← 普鲁塔克

莱桑德传

§5.1-5.5

海战胜利与阿尔基比亚德失势

在阿尔基比亚德缺席期间受安提奥库斯挑衅的吕珊德赢得了海战,导致阿尔基比亚德被免职失势。吕珊德在以弗所播下十人统治的种子;当卡利克拉提达斯前来接替时,人们因依恋吕珊德的实利与党争手腕而为他的离去感到沮丧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἐπεὶ δὲ ὁ μὲν Ἀλκιβιάδης εἰς Φωκαίαν ἐκ Σάμου διέπλευσεν ἐπὶ τοῦ στόλου καταλιπὼν Ἀντίοχον τὸν κυβερνήτην, ὁ δὲ Ἀντίοχος οἷον ἐφυβρίζων τῷ Λυσάνδρῳ καὶ θρασυνόμενος ἐπέπλευσε δυσὶ τριήρεσιν εἰς τὸν λιμένα τῶν Ἐφεσίων καὶ παρὰ τὸν ναύσταθμον γέλωτι καὶ πατάγῳ χρώμενος σοβαρῶς παρήλαυνεν, ἀγανακτήσας ὁ Λύσανδρος καὶ κατασπάσας τὸ πρῶτον οὐ πολλὰς τῶν τριήρων ἐδίωκεν αὐτόν, ἰδὼν δὲ αὖ τοὺς Ἀθηναίους βοηθοῦντας ἄλλας ἐπλήρου, καὶ τέλος ἐναυμάχουν συμπεσόντες.

当阿尔基比亚德离开萨摩斯航往福西亚,留下舵手安提奥库斯掌管舰队时,安提奥库斯似乎为了侮辱吕珊德并夸耀胆识,竟率领两艘三列桨座战船驶入以弗所人的海港,在海军船坞旁伴随着嘲笑和喧闹傲慢地划行而过。吕珊德被激怒了,起初只拖下少数几艘战船下水追击他;但看到雅典人也纷纷前来救援时,他便充实了更多的战船,最终双方交锋,展开了一场海战。

§5.2

ἐνίκα δὲ Λύσανδρος, καὶ πεντεκαίδεκα τριήρεις λαβὼν ἔστησε τρόπαιον. ἐπὶ τούτῳ τὸν Ἀλκιβιάδην ὁ μὲν ἐν ἄστει δῆμος ὀργισθεὶς ἀπεχειροτόνησεν, ὑπὸ δὲ τῶν ἐν Σάμῳ στρατιωτῶν ἀτιμαζόμενος καὶ κακῶς ἀκούων ἀπέπλευσεν εἰς Χερρόνησον ἐκ τοῦ στρατοπέδου. ταύτην μὲν οὖν τὴν μάχην, καίπερ οὐ μεγάλην τῇ πράξει γενομένην, ἡ τύχη διʼ Ἀλκιβιάδην ὀνομαστὴν ἐποίησεν.

吕珊德赢得了胜利,俘获了十五艘战船,并立起了战胜纪念碑。为此,城里的雅典民众勃然大怒,投票免去了阿尔基比亚德的职务;而在萨摩斯的士兵们中遭受鄙视和恶评的阿尔基比亚德,也离开军营航往了赫尔松尼苏斯。因此,这场战役虽然就其实际行动而言并不重大,命运却因阿尔基比亚德而使它闻名遐迩。

§5.3

ὁ δὲ Λύσανδρος ἀπὸ τῶν πόλεων εἰς Ἔφεσον μεταπεμπόμενος οὓς ἑώρα μάλιστα ταῖς τε τόλμαις καὶ τοῖς φρονήμασιν ὑπὲρ τοὺς πολλοὺς ὄντας, ἀρχὰς ὑπέσπειρε τῶν ὕστερον ἐπʼ αὐτοῦ γενομένων δεκαδαρχιῶν καὶ νεωτερισμῶν, προτρέπων καὶ παροξύνων ἑταιρικὰ συνίστασθαι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγμασιν, ὡς ἅμα τῷ καταλυθῆναι τοὺς Ἀθηναίους τῶν τε δήμων ἀπαλλαξομένους καὶ δυναστεύσοντας ἐν ταῖς πατρίσι.1

另一方面,吕珊德从各个城邦召集那些在他看来胆识和志向最凌驾于大众之上的人到以弗所,暗中播下了日后在他治下所建立的十人统治与政局变革的种子;他劝勉并激发他们组织党社、专注于政事,理由是一旦雅典人被推翻,他们就能摆脱民主政体,并在各自的城邦中独揽大权。

§5.4

τούτων δὲ τὴν πίστιν ἑκάστῳ διʼ ἔργων παρεῖχε, τοὺς ἤδη γεγονότας φίλους αὐτῷ καὶ ξένους εἰς μεγάλα πράγματα καὶ τιμὰς καὶ στρατηγίας ἀνάγων, καὶ συναδικῶν καὶ συνεξαμαρτάνων αὐτὸς ὑπὲρ τῆς ἐκείνων πλεονεξίας, ὥστε προσέχειν ἅπαντας αὐτῷ καὶ χαρίζεσθαι καὶ ποθεῖν, ἐλπίζοντας οὐδενὸς ἀτυχήσειν τῶν μεγίστων ἐκείνου κρατοῦντος.

