← 普鲁塔克

苏拉传

§12.1-12.9

围攻雅典与掠取圣地资财

苏拉包围并强攻雅典与皮拉埃乌斯,为筹措资财砍伐了阿卡德米树林并掠取德尔斐等圣地的财宝。往昔罗马将领的节制与当时依靠贿赂士卒、引发内战而导致国家败亡的将领之腐败形成了鲜明对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

Σύλλας δὲ τὰς μὲν ἄλλας πόλεις εὐθὺς εἶχεν ἐπιπρεσβευομένας καὶ καλούσας, ταῖς δὲ Ἀθήναις διὰ τὸν τύραννον Ἀριστίωνα βασιλεύεσθαι ἠναγκασμέναις ἄθρους ἐπέστη καὶ τὸν Πειραιᾶ περιλαβὼν ἐπολιόρκει, μηχανήν τε πᾶσαν ἐφιστὰς καὶ μάχας παντοδαπὰς ποιούμενος.

对于苏拉,其余城邦随即向他派出使节并邀请他;但雅典因僭主阿里斯提翁而被迫屈从于王权统治,于是他集结全力进逼,包围皮拉埃乌斯并展开围攻,架设各种机械并展开各样战斗。

§12.2

καίτοι χρόνον οὐ πολὺν ἀνασχομένῳ παρῆν1 ἀκινδύνως ἑλεῖν τὴν ἄνω πόλιν, ὑπὸ λιμοῦ συνηγμένην ἤδη τῇ χρείᾳ τῶν ἀναγκαίων εἰς τὸν ἔσχατον καιρόν ἀλλʼ ἐπειγόμενος εἰς Ῥώμην καὶ δεδιὼς τὸν ἐκεῖ νεωτερισμόν, πολλοῖς μὲν κινδύνοις, πολλαῖς δὲ μάχαις, μεγάλαις δὲ δαπάναις κατέσπευδε τὸν πόλεμον, ᾧ γε δίχα τῆς ἄλλης παρασκευῆς ἡ περὶ τὰ μηχανήματα πραγματεία ζεύγεσι μυρίοις ὀρικοῖς ἐχορηγεῖτο, καθʼ ἡμέραν ἐνεργοῖς οὖσι πρὸς τήν ὑπηρεσίαν.

其实,只要他耐下心等待不多的一段时间,他本可毫无危险地攻取上城,因为上城在必需品的匮乏下已因饥馑被逼至绝境;但他急于赶往罗马,惧怕那里的政变,遂通过无数危险、频繁战斗和巨大开销催逼战事加速进行。事实上,除了其余军备之外,仅围城机械的营造工程就动用了一万具骡马辎重队,日日投入服役。

§12.3

ἐπιλειπούσης δὲ τῆς ὕλης διὰ τὸ κόπτεσθαι πολλὰ τῶν ἔργων περικλώμενα τοῖς αὑτῶν βρίθεσι καὶ πυρπολεῖσθαι βαλλόμενα συνεχῶς ὑπὸ τῶν πολεμίων, ἐπεχείρησε τοῖς ἱεροῖς ἄλσεσι, καὶ τήν τε Ἀκαδήμειαν ἔκειρε δενδροφορωτάτην προαστείων οὖσαν καὶ τὸ Λύκειον. ἐπεὶ δὲ καὶ χρημάτων ἔδει πολλῶν πρὸς τὸν πόλεμον, ἐκίνει τὰ τῆς Ἑλλάδος ἄσυλα, τοῦτο μὲν ἐξ Ἐπιδαύρου, τοῦτο δὲ ἐξ Ὀλυμπίας, τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν ἀναθημάτων μεταπεμπόμενος.

又因许多工程因自身重负崩裂折损,并在敌军持续不断的投掷打击下被焚毁,木料告罄,他遂对神圣树林下手,砍伐了郊区林木最为繁茂的阿卡德米,亦砍平了吕克昂。因战事还需要巨额资财,他打起了希腊各圣域的主意,分别从埃皮达鲁斯和奥林匹亚调取了最精美、最昂贵的奉纳品。

§12.4

ἔγραψε δὲ καὶ τοῖς Ἀμφικτύοσιν εἰς Δελφοὺς ὅτι τὰ χρήματα τοῦ θεοῦ βέλτιον εἴη κομισθῆναι πρὸς αὐτόν ἢ γὰρ φυλάξειν ἀσφαλέστερον ἢ καὶ ἀποχρησάμενος ἀποδώσειν οὐκ ἐλάττω· καὶ τῶν φίλων ἀπέστειλε Κάφιν τὸν Φωκέα κελεύσας σταθμῷ παραλαβεῖν ἕκαστον. ὁ δὲ Κάφις ἧκε μὲν εἰς Δελφούς, ὤκνει δὲ τῶν ἱερῶν θιγεῖν, καὶ πολλὰ τῶν Ἀμφικτυόνων παρόντων ἀπεδάκρυσε τήν ἀνάγκην.

