语都无法消除他们的惊恐,又不想强迫退缩避战的士兵,只得按兵不动,眼睁睁看着蛮族用夸张的狂言与讥笑百般侮辱,心中郁愤难当。然而,正是这一点最终令他大获裨益。
οἱ γὰρ ἐναντίοι καταφρονήσαντες ἐτράποντο πρὸς ἀταξίαν πολλήν, οὐδὲ ἄλλως ὑπήκοοι τῶν στρατηγῶν διὰ πολυαρχίαν ὄντες· ὥστε ὀλίγοι μὲν ἐν τῷ χάρακι διεκαρτέρουν, ὁ δὲ πλεῖστος ὄχλος ἁρπαγαῖς καὶ πορθήμασι δελεαζόμενος ὁδὸν ἡμερῶν πολλῶν ἀπὸ τοῦ στρατοπέδου διεσπείρετο. καὶ τήν τε τῶν Πανοπέων πόλιν ἐκκόψαι λέγονται καὶ τήν Λεβαδέων διαρπάσαι καὶ συλῆσαι τὸ μαντεῖον, οὐδενὸς στρατηγοῦ πρόσταγμα δόντος.
因为敌军由于藐视罗马人而陷入了极度的混乱无序,加之将帅众多,平日里本就不服从号令;结果只有少数人坚守在栅栏内,绝大多数人群受到抢劫和掳掠的诱惑,四散到距离营地数日行程之外的地方。据说他们不仅夷平了帕诺佩斯城,劫掠了莱巴狄亚城,还洗劫了神谕所,而这一切都未曾得到任何一位将领的指令。
ὁ δὲ Σύλλας, ἐν ὄμμασιν αὐτοῦ πόλεων ἀπολλυμένων, δυσανασχετῶν καὶ λυπούμενος, οὐκ εἴα τοὺς στρατιώτας σχολάζειν, ἀλλὰ προσάγων αὐτοὺς ἠνάγκαζε τόν τε Κηφισὸν ἐκ τοῦ ῥείθρου παρατρέπειν καὶ τάφρους ὀρύσσειν, ἀνάπαυλαν οὐδενὶ διδοὺς καὶ τῶν ἐνδιδόντων ἀπαραίτητος ἐφεστὼς κολαστής, ὅπως ἀπαγορεύσαντες πρὸς τὰ ἔργα διὰ τόν πόνον ἀσπάσωνται τόν κίνδυνον.2
苏拉眼见诸城在自己眼前覆灭,既愤慨又痛心,不让士兵们闲散度日,而是率领他们前去,强迫他们将凯菲索斯河引离河道并挖掘壕沟,不给任何人喘息之机,并以冷酷无情的惩罚者姿态监视着那些懈怠之人,好让他们在艰苦的劳作中精疲力竭之后,宁愿去拥抱战斗的危险。
ὃ καὶ συνέβη, τρίτην γὰρ ἡμέραν ἐργαζόμενοι τοῦ Σύλλα παρεξιόντος ἐδέοντο μετὰ κραυγῆς ἄγειν ἐπὶ τοὺς πολεμίους, ὁ δὲ οὐ μάχεσθαι βουλομένων, ἀλλὰ μὴ βουλομένων πονεῖν ἔφησεν εἶναι τόν λόγον3 εἰ δὲ ὄντως ἔχουσιν ἀγωνιστικῶς, ἐκέλευσεν ἤδη μετὰ τῶν ὅπλων ἐλθεῖν ἐκεῖσε, δείξας αὐτοῖς τήν πρότερον μὲν γενομένην ἀκρόπολιν τῶν Παραποταμίων, τότε δὲ ἀνῃρημένης τῆς πόλεως λόφος ἐλείπετο πετρώδης καὶ περίκρημνος, τοῦ Ἡδυλίου διωρισμένος ὄρους ὅσον ὁ Ἄσσος ἐπέχει ῥέων, εἶτα συμπίπτων ὑπὸ τήν ῥίζαν αὐτὴν τῷ Κηφισῷ καὶ συνεκτραχυνόμενος ὀχυρὰν ἐνστρατοπεδεῦσαι τήν ἄκραν ποιεῖ, διὸ καὶ τοὺς χαλκάσπιδας ὁρῶν τῶν πολεμίων ὠθουμένους ἐπʼ αὐτὴν ὁ Σύλλας ἐβούλετο φθῆναι καταλαβὼν τόν τόπον καὶ κατέλαβε χρησάμενος τοῖς στρατιώταις προθύμοις.
