← 普鲁塔克

苏拉传

§11.1-11.5

米特拉达梯的扩张与阿基劳斯进犯希腊

米特拉达梯虽在帕加马遭遇凶兆却仍在扩张势力,其部将阿基劳斯进犯希腊并被布雷提乌斯·苏拉击退,随后苏拉随着苏拉的大军开进奉命撤离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

λέγεται δὲ ὑπὸ τάς ἡμέρας ἐκείνας ἐν αἷς ὁ Σύλλας ἀπὸ τῆς Ἰταλίας ἐκίνει τὸν στόλον, ἄλλα τε πολλὰ Μιθριδάτῃ διατρίβοντι περὶ τὸ Πέργαμον ἐπισκῆψαι δαιμόνια, καὶ Νίκην στεφανηφόρον καθιεμένην ὑπὸ τῶν Περγαμηνῶν ἐπʼ αὐτὸν ἔκ τινων ὀργάνων ἄνωθεν ὅσον οὔπω τῆς κεφαλῆς ψαύουσαν1 συντριβῆναι, καὶ τὸν στέφανον ἐκπεσόντα κατὰ τοῦ θεάτρου φέρεσθαι χαμᾶζε διαθρυπτόμενον, ὥστε φρίκην μὲν τῷ δήμῳ, ἀθυμίαν δὲ πολλὴν Μιθριδάτῃ παρασχεῖν, καίπερ αὐτῷ τότε τῶν πραγμάτων ἐλπίδος πέρα προχωρούντων.

据说就在苏拉正由意大利启航舰队的那些日子里,许多神意凶兆降临在滞留于帕加马附近的米特拉达梯身上。尤其是帕加马人通过某种机械装置从上方降向他的一尊持花冠的胜利女神像,在几乎就要触及他头颅之际粉碎,花冠跌落到剧场中摔碎在地上,以致在民众中引起惊恐,并在米特拉达梯心中造成极大的沮丧,尽管当时他的局势进展远超预期。

§11.2

αὐτὸς μὲν γὰρ Ἀσίαν τε Ῥωμαίων καὶ Βιθυνίαν καὶ Καππαδοκίαν τῶν βασιλέων ἀφῃρημένος ἐν Περγάμῳ καθῆστο, πλούτους καὶ δυναστείας καὶ τυραννίδας διανέμων τοῖς φίλοις, τῶν δὲ παίδων ὁ μὲν ἐν Πόντῳ καὶ Βοσπόρῳ τὴν παλαιὰν ἄχρι τῶν ὑπὲρ τὴν Μαιῶτιν ἀοικήτων ἀρχὴν κατεῖχεν οὐδενὸς παρενοχλοῦντος, Ἀριαράθης δὲ Θρᾴκην καὶ Μακεδονίαν ἐπῄει στρατῷ μεγάλῳ προσαγόμενος, ἄλλους δὲ οἱ στρατηγοὶ τόπους ἐχειροῦντο δυνάμεις ἔχοντες, ὧν ὁ μέγιστος Ἀρχέλαος ταῖς μὲν ναυσὶν ὁμοῦ τι συμπάσης ἐπικρατῶν τῆς θαλάττης τάς τε Κυκλάδας νήσους ἐδουλοῦτο καὶ τῶν ἄλλων ὅσαι Μαλέας ἐντὸς ἵδρυνται,2 καὶ τὴν Εὔβοιαν αὐτὴν εἶχεν, ἐκ δὲ Ἀθηνῶν ὁρμώμενος τὰ μέχρι Θετταλίας ἔθνη τῆς Ἑλλάδος ἀφίστη, μικρὰ προσκρούσας περὶ Χαιρώνειαν.

