← 普鲁塔克

莱桑德传

§6.1-6.7

阻挠卡利克拉提达斯与居鲁士的冷遇

吕珊德将剩余资金退还居鲁士以使卡利克拉提达斯陷入困境,并在就制海权发生言辞交锋后离去;卡利克拉提达斯被迫前往居鲁士处求援却遭到冷遇,激愤之下誓言促成希腊人和解以对抗蛮族。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ὁ δὲ τούτους τε τῷ Καλλικρατίδᾳ δυσμενεστέρους ἐποίει ἔτι μᾶλλον, καὶ τῶν ὑπὸ Κύρου χρημάτων αὐτῷ δεδομένων εἰς τὸ ναυτικὸν τὰ περιόντα πάλιν εἰς Σάρδεις ἀνέπεμψεν, αὐτὸν αἰτεῖν, εἰ βούλοιτο, τὸν Καλλικρατίδαν καὶ σκοπεῖν ὅπως θρέψοι τοὺς στρατιώτας κελεύσας.1

另一方面,吕珊德使这些人对卡利克拉提达斯更加心怀敌意,并且将居鲁士为海军拨给他的剩余钱财又送回了萨底斯,吩咐卡利克拉提达斯若愿意便自己去索要,并由他自己考虑如何供养士兵。

§6.2

τέλος δὲ ἀποπλέων ἐμαρτύρατο πρὸς αὐτὸν ὅτι θαλασσοκρατοῦν τὸ ναυτικὸν παραδίδωσιν. ὁ δὲ βουλόμενος ἐλέγξαι τὴν φιλοτιμίαν ἀλαζονικὴν καὶ κενὴν οὖσαν, οὐκοῦν, ἔφη, λαβὼν ἐν ἀριστερᾷ Σάμον καὶ περιπλεύσας εἰς Μίλητον ἐκεῖ μοι παράδος τὰς τριήρεις· δεδιέναι γὰρ οὐ χρὴ παραπλέοντας ἡμᾶς τοὺς ἐν Σάμῳ πολεμίους, εἰ θαλασσοκρατοῦμεν.

最后在他启航之际,他对卡利克拉提达斯声明,自己移交的是一支掌握着制海权的海军。然而卡利克拉提达斯想要揭穿这种野心乃是夸大和虚妄的,便说道: “那么,”他说,“把萨摩斯留在左侧,绕航至米利都,并在那里将战船移交给我;因为倘若我们掌握制海权,在萨摩斯的敌人身旁驶过时我们便不应当害怕。”

§6.3

πρὸς ταῦτα εἰπὼν ὁ Λύσανδρος ὅτι οὐκ αὐτός, ἀλλʼ ἐκεῖνος ἄρχοι τῶν νεῶν, ἀπέπλευσεν εἰς Πελοπόννησον, ἐν πολλῇ τὸν Καλλικρατίδαν ἀπορίᾳ καταλιπών. οὔτε γὰρ οἴκοθεν ἀφῖκτο χρήματα κομίζων, οὔτε τὰς πόλεις ἀργυρολογεῖν καὶ βιάζεσθαι μοχθηρὰ πραττούσας ὑπέμεινε.

对此吕珊德回答说,指挥这些舰船的不再是他自己,而是卡利克拉提达斯,随后便起航前往伯罗奔尼撒,将卡利克拉提达斯留在了极大的困境之中。因为他既没有从本土带来资金,也不忍心向那些境遇已然苦不堪言的城邦横征暴敛。

§6.4

λοιπὸν οὖν ἦν ἐπὶ θύρας ἰόντα τῶν βασιλέως στρατηγῶν, ὥσπερ Λύσανδρος, αἰτεῖν· πρὸς ὃ πάντων ἀφυέστατος ἐτύγχανεν, ἀνὴρ ἐλευθέριος καὶ μεγαλόφρων, καὶ πᾶσαν ὑφʼ Ἑλλήνων ἧτταν Ἕλλησιν ἡγούμενος εὐπρεπεστέραν εἶναι τοῦ κολακεύειν καὶ φοιτᾶν ἐπὶ θύρας ἀνθρώπων βαρβάρων, πολὺ χρυσίον, ἄλλο δʼ οὐδὲν καλὸν ἐχόντων.