事情果真如他所料;劳作到第三天时,当苏拉从旁走过,士兵们齐声高呼,恳求他率领大家扑向敌军。但苏拉说,这番话并不出自渴望战斗之人之口,而是出自不想劳苦之人之心;不过,如果他们当真斗志昂扬,就命他们立刻执戟披甲前往彼处,并向他们指出了原先是帕拉波塔米伊卫城的地方;当时该城已被夷平,仅留下一座岩石嶙峋、四面险峻的小山,它与赫杜利昂山之间隔着阿苏斯河流过的宽度;随后该河正是在山脚下与凯菲索斯河汇合,一同变得湍急,令这一高地成为极易坚守的扎营之处。因此,苏拉眼见敌军的铜盾兵正向该处推进,便企图先发制人夺取该地,由于士兵们争先恐后,他最终如愿抢先占领了此地。
ἐπεὶ δὲ ἀποκρουσθεὶς ἐκεῖθεν ὁ Ἀρχέλαος ὥρμησεν ἐπὶ τήν Χαιρώνειαν, οἱ δὲ συστρατευσάμενοι τῶν Χαιρωνέων ἐδέοντο τοῦ Σύλλα μὴ προέσθαι τήν πόλιν, ἐκπέμπει τῶν χιλιάρχων ἕνα Γαβίνιον μετὰ τάγματος ἑνὸς καὶ τοὺς Χαιρωνεῖς ἀφίησι, βουληθέντας μέν, οὐ μὴν δυνηθέντας φθῆναι τόν Γαβίνιον.4 οὕτως ἦν ἀγαθὸς καὶ προθυμότερος εἰς τὸ σῶσαι τῶν σωθῆναι δεομένων. ὁ δὲ Ἰόβας οὐ Γαβίνιόν φησι πεμφθῆναι, ἀλλὰ Ἐρίκιον. ἡ μὲν οὖν πόλις ἡμῶν παρὰ τοσοῦτον ἐξέφυγε τόν κίνδυνον.
当阿凯拉奥斯从该处被击退后,转而直扑喀罗尼亚,而在军中随征的喀罗尼亚人恳求苏拉不要抛弃他们的城市,苏拉便派遣千夫长之一的加比尼乌斯率领一个军团前去,并打发喀罗尼亚人同往;他们虽想赶在加比尼乌斯之前抵达,却未能快过他。此人竟是如此干练,在施救方面比求救之人还要急切。然而尤巴却说,派去的并非加比尼乌斯,而是埃里基乌斯。总之,我们的城邦就这样死里逃生,堪堪避过了这场大难。
- 16.2ἦν δὲ ἅμα καὶ τὸ κομπῶδες καὶ σοβαρὸν αὐτῶν τῆς πολυτελείας οὐκ ἀργὸν οὐδὲ ἄχρηστον εἰς ἔκπληξιν
中性单数形容词 τὸ κομπῶδες καὶ σοβαρὸν 名词化充当主语,意为“炫耀而骄横的方面”,支配所有格 αὐτῶν τῆς πολυτελείας(部分属格或限定属格,“其奢华装束的”)。后续的 οὐκ ἀργὸν οὐδὲ ἄχρηστον 作表语。
- 16.5ὅπως ἀπαγορεύσαντες πρὸς τὰ ἔργα διὰ τόν πόνον ἀσπάσωνται τόν κίνδυνον
由 ὅπως 引导的目的从句,接不定过去时虚拟式 ἀσπάσωνται。介词短语 πρὸς τὰ ἔργα 表示分词 ἀπαγορεύσαντες(“对……感到厌倦/力竭”)的指向对象。
- 16.6οὐ μάχεσθαι βουλομένων, ἀλλὰ μὴ βουλομένων πονεῖν ἔφησεν εἶναι τόν λόγον
带宾格的不定式结构,τόν λόγον 为主语,εἶναι 为动词。属格 βουλομένων 充当特征或归属属格(“属于……之人的”),指士兵们的呼喊(λόγος)并非出自想打仗的人,而是出自不想吃苦的人。
- 16.8βουληθέντας μέν, οὐ μὴν δυνηθέντας φθῆναι τόν Γαβίνιον
宾格分词与前文的 τοὺς Χαιρωνεῖς 一致。对比小词 μέν...οὐ μήν 清楚表明了喀罗尼亚人的意愿与实际结果的转折:他们虽企图(βουληθέντας)先到,却未能(οὐ μὴν δυνηθέντας)快过加比尼乌斯。
