← 普鲁塔克

苏拉传

§14.1-14.7

夜袭攻破雅典与赦免城邦

苏拉从凯拉米克斯老人的谈话中得知城墙防守薄弱之处,遂夜袭攻破雅典并纵兵屠杀,但在流亡者和元老们的求情下宽恕了城邦,随后又攻克了卫城与比雷埃夫斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ἐν δὲ τούτῳ λέγεταί τινας ἐν Κεραμεικῷ πρεσβυτῶν ἀκούσαντας διαλεγομένων πρὸς ἀλλήλους καὶ κακιζόντων1 τὸν τύραννον, ὡς μὴ φυλάττοντα τοῦ τείχους τὴν περὶ τὸ Ἑπτάχαλκον ἔφοδον καὶ προσβολήν, ᾗ μόνῃ δυνατὸν εἶναι καὶ ῥᾴδιον ὑπερβῆναι τοὺς πολεμίους, ἀπαγγεῖλαι ταῦτα πρὸς τὸν Σύλλαν.

在此期间,据说有人在凯拉米克斯听见几位老人彼此交谈,斥责僭主没有防守赫普塔卡尔孔附近的城墙通道与进攻点——只有从那里敌人才能且容易逾越城墙——便将这些话报告给了苏拉。

§14.2

ὁ δὲ οὐ κατεφρόνησεν, ἀλλὰ ἐπελθὼν νυκτὸς καὶ θεασάμενος τὸν τόπον ἁλώσιμον εἴχετο τοῦ ἔργου, λέγει δὲ αὐτός ὁ Σύλλας ἐν τοῖς ὑπομνήμασι τὸν πρῶτον ἐπιβάντα τοῦ τείχους Μάρκον Ἀτήϊον ἀντιστάντος αὐτῷ πολεμίου δόντα πληγὴν ἐκ καταφορᾶς τῷ κράνει περικλάσαι τὸ ξίφος, οὐ μὴν ὑφέσθαι τῆς χώρας, ἀλλὰ μεῖναι καὶ κατασχεῖν. κατελήφθη μὲν οὖν ἡ πόλις ἐκεῖθεν, ὡς Ἀθηναίων οἱ πρεσβύτατοι διεμνημόνευον.

苏拉并未轻视这一情报,而是在夜间前去察看,见该处确实易于攻破,便着手行动。苏拉本人在《回忆录》中说,第一个登上城墙的马尔库斯·阿特伊乌斯面对迎击的敌人,从上向下猛击其头盔,折断了自己的佩剑,但仍未退后半步,而是坚守原地并占据了阵地。因此,正如雅典最年长的老人所记忆的那样,该城正是从该处被攻破的。

§14.3

αὐτός δὲ Σύλλας τὸ μεταξὺ τῆς Πειραϊκῆς πύλης καὶ τῆς ἱερᾶς κατασκάψας καὶ συνομαλύνας, περὶ μέσας νύκτας εἰσήλαυνε, φρικώδης ὑπό τε σάλπιγξι καὶ κέρασι πολλοῖς, ἀλαλαγμῷ καὶ κραυγῇ τῆς δυνάμεως ἐφʼ ἁρπαγὴν καὶ φόνον ἀφειμένης ὑπʼ αὐτοῦ, καὶ φερομένης διὰ τῶν στενωπῶν ἐσπασμένοις τοῖς ξίφεσιν, ὥστε ἀριθμὸν μηδένα γενέσθαι τῶν ἀποσφαγέντων, ἀλλὰ τῷ τόπῳ τοῦ ῥυέντος αἵματος ἔτι νῦν μετρεῖσθαι τὸ πλῆθος.

苏拉本人拆毁并铲平了比雷埃夫斯门与圣门之间的城墙,在午夜时分列队进城。在无数军号与角笛声中,军士们在他放任抢劫与屠杀的指令下齐声呐喊咆哮,拔出刀剑冲入狭窄的街道,其景象令人不寒而栗,以致被屠杀者无法计数,直到如今人们仍以鲜血流淌的范围来推测死亡的人数。

§14.4

ἄνευ γὰρ τῶν κατὰ τὴν ἄλλην πόλιν ἀναιρεθέντων ὁ περὶ τὴν ἀγορὰν φόνος ἐπέσχε πάντα τὸν ἐντὸς τοῦ Διπύλου Κεραμεικόν πολλοῖς δὲ λέγεται καὶ διὰ πυλῶν κατακλύσαι τὸ προάστειον. ἀλλὰ τῶν οὕτως ἀποθανόντων, τοσούτων γενομένων, οὐκ ἐλάσσονες ἦσαν οἱ σφᾶς αὐτοὺς διαφθείροντες οἴκτῳ καὶ πόθῳ τῆς πατρίδος ὡς ἀναιρεθησομένης. τοῦτο γὰρ ἀπογνῶναι καὶ φοβηθῆναι τὴν σωτηρίαν ἐποίησε τοὺς βελτίστους, οὐδὲν ἐν τῷ Σύλλᾳ φιλάνθρωπον οὐδὲ μέτριον ἐλπίσαντας.