他还致信德尔斐的安菲克提翁同盟,称神明的资财运至他处更为妥当:因为他要么会更安全地保管,要么即使耗用也将如数奉还。他派遣挚友、福基斯人卡菲斯前去,命他按重量接收每件器物。卡菲斯抵达德尔斐,却对触碰圣物畏缩不前,在安菲克提翁委员们面前对这逼不得已的处境痛哭流涕。

§12.5

ἐνίων δὲ φασκόντων ἀκοῦσαι φθεγγομένης τῆς ἐν τοῖς ἀνακτόροις κιθάρας, εἴτε πιστεύσας εἴτε τὸν Σύλλαν βουλόμενος ἐμβαλεῖν εἰς δεισιδαιμονίαν, ἐπέστειλε πρὸς αὐτόν, ὁ δὲ σκώπτων ἀντέγραψε θαυμάζειν τὸν Κάφιν, εἰ μὴ συνίησιν ὅτι χαίροντος, οὐ χαλεπαίνοντος, εἴη τὸ ᾅδειν· ὥστε θαρροῦντα λαμβάνειν ἐκέλευσεν, ὡς ἡδομένου τοῦ θεοῦ καὶ διδόντος.

有人声称听见圣殿内的里拉琴鸣响,卡菲斯不知是信以为真,抑或意欲借此让苏拉心生敬畏,便致信禀报。苏拉却戏谑作答,称自己很惊讶卡菲斯竟不明白歌唱乃是喜悦者而非恼怒者之举;因此命他放胆接收,因为神明满心欢喜,乐于赐予。

§12.6

τὰ μὲν οὖν ἄλλα διέλαθε τούς γε πολλοὺς Ἕλληνας ἐκπεμπόμενα, τὸν δὲ ἀργυροῦν πίθον, ὃς ἦν ὑπόλοιπος ἔτι τῶν βασιλικῶν, διὰ βάρος καὶ μέγεθος οὐ δυναμένων ἀναλαβεῖν τῶν ὑποζυγίων, ἀναγκαζόμενοι κατακόπτειν οἱ Ἀμφικτύονες εἰς μνήμην ἐβάλοντο τοῦτο μὲν Τίτον Φλαμινῖνον καὶ Μάνιον Ἀκύλιον, τοῦτο δὲ Αἰμίλιον Παῦλον, ὧν ὁ μὲν Ἀντίοχον ἐξελάσας τῆς Ἑλλάδος, οἱ δὲ τούς Μακεδόνων βασιλεῖς καταπολεμήσαντες οὐ μόνον ἀπέσχοντο τῶν ἱερῶν τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ δῶρα καὶ τιμὴν αὐτοῖς καὶ σεμνότητα πολλὴν προσέθεσαν.

其余物品在大多数希腊人尚未察觉时便被运走,但那只王室奉纳品中硕果仅存的银质大翁,因其沉重庞大,驮兽无法装运,安菲克提翁委员们被迫将其敲碎截断,此时他们不禁联想起了提图斯·弗拉米尼努斯与马尼乌斯·阿基利乌斯,以及埃米利乌斯·保卢斯。他们中一人将安条克驱逐出希腊,另外几人击败了马其顿诸王,不仅对希腊圣所秋毫无犯,反而增赐了赠礼、崇敬和极高的尊严。

