← 普鲁塔克

莱桑德传

§29.1-29.7

收回遗体安葬与神谕的应验

保萨尼亚斯抵达哈利亚图斯后,力排长者们主战的意见,订立休战协定收回吕珊德的遗体,将其安葬于帕诺佩亚境内。随后,人们从当地一条溪流的名字和杀死吕珊德之人的盾牌徽记中,证实了此前赐予吕珊德的神谕的应验。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

τῷ δὲ Παυσανίᾳ τὸ πάθος ἀγγέλλεται καθʼ ὁδὸν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς πορευομένῳ· καὶ συνταξάμενος ἧκε πρὸς τὸν Ἁλίαρτον. ἧκε δὲ καὶ Θρασύβουλος ἐκ Θηβῶν ἄγων τοὺς Ἀθηναίους. βουλευομένου δὲ τοῦ Παυσανίου τοὺς νεκροὺς ὑποσπόνδους ἀπαιτεῖν, δυσφοροῦντες οἱ πρεσβύτεροι τῶν Σπαρτιατῶν αὐτοί τε καθʼ ἑαυτοὺς ἠγανάκτουν, καὶ τῷ βασιλεῖ προσιόντες ἐμαρτύραντο μὴ διὰ σπονδῶν ἀναιρεῖσθαι Λύσανδρον,1 ἀλλὰ διʼ ὅπλων περὶ τοῦ σώματος ἀγωνισαμένους καὶ νικήσαντας οὕτω τὸν ἄνδρα θάπτειν, ἡττωμένοις δὲ καλὸν ἐνταῦθα κεῖσθαι μετὰ τοῦ στρατηγοῦ.

当灾难在保萨尼亚斯由普拉提亚前往塞斯皮埃的行军途中被报于他时,他整饬军队,抵达了哈利亚图斯。色拉叙布洛斯也率领雅典人自底比斯赶到。当保萨尼亚斯商议依休战协定索回阵亡者尸体时,斯巴达人的长者们大为愤慨,私下怨愤不已;他们来到国王面前力争,坚称决不能通过订立条约收回吕珊德,而应执兵刃为争夺其遗体而战,获胜之后方可将他安葬,即便落败,与将军一同长眠于此亦是无上光荣。

§29.2

ταῦτα τῶν πρεσβυτέρων λεγόντων ὁρῶν ὁ Παυσανίας μέγα μὲν ἔργον ὑπερβαλέσθαι μάχῃ τοὺς Θηβαίους ἄρτι κεκρατηκότας, ἐγγὺς δὲ τῶν τειχῶν τὸ σῶμα τοῦ Λυσάνδρου παραπεπτωκός, ὥστε χαλεπὴν ἄνευ σπονδῶν καὶ νικῶσιν εἶναι τὴν ἀναίρεσιν,2 ἔπεμψε κήρυκα καὶ σπεισάμενος ἀπήγαγε τὴν δύναμιν ὀπίσω.

在长者们陈说这些议论时,保萨尼亚斯看到,要通过战斗压倒刚刚获胜的底比斯人是一项艰巨的任务,而且吕珊德的遗体倒卧在城墙附近,以致即便取胜,不订立条约也很难收回尸体,于是他派遣使者订立了休战协定,率军退回。

§29.3

τὸν δὲ Λύσανδρον ᾗ πρῶτον3 κομίζοντες ὑπὲρ τοὺς ὅρους ἐγένοντο τῆς Βοιωτίας ἐν φίλῃ καὶ συμμαχίδι χώρᾳ τῇ Πανοπέων κατέθεσαν, οὗ νῦν τὸ μνημεῖόν ἐστι παρὰ τὴν ὁδὸν εἰς Χαιρώνειαν ἐκ Δελφῶν πορευομένοις.ἐνταῦθα δὴ τῆς στρατιᾶς καταυλισαμένης λέγεταί τινα τῶν Φωκέων ἑτέρῳ μὴ παρατυχόντι τὸν ἀγῶνα διηγούμενον, εἰπεῖν ὡς οἱ πολέμιοι προσπέσοιεν4 αὐτοῖς τοῦ Λυσάνδρου τὸν Ὁπλίτην ἤδη διαβεβηκότος.

他们抬着吕珊德的遗体,刚一跨越维奥蒂亚边界,就将他安葬在友好同盟的帕诺佩亚人土地上;如今从德尔斐前往喀罗尼亚的道路旁,仍矗立着他的纪念碑。当军队在那里宿营时,据说有一位福基斯人向另一位未曾亲历战事者讲述战斗经过,提及敌军是在吕珊德已经渡过霍普利特斯时向他们发起袭击的。

§29.4

θαυμάσαντα δὲ Σπαρτιάτην ἄνδρα τοῦ Λυσάνδρου φίλον ἐρέσθαι τίνα λέγοι τὸν Ὁπλίτην· οὐ γὰρ εἰδέναι τοὔνομα· καὶ μὴν ἐκεῖ γε, φάναι, τοὺς πρώτους ἡμῶν οἱ πολέμιοι κατέβαλον. τὸ γὰρ παρὰ τὴν πόλιν ῥεῖθρον Ὁπλίτην καλοῦσιν. ἀκούσαντα δὲ τὸν Σπαρτιάτην ἐκδακρῦσαι καὶ εἰπεῖν ὡς ἄφευκτόν ἐστιν ἀνθρώπῳ τὸ πεπρωμένον.

