← 普鲁塔克

苏拉传

§15.1-15.4

移师维奥蒂亚与霍尔滕修斯会师

米特里达梯部将塔克西莱斯南下策应阿凯拉奥斯,苏拉因给养困乏而被迫移师维奥蒂亚平原。同时,率增援部队赶来的霍尔滕修斯在卡菲斯的指引下巧妙摆脱蛮族包围,成功与苏拉会师。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ἐν δὲ τούτῳ Ταξίλης ὁ Μιθριδάτου στρατηγὸς ἐκ Θρᾴκης καὶ Μακεδονίας καταβεβηκὼς δέκα μυριάσι πεζῶν καὶ μυρίοις ἱππεῦσι καὶ τεθρίπποις ἐνενήκοντα δρεπανηφόροις ἐκάλει τὸν Ἀρχέλαον, ἔτι ναυλοχοῦντα περὶ τὴν Μουνυχίαν καὶ μήτε τῆς θαλάττης βουλόμενον ἀποστῆναι μήτε πρόθυμον ὄντα συμπλέκεσθαι τοῖς Ῥωμαίοις, ἀλλὰ χρονοτριβεῖν τὸν πόλεμον καὶ τὰς εὐπορίας αὐτῶν ἀφαιρεῖν.

在此期间,米特里达梯的将领塔克西莱斯率领十万步兵、一万骑兵以及九十辆有镰四马战车从色雷斯和马其顿南下,召集阿凯拉奥斯;阿凯拉奥斯此时仍停泊在穆尼基亚附近,既不愿离开海边,也无意与罗马人交锋,而是想拖延战局以断绝他们的给养。

§15.2

ἃ δὴ πολὺ μᾶλλον ἐκείνου συνορῶν ὁ Σύλλας ἀνέζευξεν εἰς Βοιωτίαν ἐκ χωρίων γλίσχρων καὶ μηδὲ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων, καὶ τοῖς πολλοῖς ἐδόκει σφάλλεσθαι τὸν λογισμόν,1 ὅτι τὴν Ἀττικὴν τραχεῖαν οὖσαν καὶ δύσιππον ἀπολιπὼν ἐνέβαλεν ἑαυτὸν πεδιάσι καὶ ἀναπεπταμέναις ταῖς περὶ τὴν Βοιωτίαν χώραις, ὁρῶν ἐν ἅρμασι καὶ ἵπποις τὴ;ν βαρβαρικὴν οὖσαν ἀλκήν.

苏拉远比他更清楚地看出了这些,便拔营离开那些贫瘠、即便在和平时期也不足以养活〔人〕的地方,向维奥蒂亚进发。在多数人看来,他的判断似乎出现了失误,因为他明知异族军队的优势在于战车和骑兵,却放弃了崎岖不便骑行的阿提卡,将自己置于维奥蒂亚一带开阔平坦的土地上。

§15.3

ἀλλὰ φεύγων, ὥσπερ εἴρηται, λιμὸν καὶ σπάνιν ἠναγκάζετο διώκειν τὸν ἐκ τῆς μάχης κίνδυνον. ἔτι δὲ Ὁρτήσιος αὐτὸν ἐφόβει,2 στρατηγικὸς ἀνὴρ καὶ φιλόνεικος, ὃν ἐκ Θετταλίας ἄγοντα τῷ Σύλλᾳ δύναμιν ἐν τοῖς στενοῖς οἱ βάρβαροι παρεφύλαττον. διὰ ταῦτα μὲν εἰς τὴν Βοιωτίαν ἀνέζευξεν ὁ Σύλλας· Ὁρτήσιον δὲ Κάφις, ἡμέτερος ὤν,3 ἑτέραις ὁδοῖς ψευσάμενος τοὺς βαρβάρους διὰ τοῦ Παρνασσοῦ κατῆγεν ὑπʼ αὐτὴν τὴν Τιθόραν, οὔπω τοσαύτην πόλιν οὖσαν ὅση νῦν ἐστιν, ἀλλὰ φρούριον ἀπορρῶγι κρημνῷ περικοπτόμενον, εἰς ὃ καὶ πάλαι ποτὲ Φωκέων οἱ Ξέρξην ἐπιόντα φεύγοντες ἀνεσκευάσαντο καὶ διεσώθησαν, ἐνταῦθα καταστρατοπεδεύσας Ὁρτήσιος ἡμέρας μὲν ἀπεκρούσατο τοὺς πολεμίους, νύκτωρ δʼ ἐπὶ Πατρωνίδα ταῖς δυσχωρίαις καταβὰς ἀπαντήσαντι τῷ Σύλλᾳ μετὰ τῆς δυνάμεως συνέμιξε.

然而正如前文所述,为了摆脱饥饿与匮乏,他不得不冒险寻求决战。此外,霍尔滕修斯的安全也让他悬心,此人具备统帅之才且斗志旺盛,当时正率领一支军队从色萨利赶往苏拉处,却在隘口遭到了蛮族的监视与围堵。正是出于这些原因,苏拉才移师维奥蒂亚;而霍尔滕修斯则由我们的同胞卡菲斯领路,取别道瞒过蛮族,穿过帕尔纳索斯山,被引至蒂托拉正下方——当时它还不是如今这样的一座大城,而是一处为陡峭悬崖所环绕的要塞,昔日福基斯人躲避薛西斯进犯时,曾将财物携至此处并得以幸免于难。霍尔滕修斯在此扎营,白天击退了敌人,夜间则经险隘地形下抵帕特罗尼斯,与前来接应的苏拉会师。

语法注3 条
  1. 15.2ἐδόκει σφάλλεσθαι τὸν λογισμόν

    不定式 σφάλλεσθαι 为被动或中间态,意为“犯错”或“失误”,其后的 τὸν λογισμόν 作关系宾格(限制性宾格),表示“在盘算/判断上出现失误”。

  2. 15.3Ὁρτήσιος αὐτὸν ἐφόβει

    未完成过去时及物动词 ἐφόβει 表使动含义(“使……担忧/惧怕”)。主语 Ὁρτήσιος 借代指“霍尔滕修斯所处的险境”,使宾语 αὐτόν(苏拉)感到悬心和忧虑。

  3. 15.3ἡμέτερος ὤν

    第一人称复数物主形容词 ἡμέτερος(“我们的”)反映了作者普鲁塔克自身的声音,将来自其故乡喀罗尼亚(属维奥蒂亚)毗邻地区福基斯的卡菲斯(见12.4)亲切地称为同胞或同乡。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:15.1-15.4