§12.7

ἀλλʼ ἐκεῖνοι μὲν ἀνδρῶν τε σωφρόνων καὶ μεμαθηκότων σιωπῇ τοῖς ἄρχουσι παρέχειν τὰς χεῖρας ἡγούμενοι κατὰ νόμον, αὐτοί τε ταῖς ψυχαῖς βασιλικοὶ καὶ ταῖς δαπάναις εὐτελεῖς ὄντες, μετρίοις ἐχρῶντο καὶ τεταγμένοις ἀναλώμασι, τὸ κολακεύειν τούς στρατιώτας αἴσχιον ἡγούμενοι τοῦ δεδιέναι τούς πολεμίους· οἱ δὲ τότε στρατηγοὶ βίᾳ τὸ πρωτεῖον, οὐκ ἀρετῇ, κτώμενοι, καὶ μᾶλλον ἐπʼ ἀλλήλους δεόμενοι τῶν ὅπλων ἢ τούς πολεμίους, ἠναγκάζοντο δημαγωγεῖν ἐν τῷ στρατηγεῖν, εἶθʼ ὧν εἰς τὰς ἡδυπαθείας τοῖς στρατευομένοις ἀνήλισκον ὠνούμενοι τούς πόνους αὑτῶν,2 ἔλαθον ὤνιον ὅλην τήν πατρίδα ποιήσαντες ἑαυτούς τε δούλους τῶν κακίστων ἐπὶ τῷ τῶν βελτιόνων ἄρχειν. ταῦτα ἐξήλαυνε Μάριον, εἶτʼ αὖθις ἐπὶ Σύλλαν κατῆγε, ταῦτα Ὀκταουΐου τούς περὶ Κίνναν, ταῦτα Φλάκκου τούς περὶ Φιμβρίαν αὐτόχειρας ἐποίησεν.3

然而昔日的将领们,依法统领的是克制守礼、懂得默默顺从长官号令的军士,他们自己精神高贵、开销节俭,支用适度而固定的钱财,认为讨好士兵比畏惧敌人更为可耻;而当时的将领们凭暴力而非美德攫取首位,相互之间动用武力甚于对待敌人,被迫在统兵时行煽惑之能事;继而,凭借花在服役者享乐上以收买其劳苦的钱财,他们不知不觉间将整个祖国沦为待价而沽的商品,为了统治优秀者而沦为极恶之徒的奴隶。正是这些行径驱逐了马略,随后又引他回来对付苏拉;正是这些行径使秦纳党羽杀害了奥克塔维乌斯,使芬布里亚党羽弑杀了弗拉库斯。

§12.9

ὧν οὐχ ἥκιστα Σύλλας ἐνέδωκεν ἀρχάς, ἐπὶ τῷ διαφθείρειν καὶ μετακαλεῖν τούς ὑπʼ ἄλλοις ταττομένους καταχορηγῶν εἰς τούς ὑφʼ αὑτῷ καὶ δαπανώμενος, ὥστε ἅμα τούς ἄλλους μὲν εἰς προδοσίαν, τούς δὲ ὑφʼ αὑτῷ εἰς ἀσωτίαν διαφθείρων χρημάτων δεῖσθαι πολλῶν, καὶ μάλιστα πρὸς τὴν πολιορκίαν ἐκείνην.

苏拉在极深程度上首开其端,为了腐蚀并招降部署在他人麾下的士兵,向自己手下的兵士大肆挥霍赏赐,以致在同时将他人诱向背叛、将本部诱向挥霍放荡之际,急需大量金钱,尤以应对那场围城战为甚。

语法注3 条
  1. 12.2ἀνασχομένῳ παρῆν

    与格分词 ἀνασχομένῳ 用作表可能性的无人称动词 παρῆν 的逻辑主语(即“对某人而言是可能的”)。此处表达与事实相反的潜在可能:“若他等待不久的时间,他本可攻取……”。

  2. 12.8εἶθʼ ὧν εἰς τὰς ἡδυπαθείας τοῖς στρατευομένοις ἀνήλισκον ὠνούμενοι τοὺς πόνους αὑτῶν

    ὧν 为属格关系代名词,先行词(资财、物品等)被省略,此处作手段或原因属格:“通过他们为了收买士兵的劳苦而在后者的享乐上所挥霍的那些财物”。αὑτῶν 在上下文中指代士兵(τοῖς στρατευομένοις)。

  3. 12.8Ὀκταουΐου τοὺς περὶ Κίνναν, ταῦτα Φλάκκου τοὺς περὶ Φιμβρίαν αὐτόχειρας ἐποίησεν

    双宾补结构(ποιέω + 宾语 + 宾补),τοὺς περὶ Κίνναν 为宾语,αὐτόχειρας 为宾语补足语。属格 Ὀκταουΐου 与 Φλάκκου 是依附于 αὐτόχειρας 的宾格性属格,意为“杀害奥克塔维乌斯的凶手”、“弑杀弗拉库斯的凶手”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:12.1-12.9