- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:3.1-3.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于阿尔基比亚德的复出改变了战局,斯巴达派遣吕珊德出任海军统帅;他进驻以弗所,通过兴建船厂和振兴商贸,使该城邦摆脱困境并走向日后的繁荣。
ἐπεὶ δὲ τοῦ Πελοποννησιακοῦ πολέμου μῆκος λαμβάνοντος, καὶ μετὰ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων κακοπραγίαν αὐτίκα μὲν ἐπιδόξων ὄντων ἐκπεσεῖσθαι τῆς θαλάττης, οὐ πολλῷ δὲ ὕστερον ἀπαγορεύσειν παντάπασιν, Ἀλκιβιάδης ἀπὸ τῆς φυγῆς ἐπιστὰς τοῖς πράγμασι μεγάλην μεταβολὴν ἐποίησε καὶ κατέστησε τοὺς ναυτικοὺς ἀγῶνας εἰς ἀντίπαλον1 αὐτοῖς, δείσαντες οὖν οἱ Λακεδαιμόνιοι2 πάλιν καὶ γενόμενοι ταῖς προθυμίαις καινοὶ πρὸς τὸν πόλεμον, ὡς ἡγεμόνος τε δεινοῦ καὶ παρασκευῆς ἐρρωμενεστέρας δεόμενον,3 ἐκπέμπουσιν ἐπὶ τὴν τῆς θαλάττης ἡγεμονίαν Λύσανδρον. γενόμενος δʼ ἐν Ἐφέσῳ, καὶ τὴν πόλιν εὑρὼν εὔνουν μὲν αὑτῷ καὶ λακωνίζουσαν προθυμότατα, πράττουσαν δὲ τότε λυπρῶς καὶ κινδυνεύουσαν ἐκβαρβαρωθῆναι τοῖς Περσικοῖς ἔθεσι διὰ τὰς ἐπιμιξίας, ἅτε δὴ τῆς Λυδίας περικεχυμένης καὶ τῶν βασιλικῶν στρατηγῶν αὐτόθι τὰ πολλὰ διατριβόντων, στρατόπεδον βαλόμενος καὶ τὰ πλοῖα πανταχόθεν ἕλκεσθαι κελεύσας ἐκεῖ τὰ φορτηγά, καὶ ναυπηγίαν τριήρων ἐκεῖ κατασκευασάμενος, ταῖς μὲν ἐμπορίαις τοὺς λιμένας αὐτῶν ἀνέλαβεν, ἐργασίαις δὲ τὴν ἀγοράν, χρηματισμῶν δὲ τοὺς οἴκους καὶ τὰς τέχνας ἐνέπλησεν, ὥστε πρῶτον ἀπʼ ἐκείνου τοῦ χρόνου τὴν πόλιν ἐν ἐλπίδι τοῦ περὶ αὐτὴν νῦν ὄντος ὄγκου καὶ μεγέθους διὰ Λύσανδρον γενέσθαι.
随着伯罗奔尼撒战争的久拖不决,在雅典人于西西里遭遇惨败之后,人们原以为他们会立即失去制海权,并在不久之后彻底投降;然而阿尔基比亚德结束流亡主持大局,带来了巨大的转变,使海战对他们而言处于势均力敌之境;因此,拉刻代蒙人再次陷入恐慌,并对这场战争重燃斗志,认为战事需要一位卓越的统帅和更加强劲的军备,于是派遣吕珊德前往掌管海上霸权。他抵达以弗所后,发现该城邦不仅对自己友好,而且极其热忱地支持斯巴达,但当时境遇悲惨,并且由于相互往来而面临被波斯习俗彻底野蛮化的危险——因为吕底亚环绕着它,大王的将领们也多在此地驻留——,于是他设立营寨,下令将各处的商船运集至此,并在此建造三列桨座战船的造船厂;他通过通商使他们的港口重焕生机,以手工业繁荣了集市,并使家家户户与各行各业都充满了利得,以至于自那时起,该城邦首次因吕珊德而有了指望,去企及如今环绕着它的那种宏大与规模。
- 3.1εἰς ἀντίπαλον
中性单数形容词 ἀντίπαλον 与介词 εἰς 结合而实质化,构成副词性短语,表示结果或达到的状态(“使处于势均力敌之境”)。
- 3.1ἐπεὶ δὲ τοῦ Πελοποννησιακοῦ πολέμου μῆκος λαμβάνοντος ... δείσαντες οὖν οἱ Λακεδαιμόνιοι
由于以 ἐπεὶ 引导的原因/时间从句包含插入的属格独立结构(τοῦ ... πολέμου μῆκος λαμβάνοντος, ὄντων)以及以阿尔基比亚德为主语的限定动词句,句子过于冗长,故在主句开头借由复指/重叙连词 οὖν(resumptive οὖν)重新引出主句的主语与分词(破格句的一种)。
- 3.2ὡς ἡγεμόνος τε δεινοῦ καὶ παρασκευῆς ἐρρωμενεστέρας δεόμενον
由 ὡς 引导的分词结构。此处动词 δέομαι(“需要”,支配属格补足语)的阳性单数宾格分词 δεόμενον 与前面的 τὸν πόλεμον 一致,用以表达主句主语(斯巴达人)的主观判断与动机(“鉴于战争需要一位出色的统帅……”)。
