← 普鲁塔克

莱桑德传

§2.1-2.5

吕珊德的家世性格与清贫中的斯巴达教育

记述了吕珊德的家世、清贫中的成长、斯巴达教育铸就的好胜心、善奉权贵的秉性及晚年的抑郁质,并指出了他自身清廉却使祖国充斥财富的矛盾性格,最后以他对待僭主礼物的轶事作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

λέγεται δὲ ὁ Λυσάνδρου πατὴρ Ἀριστόκλειτος οἰκίας μὲν οὐ γενέσθαι βασιλικῆς, ἄλλως δὲ γένους εἶναι τοῦ τῶν Ἡρακλειδῶν. ἐτράφη δὲ ὁ Λύσανδρος ἐν πενίᾳ, καὶ παρέσχεν ἑαυτὸν εὔτακτον, ὡς εἴ τις ἄλλος, πρὸς τοὺς ἐθισμοὺς καὶ ἀνδρώδη καὶ κρείττονα πάσης ἡδονῆς, πλὴν εἴ τινα τιμωμένοις καὶ κατορθοῦσιν αἱ καλαὶ πράξεις ἐπιφέρουσι. ταύτης δὲ οὐκ αἰσχρόν ἐστιν ἡττᾶσθαι τοὺς νέους ἐν Σπάρτῃ.

据说吕珊德的父亲阿里斯托克莱托斯虽非王族出身,但在世系上仍属于赫拉克勒斯后裔。吕珊德在清贫中长大,他遵奉各种习俗,其循规蹈矩不亚于任何人,勇武刚健且凌驾于一切享乐之上,唯有光荣之举带给受人尊敬与获得成功之人的那份快乐除外。而在斯巴达,青年人降服于这种快乐并不被认为是可耻的。

§2.2

βούλονται γὰρ εὐθὺς ἐξ ἀρχῆς πάσχειν τι τοὺς παῖδας αὐτῶν πρὸς δόξαν, ἀλγυνομένους τε τοῖς ψόγοις καὶ μεγαλυνομένους ὑπὸ τῶν ἐπαίνων· ὁ δὲ ἀπαθὴς καὶ ἀκίνητος ἐν τούτοις ὡς ἀφιλότιμος πρὸς ἀρετὴν καὶ ἀργὸς καταφρονεῖται. τὸ μὲν οὖν φιλότιμον αὐτῷ καὶ φιλόνεικον ἐκ τῆς Λακωνικῆς παρέμεινε παιδείας ἐγγενόμενον, καὶ οὐδέν τι μέγα χρὴ τὴν φύσιν ἐν τούτοις αἰτιᾶσθαι· θεραπευτικὸς δὲ τῶν δυνατῶν μᾶλλον ἢ κατὰ Σπαρτιάτην1 φύσει δοκεῖ γενέσθαι, καὶ βάρος ἐξουσίας διὰ χρείαν ἐνεγκεῖν εὔκολος· ὃ πολιτικῆς δεινότητος οὐ μικρὸν ἔνιοι ποιοῦνται μέρος. Ἀριστοτέλης δὲ τὰς μεγάλας φύσεις ἀποφαίνων μελαγχολικάς, ὡς τὴν Σωκράτους καὶ Πλάτωνος καὶ Ἡρακλέους, ἱστορεῖ καὶ Λύσανδρον οὐκ εὐθύς, ἀλλὰ πρεσβύτερον ὄντα τῇ μελαγχολίᾳ περιπεσεῖν.