因为他本人从罗马人手中夺取了亚细亚,从诸王手中夺取了比提尼亚和卡帕多西亚,安坐帕加马,将财富、领地和僭主职位分赐友人;其诸子中,一人毫无干扰地掌控着本都和博斯普鲁斯直至麦奥提斯湖以外无人居住之地的古老国土,阿里阿拉特斯则率领大军进犯色雷斯和马其顿并使其臣服;众将领亦率兵征服其他各地,其中声势最煊赫的阿基劳斯几乎凭舰队掌控了全部海域,奴役了基克拉泽斯群岛以及马勒阿海角以内的其余岛屿,占领了优卑亚本身,并以雅典为基地,策动直至色萨利的希腊各部族反叛,仅在喀罗尼亚附近受挫微许。

§11.4

ἐνταῦθα γὰρ αὐτῷ Βρέττιος Σούρρας ἀπήντησε, πρεσβευτὴς μὲν ὢν Σεντίου, τοῦ στρατηγοῦ τῆς Μακεδονίας, ἀνὴρ δὲ τόλμῃ καὶ φρονήσει διαφέρων, οὗτος Ἀρχελάῳ δίκην ῥεύματος φερομένῳ διὰ τῆς Βοιωτίας ἐπὶ πλεῖστον ἀντιστάς, καὶ τρισὶ μάχαις διαγωνισάμενος περὶ Χαιρώνειαν, ἐξέωσε καὶ συνέστειλε πάλιν ἐπὶ τὴν θάλατταν.

因为在那里,马其顿行政长官森提乌斯的使节布雷提乌斯·苏拉迎击了他;此人胆魄与智慧兼备,面对如山洪般席卷玻俄提亚的阿基劳斯顽强抵挡最久,并在喀罗尼亚附近经历了三场鏖战,将其驱逐并压制回海滨。

§11.5

Λευκίου δὲ Λευκόλλου κελεύσαντος αὐτὸν ὑποχωρεῖν ἐπιόντι Σύλλᾳ καὶ τὸν ἐψηφισμένον ἐκείνῳ ἐᾶν πόλεμον,3 εὐθὺς ἐκλιπὼν τὴν Βοιωτίαν ὀπίσω πρὸς Σέντιον ἀπήλαυνε, καίπερ αὐτῷ τῶν πραγμάτων ἐλπίδος πέρα προχωρούντων καὶ τῆς Ἑλλάδος οἰκείως ἐχούσης πρὸς μεταβολὴν διὰ τὴν ἐκείνου καλοκἀγαθίαν. ἀλλὰ γὰρ Βρεττίῳ μὲν ταῦτα λαμπρότατα τῶν πεπραγμένων.

然而,当卢基乌斯·卢库鲁斯命令他给挺进的苏拉让路、将已由决议授予后者的战事留给他时,他随即撤出玻俄提亚,驰返森提乌斯处,尽管他的局势进展远超预期,且希腊人因他本人的高尚品德而乐于倒戈归附。但这确实是布雷提乌斯一生中最辉煌的事迹。

语法注3 条
  1. 11.1ὅσον οὔπω τῆς κεφαλῆς ψαύουσαν

    成语性副词短语 ὅσον οὔπω 意为“差一点就”、“眼看就要”,修饰分词 ψαύουσαν(“触及”),该分词支配属格宾语 τῆς κεφαλῆς。

  2. 11.3Μαλέας ἐντὸς ἵδρυνται

    介词 ἐντός 支配属格 Μαλέας(马勒阿海角)。地理上指位于马勒阿海角“以内”(即爱琴海与萨罗尼克湾一侧)的诸岛屿。

  3. 11.5τὸν ἐψηφισμένον ἐκείνῳ ἐᾶν πόλεμον

    不定式 ἐᾶν(“听凭、留给”)以 τὸν ... πόλεμον 为直接宾语,完成时被动分词 ἐψηφισμένον(“经投票决议授予的”)带有与格 ἐκείνῳ(“给那个人”,指苏拉)并修饰 πόλεμον,意为“把已决议授予他的战争留给他”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:11.1-11.5