他通过实际行动向每个人证实了这一点:他将那些已经成为自己朋友和宾客的人提拔到重大的事业、荣誉和将领职位上,为了他们的利益甚至亲自与他们共同行不义之事、共同犯错,以致所有人都专注投靠他、逢迎他并渴求他,指望只要他掌权,就绝不会与任何最大的奖赏失之交臂。

§5.5

διὸ καὶ Καλλικρατίδαν οὔτʼ εὐθὺς ἡδέως εἶδον ἐλθόντα τῷ Λυσάνδρῳ διάδοχον τῆς ναυαρχίας, οὔτε, ὡς ὕστερον διδοὺς πεῖραν ἀνὴρ ἐφαίνετο πάντων ἄριστος καὶ δικαιότατος, ἠρέσκοντο τῷ τρόπῳ τῆς ἡγεμονίας2 ἁπλοῦν τι καὶ Δώριον ἐχούσης καὶ ἀληθινόν. ἀλλὰ τούτου μὲν τὴν ἀρετὴν ὥσπερ ἀγάλματος ἡρωϊκοῦ κάλλος ἐθαύμαζον, ἐπόθουν δὲ τὴν ἐκείνου σπουδὴν3 καὶ τὸ φιλέταιρον καὶ χρειῶδες ἐζήτουν, ὥστε ἀθυμεῖν ἐκπλέοντος αὐτοῦ καὶ δακρύειν.

正因如此,当卡利克拉提达斯作为吕珊德在舰队司令职位上的继任者到来时,他们起初并未乐意相迎;后来,即便通过考验表明卡利克拉提达斯是所有人中最卓越、最公正之人,他们也不喜欢他那具有朴素、多利安式且真挚特征的领导方式。他们虽然钦佩卡利克拉提达斯的美德,犹如赞美英雄雕像的英姿,却依然怀念吕珊德的热情,追寻他的党团义气和实用性,以致在吕珊德起航离开时,他们感到心灰意冷,甚至落下了眼泪。

语法注3 条
  1. 5.3ὡς ἅμα τῷ καταλυθῆναι τοὺς Ἀθηναίους τῶν τε δήμων ἀπαλλαξομένους καὶ δυναστεύσοντας ἐν ταῖς πατρίσι

    由 ὡς 引导的将来时分词(ἀπαλλαξομένους, δυναστεύσοντας)表达与前面的动词 προτρέπων καὶ παροξύνων(“劝勉并激励”)相联系的主观理由或托辞。分词在宾格上与前文被召集的人(οὓς ... ὄντας)保持一致。短语 ἅμα τῷ καταλυθῆναι 是介词 ἅμα 搭配带冠词的不定词与格,构成了表示时间同时性的结构(“一旦……同时”)。

  2. 5.5οὔτε, ὡς ὕστερον διδοὺς πεῖραν ἀνὴρ ἐφαίνετο πάντων ἄριστος καὶ δικαιότατος, ἠρέσκοντο τῷ τρόπῳ τῆς ἡγεμονίας

    该句的骨干为 οὔτε ... ἠρέσκοντο(“他们也不喜欢”),其中插入了由 ὡς 引导的时间/条件从句(“即使后来,当他证明自己是……”)。成语性分词短语 διδοὺς πεῖραν 意为“经受检验 / 证明自己”,作主格补语的述语形容词 ἄριστος καὶ δικαιότατος 与系动词 ἐφαίνετο 相连。

  3. 5.5ἀλλὰ τούτου μὲν τὴν ἀρετὴν ... ἐθαύμαζον, ἐπόθουν δὲ τὴν ἐκείνου σπουδὴν

    指示代词 τούτου(指较近的前项,即卡利克拉提达斯)与 ἐκείνου(远指,即前任司令吕珊德)形成鲜明对照。μὲν ... δὲ 对仗清晰地呈现了人们对卡利克拉提达斯崇高美德的客观赞赏,与对吕珊德派系热忱的依恋和渴望之间的反差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:5.1-5.5