因为〔斯巴达人〕从一开始就希望自己的孩子们对名誉有所感应,因受斥责而痛苦,因受赞扬而振奋;凡是在这些方面冷漠麻木、无动于衷的人,都会被鄙视为缺乏对德性的追求且生性懒散。因此,他的好名与好胜之心,是源于拉科尼亚式的教育并留存下来的,在这方面不必过多归咎于他的天性;然而,他似乎天生就比一个斯巴达人所应当具备的更善于侍奉权贵,且为了实际需要而易于承受强权的重压——有些人认为这构成了政治才能中不小的一部分。亚里士多德在阐明凡伟大的天性皆带有抑郁质时(如苏格拉底、柏拉图和赫拉克勒斯),记载道吕珊德也不是立刻、而是在年岁渐长之后陷入了抑郁质。

§2.4

ἴδιον δὲ αὐτοῦ μάλιστα τὸ καλῶς πενίαν φέροντα, καὶ μηδαμοῦ κρατηθέντα μηδὲ διαφθαρέντα χρήμασιν αὐτόν, ἐμπλῆσαι τὴν πατρίδα πλούτου καὶ φιλοπλουτίας καὶ παῦσαι θαυμαζομένην ἐπὶ τῷ μὴ θαυμάζειν πλοῦτον, εἰσάγοντα χρυσίου καὶ ἀργυρίου πλῆθος μετὰ τὸν Ἀττικὸν πόλεμον, ἑαυτῷ δὲ μηδεμίαν δραχμὴν ὑπολειπόμενον.2

他最为独特的特征在于:他自己坦然承受贫困,从未在任何地方被金钱征服或腐化,但在阿提卡战争之后引入大量的金银、却未给自己留下一德拉克马的同时,使祖国充满了财富与对财富的贪恋,终结了祖国因不崇尚财富而受赞誉的传统。

§2.5

Διονυσίου δὲ τοῦ τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσι πολυτελῆ χιτώνια τῶν Σικελῶν, οὐκ ἔλαβεν, εἰπὼν φοβεῖσθαι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλʼ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ δύο στολὰς ἐκείνου καὶ κελεύσαντος ἣν βούλεται τούτων ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι,3 καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.

当僭主狄奥尼修斯将昂贵的西西里细麻长袍赠送给他的女儿们时,他没有接受,称担心女儿们会因这些衣服而显得更加难看。但不久之后,他作为来自同一城邦的使者被派往同一位僭主处,对方派人送给他两套服饰并让他选定其中任意一套带给女儿时,他却说女儿自己会挑选得更好,便将两件全部收下离去了。

语法注3 条
  1. 2.3θεραπευτικὸς δὲ τῶν δυνατῶν μᾶλλον ἢ κατὰ Σπαρτιάτην

    与比较级 μᾶλλον 连用的介词短语 ἢ κατά + 宾格是表示尺度超过的惯用结构,意为“超出……的标准/不相称地超过……”。此处指他逢迎权贵的程度超越了斯巴达人通常的品格标准。

  2. 2.4ἴδιον δὲ αὐτοῦ μάλιστα τὸ καλῶς πενίαν φέροντα, καὶ μηδαμοῦ κρατηθέντα μηδὲ διαφθαρέντα χρήμασιν αὐτόν, ἐμπλῆσαι τὴν πατρίδα πλούτου καὶ φιλοπλουτίας καὶ παῦσαι θαυμαζομένην ἐπὶ τῷ μὴ θαυμάζειν πλοῦτον, εἰσάγοντα χρυσίου καὶ ἀργυρίου πλῆθος μετὰ τὸν Ἀττικὸν πόλεμον, ἑαυτῷ δὲ μηδεμίαν δραχμὴν ὑπολειπόμενον.

    该长句的骨干为谓语形容词 ἴδιον 搭配冠词定式从句 τὸ ... ἐμπλῆσαι ... καὶ παῦσαι 作为主语。不定式在逻辑上的主语(吕珊德)未以名词单独出现,而是由一系列宾格分词 φέροντα, κρατηθέντα, διαφθαρέντα, εἰσάγοντα, ὑπολειπόμενον(修饰代词 αὐτόν)修饰并嵌入在定式短语之中。

  3. 2.5αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι

    间接引语中的“宾格加不定式”结构。αὐτὴν ἐκείνην(她自己)是未来中动不定式 αἱρήσεσθαι 的强调性逻辑主语宾格,意为“她自己挑选会更好”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:2.1-2.5