- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:9.1-9.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小居鲁士将资财与辖区全权托付给吕珊德后前往探望其父;吕珊德率海军在阿提卡一带示威,随后转战赫勒斯滂攻陷拉姆普萨科斯,与尾随而至的雅典舰队隔岸对峙。
ὁ δʼ οὖν Κῦρος εἰς Σάρδεις μεταπεμψάμενος τὸν Λύσανδρον, τὰ μὲν ἔδωκε, τὰ δὲ ὑπέσχετο, νεανιευσάμενος εἰς τὴν ἐκείνου χάριν καὶ εἰ μηδὲν ὁ πατὴρ διδῴη καταχορηγήσειν τὰ οἰκεῖα·1 κἂν ἐπιλίπῃ πάντα, κατακόψειν ἔφη τὸν θρόνον ἐφʼ ᾧ καθήμενος ἐχρημάτιζε, χρυσοῦν καὶ ἀργυροῦν ὄντα.
总之,居鲁士将吕珊德召至萨尔狄斯,给予了他一部分钱款,又许诺了另一部分;他为了讨好吕珊德而大放豪言,宣称即便父亲分文不给,他也会倾尽私财来供给军费;甚至扬言假若万物罄尽,他也会砸碎自己平日办理政务时所坐的那张金银制成的宝座。
τέλος δὲ εἰς Μηδίαν ἀναβαίνων πρὸς τὸν πατέρα, τούς τε φόρους ἀπέδειξε τῶν πόλεων λαμβάνειν ἐκεῖνον,2 καὶ τὴν αὑτοῦ διεπίστευσεν ἀρχήν· ἀσπασάμενος δὲ καὶ δεηθεὶς μὴ ναυμαχεῖν Ἀθηναίοις, πρὶν αὐτὸν ἀφικέσθαι πάλιν, ἀφίξεσθαι δὲ ναῦς ἔχοντα πολλὰς ἔκ τε Φοινίκης καὶ Κιλικίας, ἀνέβαινεν ὡς βασιλέα.Λύσανδρος δὲ μήτε ναυμαχεῖν ἀγχωμάλῳ πλήθει δυνάμενος μήτε ἀργὸς καθέζεσθαι μετὰ νεῶν τοσούτων, ἀναχθεὶς ἐνίας προσηγάγετο τῶν νήσων, Αἴγινάν τε καὶ Σαλαμῖνα προσμίξας κατέδραμεν.
最后,当居鲁士准备启程前往米底去见父亲时,他指定吕珊德收取各城邦的贡赋,并将自己的辖区全权托付给他;在与吕珊德拥抱告别之际,他恳求吕珊德在自己返回之前切勿与雅典人进行海战,并保证自己将从腓尼基和基利基亚率领大批战船归来,随后便启程去觐见国王。而吕珊德既无法在兵力相当的情况下决意海战,又不能拥有如此众多的舰船却无所作为,于是率船出海,拉拢了部分岛屿,并在靠拢埃吉纳和萨拉米斯后洗劫了那两地。
εἰς δὲ τὴν Ἀττικὴν ἀποβὰς καὶ τὸν Ἆγιν ἀσπασάμενος, κατέβη γὰρ αὐτὸς ἐκ Δεκελείας πρὸς αὐτόν, ἐπέδειξε τῷ πεζῷ παρόντι τὴν τοῦ ναυτικοῦ ῥώμην, ὡς πλέων ᾗ βούλοιτο, κρατῶν τῆς θαλάττης. οὐ μὴν ἀλλὰ τοὺς Ἀθηναίους αἰσθόμενος διώκοντας αὐτὸν ἄλλῳ δρόμῳ διὰ νήσων ἔφευγεν εἰς τὴν Ἀσίαν.
