← 普鲁塔克

莱桑德传

§10.1-10.5

羊河之役的对峙与阿尔基比亚德的劝告

面对雅典舰队在羊河的连日挑衅,吕珊德坚壁不出以示弱骄敌;阿尔基比亚德赶来规劝雅典将领转移营地,却遭到了傲慢的拒绝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

τότε μὲν οὖν ἀνεπαύοντο πάντες, ἐλπίζοντες εἰς τὴν ὑστεραίαν ναυμαχήσειν. ὁ δὲ Λύσανδρος ἄλλα μὲν διενοεῖτο, προσέταττε δὲ ναύταις καὶ κυβερνήταις, ὡς ἀγῶνος ἅμα ἡμέρᾳ γενησομένου, περὶ ὄρθρον ἐμβαίνειν εἰς τὰς τριήρεις καὶ καθέζεσθαι κόσμῳ καὶ σιωπῇ, δεχομένους τὸ παραγγελλόμενον, ὡς δʼ αὕτως καὶ τὸ πεζὸν ἐν τάξει παρὰ τὴν θάλατταν ἡσυχάζειν.

当时,众人都去歇息,指望次日便能进行海战。然而吕珊德另有打算,他假称天明便将交战,命令水兵和舵手在拂晓时分登上三列桨座战船,整齐而肃静地各就各位,听候指令;同样也命步兵在海滩边列阵伫候,不可轻举妄动。

§10.2

ἀνίσχοντος δὲ τοῦ ἡλίου καὶ τῶν Ἀθηναίων μετωπηδὸν ἁπάσαις ἐπιπλεόντων καὶ προκαλουμένων, ἀντιπρῴρους ἔχων τὰς ναῦς καὶ πεπληρωμένας ἔτι νυκτὸς οὐκ ἀνήγετο, πέμπων δὲ ὑπηρετικὰ παρὰ τὰς πρώτας τῶν νεῶν ἀτρεμεῖν ἐκέλευε καὶ μένειν ἐν τάξει μὴ θορυβουμένους μηδʼ ἀντεκπλέοντας.

太阳升起时,雅典人以全舰队排成一字横队驶来搦战,吕珊德虽然早在夜间就已配齐船员并使船头朝外迎敌,却坚不出战;他派遣巡查的小艇驶往各前沿船只,吩咐他们保持镇静、坚守队列,既不得骚动,也不得擅自出击。

§10.3

οὕτω δὲ περὶ δείλην ἀποπλεόντων ὀπίσω τῶν Ἀθηναίων οὐ πρότερον ἐκ τῶν νεῶν τοὺς στρατιώτας ἀφῆκεν, εἰ μὴ δύο καὶ τρεῖς τριήρεις, ἃς ἔπεμψε κατασκόπους, ἐλθεῖν1 ἰδόντας ἀποβεβηκότας τοὺς πολεμίους. τῇ δʼ ὑστεραίᾳ πάλιν ἐγίνοντο ταῦτα καὶ τῇ τρίτῃ μέχρι τετάρτης, ὥστε πολὺ τοῖς Ἀθηναίοις θράσος ἐγγενέσθαι καὶ καταφρόνησιν ὡς δεδιότων καὶ συνεσταλμένων τῶν πολεμίων.2

就这样,傍晚时分雅典人返航时,吕珊德仍未让士兵下船,直到他派作斥候的两三艘战船探看敌人已经登岸并返回复命为止。次日亦是如此,第三天直至第四天依然如此,以至于雅典人产生了极大的骄狂,轻视敌军,以为对方胆怯退缩。

§10.4

ἐν τούτῳ δὲ Ἀλκιβιάδης (ἐτύγχανε γὰρ περὶ Χερρόνησον ἐν τοῖς ἑαυτοῦ τείχεσι διαιτώμενος) ἵππῳ προσελάσας πρὸς τὸ στράτευμα τῶν Ἀθηναίων ᾐτιᾶτο τοὺς στρατηγοὺς πρῶτον μὲν οὐ καλῶς οὐδʼ ἀσφαλῶς στρατοπεδεύειν ἐν αἰγιαλοῖς δυσόρμοις καὶ ἀναπεπταμένοις· ἔπειτα πόρρωθεν ἐκ Σηστοῦ τὰ ἐπιτήδεια λαμβάνοντας ἁμαρτάνειν, δέον3 εἰς λιμένα καὶ πόλιν Σηστὸν διʼ ὀλίγου περιπλεύσαντας, ἀπωτέρω γενέσθαι τῶν πολεμίων ἐφορμούντων στρατεύματι μοναρχουμένῳ καὶ πάντα πρὸς φόβον ὀξέως ἀπὸ συνθήματος ὑπηρετοῦντι. ταῦτα δὲ αὐτοῦ διδάσκοντος οὐκ ἐπείθοντο, Τυδεὺς δὲ καὶ πρὸς ὕβριν ἀπεκρίνατο, φήσας οὐκ ἐκεῖνον, ἀλλʼ ἑτέρους στρατηγεῖν.

就在这时,阿尔基比亚德(他当时正巧住在切尔索尼斯附近自己的城堡里)骑马赶到雅典军营,首先斥责将领们把营寨扎在缺乏良好泊位且开敞无蔽的海滩上,既不恰当也不安全;其次又指责他们舍近求远地从塞斯托斯运取给养乃是失策,他们本应绕航不远前往塞斯托斯这个兼具海港与城池之所,从而与在旁窥伺的敌军拉开距离——更何况那支敌军受一人统辖,出于畏惧而凡事闻令即动。尽管他如此指陈利害,将领们却不肯听从,堤丢斯甚至傲慢地反驳道,如今执掌将印的是别人,而不是他。

语法注3 条
  1. 10.3οὐ πρότερον ... εἰ μὴ ... ἐλθεῖν

    否定比较结构 οὐ πρότερον 之后接续了 εἰ μή 搭配不定式(ἐλθεῖν)的句式。通常情况下此处多用 πρίν 搭配不定式或 εἰ μή 搭配限定动词,但此处 οὐ πρότερον ... εἰ μή 整体起到表示时间或条件的连词短语作用(“在……之前不/直到……才”),并统领带宾格主语(δύο καὶ τρεῖς τριήρεις,分词 ἰδόντας 按意义与船员保持性数一致)的不定式 ἐλθεῖν。

  2. 10.3ὡς δεδιότων καὶ συνεσταλμένων τῶν πολεμίων

    由 ὡς 引出的属格绝对结构(genitive absolute),并非陈述客观事实,而是表达雅典人主观上的判断与成见(“以为敌人胆怯退缩”)。

  3. 10.5δέον

    非人称动词 δεῖ 的中性单数宾格分词,构成宾格绝对结构(accusative absolute)。承接上文的 ᾐτιᾶτο ... ἁμαρτάνειν(指责其犯错),表示本应如此的对立情况(“本应当……”)。分词 περιπλεύσαντας 及不定式 γενέσθαι 的逻辑主语(雅典军及将领)承接上文采用宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:10.1-10.5