← 普鲁塔克

莱桑德传

§28.1-28.6

哈利亚图斯之战与吕珊德阵亡

暴躁的吕珊德力主开战并进军维奥蒂亚,企图在哈利亚图斯与保萨尼亚斯会师,却在哈利亚图斯遭到精锐底比斯军的伏击而阵亡,其部众亦遭溃败。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ἤδη δὲ παντάπασι χαλεπὸς ὢν ὀργὴν διὰ τὴν μελαγχολίαν ἐπιτείνουσαν εἰς γῆρας, παρώξυνε τοὺς ἐφόρους καὶ συνέπεισε φῆναι φρουρὰν ἐπʼ αὐτούς, καὶ λαβὼν τὴν ἡγεμονίαν ἐξεστράτευσεν. ὕστερον δὲ καὶ Παυσανίαν τὸν βασιλέα μετὰ στρατιᾶς ἀπέστειλαν.

由于到了晚年忧郁气质愈发加重,吕珊德此时变得极其暴躁易怒,他煽动诸长官,说服他们宣布对底比斯人出兵;在获得统帅权后,他便率军出发了。后来,他们又派国王保萨尼亚斯率领一支军队前往。

§28.2

ἀλλὰ Παυσανίας μὲν κύκλῳ περιελθὼν διὰ τοῦ Κιθαιρῶνος ἐμβάλλειν ἔμελλεν εἰς τὴν Βοιωτίαν, Λύσανδρος δὲ διὰ Φωκέων ἀπήντα στρατιώτας ἔχων πολλούς· καὶ τὴν μὲν Ὀρχομενίων πόλιν ἑκουσίως προσχωρήσασαν ἔλαβε, τὴν δὲ Λεβάδειαν ἐπελθὼν διεπόρθησεν. ἔπεμψε δὲ τῷ Παυσανίᾳ γράμματα κελεύων εἰς Ἁλίαρτον ἐκ Πλαταιῶν συνάπτειν, ὡς αὐτὸς ἅμʼ ἡμέρᾳ πρὸς τοῖς τείχεσι τῶν Ἁλιαρτίων γενησόμενος.1 ταῦτα τὰ γράμματα πρὸς τοὺς Θηβαίους ἀπηνέχθη, τοῦ κομίζοντος εἰς κατασκόπους τινὰς ἐμπεσόντος.

保萨尼亚斯原拟绕道基泰戎山攻入维奥蒂亚,而吕珊德则率领大批士兵穿过福基斯进军;他接收了自愿归顺的奥尔霍迈诺斯城,又进攻并洗劫了莱瓦迪亚。他还给保萨尼亚斯送去书信,命令他自普拉提亚出发在哈利亚图斯汇合,并称自己将于黎明时分抵达哈利亚图斯人的城墙下。但这封信被送到了底比斯人手中,因为送信人落入了一些侦察兵的网罗。

§28.3

οἱ δὲ προσβεβοηθηκότων αὐτοῖς Ἀθηναίων τὴν μὲν πόλιν ἐκείνοις διεπίστευσαν, αὐτοὶ δὲ περὶ πρῶτον ὕπνον ἐξορμήσαντες ἔφθασαν ὀλίγῳ τὸν Λύσανδρον ἐν Ἁλιάρτῳ γενόμενοι,2 καὶ μέρει τινὶ παρῆλθον εἰς τὴν πόλιν. ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἔγνω τὴν στρατιὰν ἱδρύσας ἐπὶ λόφου περιμένειν τὸν Παυσανίαν· ἔπειτα προϊούσης τῆς ἡμέρας ἀτρεμεῖν οὐ δυνάμενος, λαβὼν τὰ ὅπλα καὶ τοὺς συμμάχους παρορμήσας ὀρθίῳ τῇ φάλαγγι3 παρὰ τὴν ὁδὸν ἦγε πρὸς τὸ τεῖχος.

雅典人已经赶来援助底比斯人,底比斯人遂将城市托付给雅典人防守,自己则在初更时分出发,比吕珊德稍先一步抵达哈利亚图斯,并有一部分兵力进驻了城内。吕珊德起初打算将部队驻扎在一座小山上等待保萨尼亚斯;随后,随着白昼渐进,他难以按捺内心的急躁,便披挂铠甲,激励盟军,以纵深密集方阵沿道路向城墙推进。

§28.4

τῶν δὲ Θηβαίων οἱ μὲν ἔξω μεμενηκότες ἐν ἀριστερᾷ τὴν πόλιν λαβόντες ἐβάδιζον ἐπὶ τοὺς ἐσχάτους τῶν πολεμίων ὑπὸ τὴν κρήνην τὴν Κισσοῦσαν προσαγορευομένην, ἔνθα μυθολογοῦσι τὰς τιθήνας νήπιον ἐκ τῆς λοχείας ἀπολοῦσαι τὸν Διόνυσον· καὶ γὰρ οἰνωπὸν ἐπιστίλβει τὸ χρῶμα καὶ διαυγὲς καὶ πιεῖν ἥδιστον. οἱ δὲ Κρήσιοι στύρακες οὐ πρόσω περιπεφύκασιν, ἃ τεκμήρια τῆς Ῥαδαμάνθυος αὐτόθι κατοικήσεως Ἁλιάρτιοι ποιοῦνται, καὶ τάφον αὐτοῦ δεικνύουσιν Ἀλεᾶ καλοῦντες.