因为除了城内其他地方被杀的人之外,集市附近的屠戮覆盖了迪皮隆门内侧的整个凯拉米克斯;许多人甚至传说血流穿过城门、淹没了郊区。然而,死于屠刀之下的人虽如此之多,出于对即将毁灭的祖国的怜悯与眷恋而自尽的人也不比他们少。正是这种情况让最优秀的市民彻底绝望并畏惧幸存,因为他们对苏拉不抱有任何仁慈或克制的指望。

§14.5

ἀλλὰ γὰρ τοῦτο μὲν Μειδίου καὶ Καλλιφῶντος τῶν φυγάδων δεομένων καὶ προκυλινδουμένων αὐτοῦ, τοῦτο δὲ2 τῶν συγκλητικῶν, ὅσοι συνεστράτευον, ἐξαιτουμένων τὴν πόλιν, αὐτός τε μεστὸς ὢν ἤδη τῆς τιμωρίας, ἐγκώμιόν τι τῶν παλαιῶν Ἀθηναίων ὑπειπὼν ἔφη χαρίζεσθαι πολλοῖς μὲν ὀλίγους, ζῶντας δὲ τεθνηκόσιν.3

然而,一方面由于流亡者梅狄亚斯与卡利丰向他哀求并匍匐在他脚下,另一方面由于随军出征的元老院议员们为该城求情,加上他自己也已对复仇感到厌倦,便简短称赞了一番古代雅典人,并表示他因多数人而赦免少数人,因死者而赦免生者。

§14.6

ἑλεῖν δὲ τὰς Ἀθήνας αὐτός φησιν ἐν τοῖς ὑπομνήμασι Μαρτίαις καλάνδαις, ἥτις ἡμέρα μάλιστα συμπίπτει τῇ νουμηνίᾳ τοῦ Ἀνθεστηριῶνος μηνός, ἐν ᾧ κατὰ τύχην ὑπομνήματα πολλὰ τοῦ διὰ τὴν ἐπομβρίαν ὀλέθρου καὶ τῆς φθορᾶς ἐκείνης δρῶσιν, ὡς τότε καὶ περὶ τὸν χρόνον ἐκεῖνόν μάλιστα τοῦ κατακλυσμοῦ συμπεσόντος.

他在自己的《回忆录》中说,攻陷雅典是在三月朔日,这一天几乎正好与安忒斯忒利翁月的新月重合,巧合的是,他们在该月正举行许多纪念当年因暴雨而造成的毁灭与浩劫的仪式,相传大洪水正是在那一时节发生的。

§14.7

ἑαλωκότος δὲ τοῦ ἄστεος ὁ μὲν τύραννος εἰς τὴν ἀκρόπολιν καταφυγὼν ἐπολιορκεῖτο, Κουρίωνος ἐπὶ τούτῳ τεταγμένου· καὶ χρόνον ἐγκαρτερήσας συχνὸν αὐτός ἑαυτὸν ἐνεχείρισε δίψει πιεσθείς, καὶ τὸ δαιμόνιον εὐθὺς ἐπεσήμηνε· τῆς γὰρ αὐτῆς ἡμέρας τε καὶ ὥρας ἐκεῖνόν τε Κουρίων κατῆγε, καὶ νεφῶν ἐξ αἰθρίας συνδραμόντων πλῆθος ὄμβρου καταρραγὲν ἐπλήρωσεν ὕδατος τὴν ἀκρόπολιν. εἷλε δὲ καὶ τὸν Πειραιᾶ μετʼ οὐ πολὺν χρόνον ὁ Σύλλας, καὶ τὰ πλεῖστα κατέκαυσεν, ὧν ἦν καὶ ἡ Φίλωνος ὁπλοθήκη, θαυμαζόμενον ἔργον.

下城陷落后,僭主逃入卫城并被围困,库里奥受命主管此事;坚守了相当长一段时间后,他终因难忍口渴而投降。神明随即显现了征兆:就在库里奥将他押解下山的同一天、同一时刻,晴空中乌云密聚,一场暴雨倾盆而下,使卫城充满了水。不久之后,苏拉又攻取了比雷埃夫斯,并将大部分建筑焚毁,其中便包括令人叹为观止的菲隆军械库。

语法注3 条
  1. 14.1ἀκούσαντας διαλεγομένων πρὸς ἀλλήλους καὶ κακιζόντων

    感官动词 ἀκούω 在表示“听见某人说话”时支配属格分词(διαλεγομένων ... καὶ κακιζόντων),而分词 ἀκούσαντας 则作为不定式 ἀπαγγεῖλαι 的逻辑主语采用宾格,由无人称动词 λέγεται 统领(构成宾格加不定式结构)。

  2. 14.4τοῦτο μὲν ... τοῦτο δὲ ...

    中性单数宾格代词 τοῦτο 在此用作副词性对举结构(τοῦτο μέν ... τοῦτο δέ ...),意为“一方面……另一方面……”。两部分各自接独立属格结构,并列说明促使苏拉宽恕城邦的外部原因。

  3. 14.5χαρίζεσθαι πολλοῖς μὲν ὀλίγους, ζῶντας δὲ τεθνηκόσιν

    动词 χαρίζομαι 在此意为“为了某人(与格)而宽恕某人(宾格)”。该句在格的排列上呈现交错对仗(与格 πολλοῖς / 宾格 ὀλίγους 与 宾格 ζῶντας / 与格 τεθνηκόσιν),鲜明地对比了“看在众人的份上宽恕少数人,看在死者的份上宽恕生者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:14.1-14.7