- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉怀着极大的执念围攻雅典,而城内陷于严重饥馑之际僭主阿里斯提翁依然大肆纵欲放荡;当其使节姗姗来迟并空谈雅典往昔战功时,苏拉驳斥并驱逐了他们,表明自己是来征讨叛乱而非求学的。
δεινὸς γάρ τις ἄρα καὶ ἀπαραίτητος εἶχεν αὐτὸν ἔρως ἑλεῖν τὰς Ἀθήνας, εἴτε ζήλῳ τινὶ πρὸς τὴν πάλαι σκιαμαχοῦντα1 τῆς πόλεως δόξαν, εἴτε θυμῷ τὰ σκώμματα φέροντα καὶ τὰς βωμολοχίας, αἷς αὐτόν τε καὶ τὴν Μετέλλαν ἀπὸ τῶν τειχῶν ἑκάστοτε γεφυρίζων καὶ κατορχούμενος ἐξηρέθιζεν ὁ τύραννος Ἀριστίων, ἄνθρωπος ἐξ ἀσελγείας ὁμοῦ καὶ ὠμότητος ἔχων συγκειμένην τὴν ψυχήν, καὶ τὰ χείριστα τῶν Μιθριδατικῶν συνερρυηκότα νοσημάτων καὶ παθῶν εἰς ἑαυτὸν ἀνειληφώς, καὶ τῇ πόλει μυρίους μὲν πολέμους, πολλὰς δὲ τυραννίδας καὶ στάσεις διαπεφευγυίᾳ πρότερον ὥσπερ νόσημα θανατηφόρον εἰς τοὺς ἐσχάτους καιροὺς ἐπιτιθέμενος· ὅς,2 χιλίων δραχμῶν ὠνίου τοῦ μεδίμνου τῶν πυρῶν ὄντος ἐν ἄστει τότε, τῶν ἀνθρώπων σιτουμένων τὸ περὶ τὴν ἀκρόπολιν φυόμενον παρθένιον, ὑποδήματα δὲ καὶ ληκύθους ἑφθὰς ἐσθιόντων, αὐτὸς ἐνδελεχῶς πότοις μεθημερινοῖς καὶ κώμοις χρώμενος καὶ πυρριχίζων καὶ γελωτοποιῶν πρὸς τοὺς πολεμίους τὸν μὲν ἱερὸν τῆς θεοῦ λύχνον ἀπεσβηκότα διὰ σπάνιν ἐλαίου περιεῖδε, τῇ δὲ ἱεροφάντιδι πυρῶν ἡμίεκτον προσαιτούσῃ πεπέρεως ἔπεμψε, τοὺς δὲ βουλευτὰς καὶ ἱερεῖς ἱκετεύοντας οἰκτεῖραι τὴν πόλιν καὶ διαλύσασθαι πρὸς Σύλλαν τοξεύμασι βάλλων διεσκέδασεν.
原来,夺取雅典的一股可怕而无法遏制的渴望控制了他,不知是因为某种争胜之心、像搏击影子般与该城往昔的荣耀作战,还是出于愤怒而难以忍受那些嘲讽与猥亵的谩骂——僭主阿里斯提翁正是凭着这些谩骂,每次在城墙上肆意辱骂、跳舞讥刺,激怒了他本人以及梅特拉;此人的灵魂兼具放肆与残忍,将汇集在一起的米特拉达梯式最恶劣的病态与恶德集于一身,并在雅典历经无数战争、多次僭主统治和内讧而幸存之后,如一场致命的瘟疫般降临到面临绝境的城邦之上。当时城中一麦第姆诺小麦售价达一千德拉克马,人们以卫城周围生长的野甘菊为食,吞食煮熟的鞋子与皮油壶,而他自己却整日不断地白昼饮宴、聚众狂欢、跳皮里克战舞,并对着敌人插科打诨;因缺油而熄灭的女神圣灯他弃置不顾,女祭司向他乞讨半赫克托的小麦,他却送去胡椒,甚至对那些哀求他怜恤城邦并与苏拉讲和的议员与祭司们施以箭矢,将他们射散。
ὀψὲ δὲ ἤδη που μόλις ἐξέπεμψεν ὑπὲρ εἰρήνης δύο ἢ τρεῖς τῶν συμποτῶν πρὸς οὓς οὐδὲν ἀξιοῦντας σωτήριον, ἀλλὰ τὸν Θησέα καὶ τὸν Εὔμολπον καὶ τὰ Μηδικὰ σεμνολογουμένους ὁ Σύλλας·3 ἄπιτε, εἶπεν, ὦ μακάριοι, τοὺς λόγους τούτους ἀναλαβόντες· ἐγὼ γὰρ οὐ φιλομαθήσων εἰς Ἀθήνας ὑπὸ Ῥωμαίων ἐπέμφθην, ἀλλὰ τοὺς ἀφισταμένους καταστρεψόμενος.
直到很晚,他才勉强派出两三个饮酒同伴去商谈和平;对于这些丝毫未提任何保全之策、反倒庄严高谈西徐斯、欧摩尔波斯及波斯战争的人,苏拉对他们说道: “走吧, 他说, 你们这群有福之人,带着这些长篇大论回去吧;因为罗马人派我到雅典来,绝不是为了来求学的,而是为了降伏叛逆的。”
- 13.1σκιαμαχοῦντα
阳性宾格单数分词 σκιαμαχοῦντα(以及与之并列的 φέροντα)与主句中动词 εἶχεν 的宾语代词 αὐτόν(苏拉)在性、数、格上保持一致。它修饰的并非语法主语 ἔρως,而是作为实际行动主体的苏拉本人的心理动机与状态。
- 13.2ὅς
关系代词 ὅς 先行词为前述的僭主阿里斯提翁(ὁ τύραννος Ἀριστίων),引导一个结构复杂的长关系从句。在经历数个连续的属格独立结构(ὄντος, σιτουμένων, ἐσθιόντων)对饥荒惨状的铺陈后,最终与主语 αὐτός 及三个限定动词 περιεῖδε、ἔπεμψε、διεσκέδασεν 相呼应。
- 13.4πρὸς οὓς οὐδὲν ἀξιοῦντας σωτήριον, ἀλλὰ τὸν Θησέα καὶ τὸν Εὔμολπον καὶ τὰ Μηδικὰ σεμνολογουμένους ὁ Σύλλας·
介词短语 πρὸς οὓς(“对他们”)和主语 ὁ Σύλλας 所应配备的述谓发话动词(如 ἔφη)在引出直接引语(ἄπιτε, εἶπεν)前被省略。这是古典散文中引入对话或应答时常见的破格句式,直接以主语加介词短语来标示说话者与受话者。