留在城外的底比斯人则将城市置于左侧,向着靠近被称为基苏萨之泉的敌军后卫进发。据神话传说,狄奥尼索斯降生后,养育他的女仙便在此泉清洗了他;因为泉水确实闪耀着如葡萄酒般的光泽,清澈透亮,甘甜可口。附近还生长着克里特苏合香树,哈利亚图斯人以此作为拉达曼提斯曾定居于此的证据,并指出一座被称为阿勒阿的陵墓属于他。

§28.5

ἔστι δὲ καὶ τὸ τῆς Ἀλκμήνης μνημεῖον ἐγγύς· ἐνταῦθα γάρ, ὥς φασιν, ἐκηδεύθη συνοικήσασα Ῥαδαμάνθυϊ μετὰ τὴν Ἀμφιτρύωνος τελευτήν.οἱ δὲ ἐν τῇ πόλει Θηβαῖοι μετὰ τῶν Ἁλιαρτίων συντεταγμένοι τέως μὲν ἡσύχαζον, ἐπεὶ δὲ τὸν Λύσανδρον ἅμα τοῖς πρώτοις προσπελάζοντα τῷ τείχει κατεῖδον, ἐξαπίνης ἀνοίξαντες τὰς πύλας καὶ προσπεσόντες αὐτόν τε μετὰ τοῦ μάντεως κατέβαλον καὶ τῶν ἄλλων ὀλίγους τινάς· οἱ γὰρ πλεῖστοι ταχέως ἀνέφυγον πρὸς τὴν φάλαγγα.

阿尔克墨涅的纪念碑也在附近;因为相传在安菲特律翁死后,她与拉达曼提斯结合,便安葬于此。城内的底比斯人与哈利亚图斯人整队肃立,起初保持按兵不动;及至他们望见吕珊德率领前锋逼近城墙,便突然打开城门猛冲而出,将吕珊德本人及其占卜官击杀,还杀死了少数随行者;因为大多数人都迅速退回到了方阵主力之中。

§28.6

τῶν δὲ Θηβαίων οὐκ ἀνιέντων, ἀλλὰ προσκειμένων αὐτοῖς, ἐτράποντο πάντες ἀνὰ τοὺς λόφους φεύγειν, καὶ χίλιοι πίπτουσιν αὐτῶν. ἀπέθανον δὲ καὶ Θηβαίων τριακόσιοι πρὸς τὰ τραχέα καὶ καρτερὰ τοῖς πολεμίοις συνεκπεσόντες. οὗτοι δὲ ἦσαν ἐν αἰτίᾳ τοῦ λακωνίζειν, ἣν σπουδάζοντες ἀπολύσασθαι τοῖς πολίταις4 καὶ σφῶν αὐτῶν ἀφειδοῦντες ἐν τῇ διώξει παραναλώθησαν.

然而底比斯人毫不松懈,反倒紧迫追击,以致敌军全体溃散,向山上奔逃,其中阵亡者达千人之众。底比斯人也有三百人因与敌军一同冲上险峻崎岖的高地而战死。这些人此前曾背负亲斯巴达的嫌疑,为了在同胞面前洗刷这一罪名,他们在追击中毫不顾惜自身性命,遂至阵亡。

语法注4 条
  1. 28.2ὡς αὐτὸς ἅμʼ ἡμέρᾳ πρὸς τοῖς τείχεσι τῶν Ἁλιαρτίων γενησόμενος

    连词 ὡς 与主格未来时分词 γενησόμενος 搭配,与主句主语(吕珊德)保持一致,用以表达发信人在信中所陈述的计划或意图(“称自己将要到达……”),而非采用独立分词结构。

  2. 28.3ἔφθασαν ὀλίγῳ τὸν Λύσανδρον ἐν Ἁλιάρτῳ γενόμενοι

    动词 φθάνω 支配宾格代词/名词(τὸν Λύσανδρον)及补充性分词(γενόμενοι),构成“抢在某人之前做某事”的习惯句式。ὀλίγῳ 为表示差额程度的与格,意为“比吕珊德稍先一步到达哈利亚图斯”。

  3. 28.3ὀρθίῳ τῇ φάλαγγι

    方式或手段与格。形容词 ὄρθιος 置于冠词 τῇ 之前呈表语位,表示军事上的阵形状态,指部队“以纵队形式”或“以纵深阵形”推进,而非展开横队面。

  4. 28.6ἣν σπουδάζοντες ἀπολύσασθαι τοῖς πολίταις

    关系代词 ἣν 的先行词为前文句中的 αἰτία(指亲斯巴达的嫌疑)。中间态动词 ἀπολύομαι 意为“洗刷嫌疑”,支配宾格的嫌疑内容(ἣν)和表示对象的与格(τοῖς πολίταις),即“极力在市民面前洗刷这一罪名”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:28.1-28.6