← 普鲁塔克

莱桑德传

§8.1-8.4

米利都的阴谋与吕珊德对待誓言的态度

记述了吕珊德在米利都假意和解却暗中煽动内讧以诱杀平民派领袖的诡计,以及他将誓言视为欺诈手段的狂妄言论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

τοιαῦτα δὲ αὐτοῦ καὶ τὰ περὶ Μίλητον ἱστόρηται. τῶν γὰρ φίλων καὶ ξένων, οἷς ὑπέσχετο συγκαταλύσειν τε τὸν δῆμον καὶ συνεκβαλεῖν τοὺς διαφόρους, μεταβαλομένων καὶ διαλλαγέντων τοῖς ἐχθροῖς, φανερῶς μὲν ἥδεσθαι προσεποιεῖτο καὶ συνδιαλλάττειν, κρύφα δὲ λοιδορῶν αὐτοὺς καὶ κακίζων παρώξυνεν ἐπιθέσθαι τοῖς πολλοῖς.

关于他在米利都的所作所为,亦有类似的记载。因为他的友人和客盟者们——他曾向他们许诺要协助推翻平民政体并驱逐其反对者——在改变心意并与仇敌和解之后,吕珊德表面上假装为此感到高兴并促成和解,暗地里却辱骂并斥责他们,煽动他们去袭击大众。

§8.2

ὡς δὲ ᾔσθετο γινομένην τὴν ἐπανάστασιν, ὀξέως βοηθήσας καὶ παρεισελθὼν εἰς τὴν πόλιν οἷς πρώτοις ἐπιτύχοι τῶν νεωτεριζόντων1 ἐχαλέπαινε τῇ φωνῇ καὶ προσῆγε τραχυνόμενος ὡς ἐπιθήσων δίκην αὐτοῖς, τοὺς δὲ ἄλλους ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἔτι προσδοκᾶν δεινὸν αὐτοῦ παρόντος.

当他察觉到叛乱已经爆发时,便迅速赶往救援并潜入城中,对他最先遇见的那些叛乱分子厉声呵斥,态度粗暴地逼近,仿佛要惩处他们一般;而对其他人,他则叫他们放心,既然有他在场,就不必再担心会有什么灾难发生。

§8.3

ὑπεκρίνετο δὲ ταῦτα καὶ διεποίκιλλε, τοὺς δημοτικωτάτους καὶ κρατίστους βουλόμενος μὴ φεύγειν, ἀλλʼ ἀποθανεῖν ἐν τῇ πόλει μείναντας. ὃ καὶ συνέβη· πάντες γὰρ ἀπεσφάγησαν οἱ καταπιστεύσαντες.ἀπομνημονεύεται δὲ ὑπὸ Ἀνδροκλείδου λόγος πολλήν τινα κατηγορῶν τοῦ Λυσάνδρου περὶ τοὺς ὅρκους εὐχέρειαν.

他之所以进行这番表演和欺瞒,是希望平民派中最为得力和杰出的人物不要逃跑,而是留在此城中送命。事情果然如此发生,因为所有轻信了他的人全遭屠杀。安德罗克莱德斯还记述了一段话,指责吕珊德对待誓言极为轻慢。

§8.4

ἐκέλευε γάρ, ὥς φησι, τοὺς μὲν παῖδας ἀστραγάλοις, τοὺς δὲ ἄνδρας ὅρκοις ἐξαπατᾶν, ἀπομιμούμενος Πολυκράτη τὸν Σάμιον, οὐκ ὀρθῶς τύραννον στρατηγός,2 οὐδὲ Λακωνικὸν τὸ χρῆσθαι τοῖς θεοῖς ὥσπερ τοῖς πολεμίοις,3 μᾶλλον δὲ ὑβριστικώτερον. ὁ γὰρ ὅρκῳ παρακρουόμενος τὸν μὲν ἐχθρὸν ὁμολογεῖ δεδιέναι, τοῦ δὲ θεοῦ καταφρονεῖν.

因为据他所说,吕珊德教唆人们用羊拐骨欺骗孩童,用誓言欺骗成年男子;他这是在效仿萨摩斯的波利克拉特斯——身为将领去模仿僭主本就不当,而把诸神视同敌人来对待也绝非斯巴达人的作风,毋宁说是更为傲慢无礼。因为借誓言行欺骗之人,实际上承认了自己畏惧敌人,却轻慢了神明。

语法注3 条
  1. 8.2οἷς πρώτοις ἐπιτύχοι τῶν νεωτεριζόντων

    关系代词从句中吸收了先行词成分的结构(相当于 τούτοις τῶν νεωτεριζόντων, οἷς πρώτοις ἐπιτύχοι)。动词 ἐπιτύχοι 为表示过去反复或泛指情况的祈愿语气(optative of indefinite frequency),指“他在叛乱者中碰巧最先遇到的那些人”。

  2. 8.4οὐκ ὀρθῶς τύραννον στρατηγός

    承接前文分词短语 ἀπομιμούμενος 而省略谓语动词(或分词)的紧缩对仗句。宾格 τύραννον 与主格 στρατηγός 形成鲜明对比,意为“身为将领(效仿)僭主,实属不当”。

  3. 8.4οὐδὲ Λακωνικὸν τὸ χρῆσθαι τοῖς θεοῖς ὥσπερ τοῖς πολεμίοις

    带冠词的不定式短语 τὸ χρῆσθαι τοῖς θεοῖς ὥσπερ τοῖς πολεμίοις 作句子主语,表语形容词 Λακωνικόν 后省略了系动词(ἦν),意为“将神明视同敌人般对待并非斯巴达人所当为”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:8.1-8.4