← 普鲁塔克

莱桑德传

§4.1-4.5

会晤居鲁士与为水兵争取加薪

吕珊德在萨迪斯与居鲁士会晤并深得其赏识,成功为水手争取到加薪,从而削弱了雅典舰队,但他依然畏惧阿尔基比亚德而不敢轻易交战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

πυθόμενος δὲ Κῦρον εἰς Σάρδεις ἀφῖχθαι τὸν βασιλέως υἱόν, ἀνέβη διαλεξόμενος αὐτῷ καὶ Τισαφέρνου κατηγορήσων, ὃς ἔχων πρόσταγμα Λακεδαιμονίοις βοηθεῖν καὶ τῆς θαλάσσης ἐξελάσαι τοὺς Ἀθηναίους, ἐδόκει διʼ Ἀλκιβιάδην ὑφιέμενος ἀπρόθυμος εἶναι καὶ γλίσχρως χορηγῶν τὸ ναυτικὸν φθείρειν.

得知国王之子居鲁士已抵达萨迪斯后,吕珊德便动身前往内地与他面谈,并控告提萨斐尼。提萨斐尼虽奉命援助拉刻代蒙人并把雅典人逐出大海,却因阿尔基比亚德的影响而被认为消极怠工、毫无热情,并通过吝啬的补给毁坏了舰队。

§4.2

ἦν δὲ καὶ Κύρῳ βουλομένῳ τὸν Τισαφέρνην ἐν αἰτίαις εἶναι1 καὶ κακῶς ἀκούειν, πονηρὸν ὄντα καὶ πρὸς αὐτὸν ἰδίᾳ διαφερόμενον. ἔκ τε δὴ τούτων καὶ τῆς ἄλλης συνδιαιτήσεως ὁ Λύσανδρος ἀγαπηθεὶς καὶ τῷ θεραπευτικῷ μάλιστα τῆς ὁμιλίας ἑλὼν τὸ μειράκιον ἐπέρρωσε πρὸς τὸν πόλεμον.

此外,居鲁士也正乐于看到提萨斐尼遭受指责与名声狼藉,因为此人是个恶棍,且与他个人素有嫌隙。于是,由于这些缘故以及日常的相处,吕珊德深得喜爱,尤其以善于迎合奉承的辞令俘获了这个年轻人的心,激励他积极投身战争。

§4.3

ἐπεὶ δὲ ἀπαλλάττεσθαι βουλόμενον αὐτὸν ἑστιῶν ὁ Κῦρος ἠξίου μὴ διωθεῖσθαι τὰς παρʼ αὐτοῦ φιλοφροσύνας, ἀλλʼ αἰτεῖν ὃ βούλοιτο καὶ φράζειν ὡς οὐδενὸς ἁπλῶς ἀποτευξόμενον,2 ὑπολαβὼν ὁ Λύσανδρος, ἐπεὶ τοίνυν, εἶπεν, οὕτως ἔχεις, ὦ Κῦρε, προθυμίας, αἰτοῦμαί σε καὶ παρακαλῶ προσθεῖναι τῷ μισθῷ τῶν ναυτῶν ὀβολόν, ὅπως τετρώβολον ἀντὶ τριωβόλου λαμβάνωσιν.

在设宴款待正准备告辞的吕珊德时,居鲁士恳请他不要推辞自己的情谊,而是要求他想要的一切并说出来,断言他绝不会落空;吕珊德随即接话道: “既然如此,居鲁士,你怀有这样的热情,我请求并恳求你,给水手们的薪资增加一个奥博尔,使他们领到四个奥博尔而非三个。”

§4.4

ἡσθεὶς οὖν ὁ Κῦρος ἐπὶ τῇ φιλοτιμίᾳ τοῦ ἀνδρὸς μυρίους αὐτῷ δαρεικοὺς ἔδωκεν, ἐξ ὧν ἐπιμετρήσας τὸν ὀβολὸν τοῖς ναύταις καὶ λαμπρυνάμενος ὀλίγῳ χρόνῳ τὰς ναῦς τῶν πολεμίων κενὰς ἐποίησεν. ἀπεφοίτων γὰρ οἱ πολλοὶ πρὸς τοὺς πλέον διδόντας, οἱ δὲ μένοντες ἀπρόθυμοι καὶ στασιώδεις ἐγίνοντο καὶ κακὰ παρεῖχον ὁσημέραι τοῖς στρατηγοῖς.

居鲁士对这人的气魄大为赏识,便给了他一万大流克金币。吕珊德以此给水手们补发了一个奥博尔,慷慨解囊,短时间内便让敌人的战船空空如也。因为大多数人都投奔出价更高的一方,而留下的人也变得消极且易起骚乱,每天都给将领们惹麻烦。

§4.5

οὐ μὴν ἀλλὰ καίπερ οὕτως περισπάσας καὶ κακώσας τοὺς πολεμίους ὁ Λύσανδρος ὠρρώδει ναυμαχεῖν, δραστήριον ὄντα τὸν Ἀλκιβιάδην καὶ νεῶν πλήθει περιόντα καὶ μάχας καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς ἐκεῖνο χρόνου πάσας ἀήττητον ἠγωνισμένον δεδοικώς.3

尽管如此,虽然已经这样分化并削弱了敌人,吕珊德依然畏惧进行海战,因为他害怕阿尔基比亚德——此人精力充沛,拥有数量占优的战船,且直到那时为止无论在陆地还是海上所经历的战役全部保持不败。

语法注3 条
  1. 4.2ἦν δὲ καὶ Κύρῳ βουλομένῳ τὸν Τισαφέρνην ἐν αἰτίαις εἶναι

    分词 βουλομένῳ 与与格名词 Κύρῳ 一致,构成表示意愿的习惯句式(与格搭配表示意愿的分词/形容词),意为“正合居鲁士之意”或“居鲁士乐见”。不定式短语 τὸν Τισαφέρνην ἐν αἰτίαις εἶναι 作为该意愿的具体内容。

  2. 4.3ὡς οὐδενὸς ἁπλῶς ἀποτευξόμενον

    连词 ὡς 与阳性单数宾格未来分词 ἀποτευξόμενον 连用,修饰句首的代词 αὐτόν(指吕珊德),表述居鲁士主观的许诺与确信:“向他断言他绝不会空手而归”。

  3. 4.5δραστήριον ὄντα τὸν Ἀλκιβιάδην καὶ νεῶν πλήθει περιόντα καὶ μάχας καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς ἐκεῖνο χρόνου πάσας ἀήττητον ἠγωνισμένον δεδοικώς

    表原因的分词 δεδοικώς 依附于主动词 ὠρρώδει,支配宾格名词 τὸν Ἀλκιβιάδην 及其并列的三个分词短语(ὄντα、περιόντα、ἠγωνισμένον)。形容词 ἀήττητον 作为表语性修饰语,形容阿尔基比亚德作战时的状态(“未尝败绩地”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:4.1-4.5