他登陆阿提卡与阿吉斯会面——因为阿吉斯亲自从德凯莱亚下来迎接他——并向在场的陆军展示了海军的强大军威,表明自己能随心所欲地航行、掌控着海权。不过,当他发觉雅典人正在追赶自己时,便换了另一条航线,穿过诸岛逃往亚洲。
καὶ τὸν Ἑλλήσποντον ἔρημον καταλαβὼν ἐπεχείρει Λαμψακηνοῖς αὐτὸς ἐκ θαλάττης ταῖς ναυσί, Θώραξ δὲ τῷ πεζῷ στρατῷ συνανύσας εἰς τὸ αὐτὸ προσέβαλε τοῖς τείχεσιν. ἑλὼν δὲ τὴν πόλιν κατὰ κράτος διαρπάσαι τοῖς στρατιώταις ἔδωκεν. ὁ δὲ3 τῶν Ἀθηναίων στόλος ὀγδοήκοντα καὶ ἑκατὸν τριήρων ἐτύγχανε μὲν ἄρτι καθωρμισμένος εἰς Ἐλαιοῦντα τῆς Χερρονήσου, πυνθανόμενοι δὲ ἀπολωλέναι τὴν Λάμψακον εὐθὺς εἰς Σηστὸν καταίρουσι.
他发现赫勒斯滂海峡空虚无备,便亲自率舰队从海上向拉姆普萨科斯人发起进攻,而托拉克斯也率陆军赶至同一地点猛攻城墙。他强行攻克该城后,便任由士兵们进行抢掠。雅典的一百八十艘三列桨座战船舰队原本刚刚停泊在切尔索尼斯的埃莱乌斯,但一听说拉姆普萨科斯失陷,便立即驶往塞斯托斯。
κἀκεῖθεν ἐπισιτισάμενοι παρέπλευσαν εἰς Αἰγὸς ποταμούς, ἀντιπέρας τῶν πολεμίων ἔτι ναυλοχούντων περὶ τὴν Λάμψακον. ἐστρατήγουν δὲ τῶν Ἀθηναίων ἄλλοι τε πλείους καὶ Φιλοκλῆς ὁ πείσας ποτὲ ψηφίσασθαι τὸν δῆμον ἀποκόπτειν τὸν δεξιὸν ἀντίχειρα τῶν ἁλισκομένων κατὰ πόλεμον, ὅπως δόρυ μὲν φέρειν μὴ δύνωνται, κώπην δὲ ἐλαύνωσι.
他们在那里补充了给养后,沿海岸驶向羊河,正处于依然停泊在拉姆普萨科斯附近的敌军对面。雅典的将领除其他数人外,还包括菲洛克勒斯,就是他曾说服民众通过决议:将战俘的右手大拇指砍掉,好让他们无法执矛,却仍能划桨。
- 9.1νεανιευσάμενος εἰς τὴν ἐκείνου χάριν καὶ εἰ μηδὲν ὁ πατὴρ διδῴη καταχορηγήσειν τὰ οἰκεῖα
分词 νεανιευσάμενος(“大放豪言”)在间接引语中统领将来时不定词 καταχορηγήσειν(提供私财)。条件从句 εἰ μηδὲν ὁ πατὴρ διδῴη 中的祈愿语气 διδῴη 属于受过去时主句统领的间接祈愿语气(optativus obliquus),在直接引语中原本为假设条件从句的连接法(ἐὰν μηδὲν ... διδῷ)。
- 9.2τούς τε φόρους ἀπέδειξε τῶν πόλεων λαμβάνειν ἐκεῖνον
动词 ἀπέδειξε(“指定、任命”)带宾格加不定词结构(ἐκεῖνον 搭配 λαμβάνειν)。其中 ἐκεῖνον(吕珊德)是不定词 λαμβάνειν 的逻辑主语,属格 τῶν πόλεων 修饰宾语 τοὺς φόρους,意为“指定他收取各城邦的贡赋”。
- 9.4ὁ δὲ τῶν Ἀθηναίων στόλος ὀγδοήκοντα καὶ ἑκατὸν τριήρων ἐτύγχανε μὲν ἄρτι καθωρμισμένος εἰς Ἐλαιοῦντα τῆς Χερρονήσου, πυνθανόμενοι δὲ
句子的语法主语是单数集合名词 ὁ στόλος(“舰队”),前半句与单数完成体分词 καθωρμισμένος 结合(与 ἐτύγχανε 构成迂回谓语);但在后半句中,分词 πυνθανόμενοι 变为了阳性复数,属于基于语义的一致(constructio ad sensum),指代组成舰队的全体将士。
