← 普鲁塔克

莱桑德传

§7.1-7.4

吕珊德重揽实权与其功利权谋

卡利克拉提达斯在阿吉纽西海战阵亡后,斯巴达应盟友和居鲁士的请求变通法令,使吕珊德以副官之名重掌大权,文中凸显了他与前任高尚品格相对立的权谋与实用主义战法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἀλλὰ Καλλικρατίδας μὲν ἄξια τῆς Λακεδαίμονος διανοηθείς, καὶ γενόμενος τοῖς ἄκροις ἐνάμιλλος τῶν Ἑλλήνων διὰ δικαιοσύνην καὶ μεγαλοψυχίαν καὶ ἀνδρείαν, μετʼ οὐ πολὺν χρόνον ἐν Ἀργινούσαις καταναυμαχηθεὶς ἠφανίσθη. τῶν δὲ πραγμάτων ὑποφερομένων οἱ σύμμαχοι πρεσβείαν πέμποντες εἰς Σπάρτην ᾐτοῦντο Λύσανδρον ἐπὶ τὴν ναυαρχίαν, ὡς πολὺ προθυμότερον ἀντιληψόμενοι τῶν πραγμάτων ἐκείνου στρατηγοῦντος.1

然而,卡利克拉提达斯虽怀有不负拉刻代蒙的抱负,并因其公正、豁达和英勇而足以媲美最卓越的希腊人,却在不久之后于阿吉纽西的海战中战败并丧生。随着局势的恶化,同盟各邦派遣使团前往斯巴达,请求任命吕珊德出任海军司令,认为若由他统率,他们将更加积极振作地应对战局。

§7.2

τὰ δὲ αὐτὰ καὶ Κῦρος ἀξιῶν ἐπέστελλεν. ἐπεὶ δὲ νόμος ἦν οὐκ ἐῶν δὶς τὸν αὐτὸν ναυαρχεῖν, ἐβούλοντό τε χαρίζεσθαι τοῖς συμμάχοις οἱ Λακεδαιμόνιοι, τὸ μὲν ὄνομα τῆς ναυαρχίας Ἀράκῳ τινὶ περιέθεσαν, τὸν δὲ Λύσανδρον ἐπιστολέα τῷ λόγῳ, τῷ δʼ ἔργῳ κύριον ἁπάντων ἐξέπεμψαν. τοῖς μὲν οὖν πλείστοις τῶν πολιτευομένων καὶ δυναμένων ἐν ταῖς πόλεσι πάλαι ποθούμενος ἧκεν· ἤλπιζον γὰρ ἔτι μᾶλλον ἰσχύσειν διʼ αὐτοῦ παντάπασι τῶν δήμων καταλυθέντων·

居鲁士亦致信提出了同样的请求。但是,由于法律不容许同一人两度担任海军司令,而拉刻代蒙人又希望迎合盟友,于是他们便将海军司令的头衔安在了一位名叫阿拉库斯的人头上,而派出吕珊德,名义上为副职,实际上却拥有统驭一切的大权。因此,他在各城邦从政当权的大多数人久已期盼的目光中到来了;因为他们寄希望于通过他彻底废除平民政制,从而使自己更加掌权。

§7.3

τοῖς δὲ τὸν ἁπλοῦν καὶ γενναῖον ἀγαπῶσι τῶν ἡγεμόνων τρόπον, ὁ Λύσανδρος τῷ Καλλικρατίδᾳ παραβαλλόμενος ἐδόκει πανοῦργος εἶναι καὶ σοφιστής, ἀπάταις τὰ πολλὰ διαποικίλλων τοῦ πολέμου καὶ τὸ δίκαιον ἐπὶ τῷ λυσιτελοῦντι μεγαλύνων, εἰ δὲ μή, τῷ συμφέροντι χρώμενος ὡς καλῷ,2 καὶ τὸ ἀληθὲς οὐ φύσει τοῦ ψεύδους κρεῖττον ἡγούμενος, ἀλλʼ ἑκατέρου τῇ χρείᾳ τὴν τιμὴν ὁρίζων.

然而,在那些崇尚领袖淳朴崇高风范的人看来,吕珊德与卡利克拉提达斯相比,则显得狡诈而似一名诡辩家;他在战事的大部分时候都饰以欺诈手段,在有利可图时便宣扬正义,若非如此,则将利害权宜视为美德,且认为真理本质上并不比谎言更高明,而是依各自的功用来衡量其价值。

§7.4

τῶν δʼ ἀξιούντων μὴ πολεμεῖν μετὰ δόλου τοὺς ἀφʼ Ἡρακλέους γεγονότας καταγελᾶν ἐκέλευεν·3 ὅπου γὰρ ἡ λεοντῆ μὴ ἐφικνεῖται, προσραπτέον ἐκεῖ τὴν ἀλωπεκῆν.

而对于那些认为赫拉克勒斯的后裔不应当用阴谋进行战争的人,他叫人嘲笑他们,并说道: “因为狮子皮够不到的地方,就必须在那里缝补上一块狐狸皮。”

语法注3 条
  1. 7.1ὡς πολὺ προθυμότερον ἀντιληψόμενοι τῶν πραγμάτων ἐκείνου στρατηγοῦντος

    连词 ὡς 配合主格未来分词 ἀντιληψόμενοι 依附于主动词 ᾐτοῦντο,表示同盟者派遣使团时的主观意图或理由;其后的属格绝对结构 ἐκείνου στρατηγοῦντος 则充当该行动的前提条件。

  2. 7.3τὸ δίκαιον ἐπὶ τῷ λυσιτελοῦντι μεγαλύνων, εἰ δὲ μή, τῷ συμφέροντι χρώμενος ὡς καλῷ

    对比结构:ἐπὶ τῷ λυσιτελοῦντι 表明条件或根据(“在有利可图时”),其后的固定成语 εἰ δὲ μή 表示“若非如此/否则”;ὡς καλῷ 则充当宾语补足成分,意为“将利益/权宜视作美善”。

  3. 7.4τῶν δʼ ἀξιούντων μὴ πολεμεῖν μετὰ δόλου τοὺς ἀφʼ Ἡρακλέους γεγονότας καταγελᾶν ἐκέλευεν

    超前语序(倒装)结构:τῶν ἀξιούντων 是动词 καταγελᾶν 所要求的属格宾语(“嘲笑那些主张……的人”),并前置以示强调;τοὺς ἀφʼ Ἡρακλέους γεγονότας 则是不定式 μὴ πολεμεῖν 的逻辑主语(宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:7.1-7.4