一位作为吕珊德朋友的斯巴达人感到惊异,便询问他所说的霍普利特斯是指什么,因为他并不知晓这个名字。 “千真万确就在那里,”那人说道,“敌军击倒了我们的先头部队;因为他们把城旁的那条溪流称为霍普利特斯。” 那斯巴达人听闻后潸然泪下,说道命中注定之事凡人实难逃避。

§29.5

ἦν γάρ, ὡς ἔοικε, τῷ Λυσάνδρῳ δεδομένος χρησμὸς οὕτως ἔχων· "ὁπλίτην κελάδοντα φυλάξασθαί σε κελεύω γῆς τε δράκονθʼ υἱὸν δόλιον κατόπισθεν ἰόντα." τινὲς δὲ τὸν Ὁπλίτην οὐ πρὸς Ἁλιάρτῳ ῥεῖν λέγουσιν, ἀλλὰ πρὸς Κορώνειαν χειμάρρουν εἶναι τῷ Φιλάρῳ ποταμῷ συμφερόμενον παρὰ τὴν πόλιν, ὃν πάλαι μὲν Ὁπλίαν, νῦν δὲ Ἰσόμαντον προσαγορεύουσιν.

因为看来吕珊德曾获得过这样一条神谕: “我命你戒备喧嚣的霍普利特斯, 以及从背后逼近的狡黠的大地之子长蛇。” 有些人说,霍普利特斯河并不流经哈利亚图斯,而是靠近科罗尼亚的一条冬日山洪,在城旁汇入菲拉罗斯河,古人称其为霍普利亚斯,如今则称作伊索曼图斯。

§29.6

ὁ δὲ ἀποκτείνας τὸν Λύσανδρον Ἁλιάρτιος ἀνὴρ ὄνομα Νεόχωρος ἐπίσημον εἶχε τῆς ἀσπίδος δράκοντα· καὶ τοῦτο σημαίνειν ὁ χρησμὸς εἰκάζετο. λέγεται δὲ καὶ Θηβαίοις ὑπὸ τὸν Πελοποννησιακὸν πόλεμον ἐν Ἰσμηνίῳ γενέσθαι χρησμὸν ἅμα τήν τε πρὸς Δηλίῳ μάχην καὶ τὴν πρὸς Ἁλιάρτῳ ταύτην ἐκείνης ὕστερον ἔτει τριακοστῷ γενομένην προμηνύοντα.

杀死吕珊德的哈利亚图斯人名叫涅奥霍罗斯,他的盾牌徽记正是一条蛇;人们推测神谕正是指此而言。据说在伯罗奔尼撒战争期间,在伊斯墨纽姆也曾有神谕降给底比斯人,同时预示了德利昂之战以及在其三十年后发生的这场哈利亚图斯之战。

§29.7

ἦν δὲ τοιοῦτος· "ἐσχατιὰν πεφύλαξο λύκους καμάκεσσι δοκεύων καὶ λόφον Ὀρχαλίδην, ὃν ἀλώπηξ οὔποτε λείπει." τὸν μὲν οὖν περὶ Δήλιον τόπον ἐσχατιὰν προσεῖπε, καθʼ ὃν ἡ Βοιωτία τῇ Ἀττικῇ σύνορός ἐστιν, Ὀρχαλίδην δὲ λόφον, ὃν νῦν Ἀλώπεκον καλοῦσιν, ἐν τοῖς πρὸς τὸν Ἑλικῶνα μέρεσι τοῦ Ἁλιάρτου κείμενον.

神谕如下: “手执长矛防备豺狼,警戒边陲之地, 还有那狐狸永不离去的奥尔哈利得斯丘陵。” 神谕中所谓的“边陲之地”,指的是维奥蒂亚与阿提卡接壤的德利昂周边地区;而所谓“奥尔哈利得斯丘陵”,指的是如今被称为阿洛佩科斯的一座小山,位于哈利亚图斯面向赫利孔山的一侧。

语法注4 条
  1. 29.1ἐμαρτύραντο μὴ διὰ σπονδῶν ἀναιρεῖσθαι Λύσανδρον

    由动词 ἐμαρτύραντο(抗议、力争)引导的间接引语,此处否定词使用 μή 而非 οὐ,是因为带有“绝不可通过协定收回”的禁止和意志色彩。其后的不定词 ἀλλὰ... θάπτειν 以及省略了 εἶναι 的 καλὸν ... κεῖσθαι 均受该动词统辖。

  2. 29.2χαλεπὴν ἄνευ σπονδῶν καὶ νικῶσιν εἶναι τὴν ἀναίρεσιν

    在 ὥστε... εἶναι 构成的结果从句中,καὶ νικῶσιν 是表示让步的与格分词(“即使对获胜的他们而言”)。述语形容词 χαλεπήν 与宾格主语 τὴν ἀναίρεσιν 构成宾格不定词结构。

  3. 29.3ᾗ πρῶτον

    关系副词 ᾗ 与 πρῶτον 结合,表示“刚一……就”或“在越过边界的最初地点”,兼具时间与空间上的限定作用。

  4. 29.3λέγεταί τινα τῶν Φωκέων ... εἰπεῖν ὡς οἱ πολέμιοι προσπέσοιεν

    由 λέγεται 引导的宾格不定词结构(τινα... εἰπεῖν),从属的 ὡς 从句在过去叙述中使用了表示转述的祈愿语气 προσπέσοιεν。随后的 θαυμάσαντα... ἐρέσθαι 与 φάναι 也是间接引语中不定词的连续使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:29.1-29.7