← 普鲁塔克

莱桑德传

§30.1-30.5

保萨尼亚斯流亡与死后显露的清贫

吕珊德死后,保萨尼亚斯国王被问责并流亡特盖亚。通过吕珊德身后的清贫、谋求变革王位的密稿被发现,以及对悔弃其女婚约者的惩处,全篇总结了他的德行与生平事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

τοιαύτης δὲ τῷ Λυσάνδρῳ τῆς τελευτῆς γενομένης παραχρῆμα μὲν οὕτως ἤνεγκαν οἱ Σπαρτιᾶται βαρέως, ὥστε τῷ βασιλεῖ κρίσιν προγράψαι θανατικήν· ἣν οὐχ ὑποστὰς ἐκεῖνος εἰς Τεγέαν ἔφυγε, κἀκεῖ κατεβίωσεν ἱκέτης ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς.

在吕珊德遭逢如此结局之后,斯巴达人立刻极为悲愤,以致对国王提起了死刑控诉;他不敢出庭应诉,逃往特盖亚,作为雅典娜神庙圣域中的祈求庇护者度过了余生。

§30.2

καὶ γὰρ ἡ πενία τοῦ Λυσάνδρου τελευτήσαντος ἐκκαλυφθεῖσα φανερωτέραν ἐποίησε τὴν ἀρετήν, ἀπὸ χρημάτων πολλῶν καὶ δυνάμεως θεραπείας τε πόλεων καὶ βασιλέως τοσαύτης μηδὲ μικρὸν ἐπιλαμπρύναντος τὸν οἶκον εἰς χρημάτων λόγον, ὡς ἱστορεῖ Θεόπομπος, ᾧ μᾶλλον ἐπαινοῦντι πιστεύσειεν ἄν τις ἢ ψέγοντι, ψέγει γὰρ ἥδιον ἢ ἐπαινεῖ.

因为吕珊德死后显露出的清贫,使他的美德更加昭著。他从大量的资财和权力,以及诸城邦与波斯国王如此殷勤的奉迎之中,在金钱方面丝毫没有光耀自己的家室;正如泰奥彭波斯所记载的那样——人们在泰奥彭波斯赞美时往往比在其斥责时更乐于相信他,因为他更乐于斥责而非赞美。

§30.3

χρόνῳ δὲ ὕστερον Ἔφορός φησιν ἀντιλογίας τινὸς συμμαχικῆς ἐν Σπάρτῃ γενομένης, καὶ τὰ γράμματα διασκέψασθαι δεῆσαν1 ἃ παρʼ ἑαυτῷ κατέσχεν ὁ Λύσανδρος, ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὸν Ἀγησίλαον. εὑρόντα δὲ τὸ βιβλίον ἐν ᾧ γεγραμμένος ἦν ὁ περὶ τῆς πολιτείας λόγος, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους2 εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ὁρμῆσαι μὲν εἰς τοὺς πολίτας τὸν λόγον ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον, οἷος ὢν πολίτης διαλάθοι, Λακρατίδαν δέ, ἄνδρα φρόνιμον καὶ τότε προεστῶτα τῶν ἐφόρων, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου, καὶ εἰπεῖν ὡς δεῖ μὴ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν οὕτω συντεταγμένον πιθανῶς καὶ πανούργως.

埃福罗斯记述道,后来斯巴达就同盟事务发生争执,需要查阅吕珊德生前保管的文件,阿格西劳便来到了他的宅邸。他发现了一卷书册,上面写有关于政制的演说,主张应当剥夺欧律庞提德家族和阿吉亚德家族的王位,将其公之于众,并从最优秀的人当中进行选举。阿格西劳急欲将这篇演说公布在公民面前,揭示吕珊德是怎样一个潜藏匿迹的公民;但一位明智之士、时任监察官之首的拉克拉提达斯制止了阿格西劳,说道不仅不应掘出吕珊德的尸骨,反而应当将这篇写得如此具有说服力且狡黠的演说与他一同深埋。

§30.5

οὐ μὴν ἀλλὰ τάς τε ἄλλας τιμὰς ἀπέδοσαν αὐτῷ τελευτήσαντι, καὶ τοὺς μνηστευσαμένους τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν τοῦ Λυσάνδρου πένητος εὑρεθέντος ἀπειπαμένους ἐζημίωσαν, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ἐγκατέλιπον. ἦν γάρ, ὡς ἔοικεν, ἐν Σπάρτῃ καὶ ἀγαμίου δίκη καὶ ὀψιγαμίου καὶ κακογαμίου· ταύτῃ δὲ ὑπῆγον3 μάλιστα τοὺς ἀντὶ τῶν ἀγαθῶν καὶ οἰκείων τοῖς πλουσίοις κηδεύοντας. τὰ μὲν οὖν περὶ Λύσανδρον οὕτως ἱστορήσαμεν ἔχοντα.

不仅如此,他们在他死后不仅给予了他应有的其他殊荣,而且还惩罚了那些曾向他的女儿们求婚、在吕珊德死后被发现贫穷时却悔婚的人;因为这些人以为他富有而加以奉迎,却在清贫显明他正直善良时将他抛弃。看来,斯巴达不仅有针对独身和晚婚的诉讼,也有针对不当婚姻的诉讼;他们主要是将那些不与善良之人及亲友通婚而与富人联姻的人归入这一诉讼。关于吕珊德的事迹,我们记述的大致就是如此。

语法注3 条
  1. 30.3δεῆσαν

    非人称动词 δεῖ 的中性单数宾格分词,构成独立宾格(accusative absolute)。它与前面的独立属格句(ἀντιλογίας τινὸς συμμαχικῆς ἐν Σπάρτῃ γενομένης)并列,表示伴随状况或原因:“由于需要查阅……”。

  2. 30.3τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους

    动词 ἀφαιρέω 支配表示剥夺的属格(τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν)和直接宾语对格(τὴν βασιλείαν)。分词 ἀφελομένους 之所以为阳性复数宾格,是因为它与后文不定式 θεῖναι 和 ποιεῖσθαι 未明示的泛指逻辑主语(斯巴达公民们)保持性数格一致。

  3. 30.5ταύτῃ δὲ ὑπῆγον

    指示代词 ταύτῃ(阴性单数与格)指代前文列举的三种诉讼中的最后一种,即不当婚姻之诉(κακογαμίου δίκῃ)。动词 ὑπῆγον 意为“传唤归案、提起控诉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:30.1-30.5