因此,剩下的办法就只有像吕珊德那样,前往国王将领们的府邸前去乞求;而他恰恰是所有人中最不适合做这种事的人,他是一个生性崇尚自由且气宇轩昂的人,认为对于希腊人而言,遭受同胞的任何败局,也比去巴结并出入那些除了大量黄金外别无任何美好品质的蛮族人门第要体面得多。

§6.5

ἐκβιαζόμενος δὲ ὑπὸ τῆς ἀπορίας, ἀναβὰς εἰς Λυδίαν εὐθὺς ἐπορεύετο εἰς τὴν οἰκίαν τοῦ Κύρου, καὶ φράζειν προσέταξεν ὅτι Καλλικρατίδας ὁ ναύαρχος ἥκει διαλεχθῆναι βουλόμενος αὐτῷ. τῶν δʼ ἐπὶ θύραις τινὸς εἰπόντος, ἀλλʼ οὐ σχολὴ νῦν, ὦ ξένε, Κύρῳ· πίνει γάρ, ἀφελέστατά πως ὁ Καλλικρατίδας, οὐδέν, ἔφη, δεινόν· αὐτοῦ γὰρ ἑστὼς ἀναμενῶ, μέχρι πίῃ.

但在困窘的逼迫下,他动身上了吕底亚,径直前往居鲁士的宅邸,并吩咐通报说舰队司令卡利克拉提达斯已经到来,意欲与他交谈。当看门人中有一人说: “但是现在居鲁士没有空闲,外邦人;因为他正在饮酒,”卡利克拉提达斯极为淳朴地回答道: “并无”他说,“大碍;我在此站着等他饮完便是。”

§6.6

τότε μὲν οὖν δόξας ἀγροῖκός τις εἶναι καὶ καταγελασθεὶς ὑπὸ τῶν βαρβάρων ἀπῆλθεν· ἐπεὶ δὲ καὶ δεύτερον ἐλθὼν ἐπὶ θύρας οὐ παρείθη, βαρέως ἐνεγκὼν εἰς Ἔφεσον ᾤχετο, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων2 καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον, ὀμνύων δὲ πρὸς τοὺς παρόντας ἦ μήν, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσειν ὑπὲρ τοῦ διαλυθῆναι τοὺς Ἕλληνας,3 ὡς φοβεροὶ τοῖς βαρβάροις εἶεν αὐτοὶ καὶ παύσαιντο τῆς ἐκείνων ἐπʼ ἀλλήλους δεόμενοι δυνάμεως.

当时他被看作是个乡巴佬,遭到蛮族人的嘲笑而离去;但当他第二次来到门前仍未获准入内时,他愤慨万分地赶往以弗所,不仅对那些最早被蛮族人肆意玩弄、并教会蛮族人因财富而骄横跋扈的人发出了诸多诅咒,更对在场的人发誓保证,只要他一回到斯巴达,就将尽一切努力促成希腊人之间的和解,以便希腊人自身能令蛮族生畏,并停止为了相互攻伐而向蛮族求援。

语法注3 条
  1. 6.1αὐτὸν αἰτεῖν, εἰ βούλοιτο, τὸν Καλλικρατίδαν καὶ σκοπεῖν ὅπως θρέψοι τοὺς στρατιώτας κελεύσας

    不定词 αἰτεῖν 与 σκοπεῖν 受分词 κελεύσας 支配,αὐτὸν τὸν Καλλικρατίδαν为其宾格主语。条件从句中的 εἰ βούλοιτο 及间接疑问句中的 ὅπως θρέψοι 之祈愿语气,皆为从属于过去主时态动词(ἀνέπεμψεν / κελεύσας)的斜法祈愿语气(optative of oblique speech)。

  2. 6.6τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων

    动词 ἐντρυφάω(通常支配与格,意为“肆意侮弄”、“傲慢对待”)在此处作被动态使用。被动态不定过去时分词 ἐντρυφηθεῖσιν 与 ὑπὸ βαρβάρων 搭配,指“最初被蛮族肆意轻慢/骄横对待的人们”。

  3. 6.7ὑπὲρ τοῦ διαλυθῆναι τοὺς Ἕλληνας

    介词 ὑπέρ 搭配属格冠词的不定词 τοῦ διαλυθῆναι,表示目的(“为了……”)。被动态 διαλυθῆναι 在此带有相互/内省的含义,表示消除纷争而“和解”(τοὺς Ἕλληνας 为不定词的宾格主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:6.1-6.7