- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:27.1-27.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了吕珊德在阿格西劳斯自亚细亚返回前阵亡于维奥蒂亚战争,并详述引发这场冲突的维奥蒂亚战事成因,以及底比斯与吕珊德之间的积怨(包括战利品分配与底比斯对反抗三十僭主的雅典流亡者的庇护)。
ἐτελεύτησε δὲ πρὶν ἐξ Ἀσίας ἐπανελθεῖν τὸν Ἀγησίλαον, ἐμπεσὼν εἰς τὸν Βοιωτικὸν πόλεμον, ἢ μᾶλλον ἐμβαλὼν τὴν Ἑλλάδα.1 λέγεται γὰρ ἀμφοτέρως· καὶ τὴν αἰτίαν οἱ μέν τινες ἐκείνου ποιοῦσιν, οἱ δὲ Θηβαίων, οἱ δὲ κοινήν, Θηβαίοις μὲν ἐγκαλοῦντες τὴν ἐν Αὐλίδι τῶν ἱερῶν διάρριψιν καὶ ὅτι τῶν περὶ Ἀνδροκλείδην καὶ Ἀμφίθεον χρήμασι βασιλικοῖς διαφθαρέντων ἐπὶ τῷ Λακεδαιμονίοις Ἑλληνικὸν περιστῆσαι πόλεμον2 ἐπέθεντο Φωκεῦσι καὶ τὴν χώραν αὐτῶν ἐπόρθησαν, Λύσανδρον δέ φασιν ὀργῇ φέρειν ὅτι τῆς δεκάτης ἀντεποιήσαντο τοῦ πολέμου Θηβαῖοι μόνοι, τῶν ἄλλων συμμάχων ἡσυχαζόντων, καὶ περὶ χρημάτων ἠγανάκτησαν ἃ Λύσανδρος εἰς Σπάρτην ἀπέστειλε, μάλιστα δὲ ἐπὶ τῷ παρασχεῖν ἀρχὴν Ἀθηναίοις ἐλευθερώσεως ἀπὸ τῶν τριάκοντα τυράννων, οὓς Λύσανδρος μὲν κατέστησε, Λακεδαιμόνιοι δὲ δύναμιν καὶ φόβον αὐτοῖς προστιθέντες ἐψηφίσαντο τοὺς φεύγοντας ἐξ Ἀθηνῶν ἀγωγίμους εἶναι πανταχόθεν, ἐκσπόνδους δὲ τοὺς ἐνισταμένους τοῖς ἄγουσι.
然而吕珊德在阿格西劳斯自亚细亚返回之前便已死去,他陷入了维奥蒂亚战争,或者更确切地说,是他将希腊抛入了这场战争之中。因为对此有两种说法:有些人将责任归咎于他,另一些人归咎于底比斯人,还有一些人归咎于双方共同的过失。他们指责底比斯人在奥利斯打碎并散掷祭品,并且由于安德罗克莱德斯和安菲特奥斯一派为使拉凯达伊蒙人陷入全希腊的战争之中而受波斯国王的金钱收买,〔底比斯人〕便袭击了福基斯人并劫掠其土地;他们还说,吕珊德极为愤怒,因为在其他盟友都保持沉默之际,唯独底比斯人要求分得战争战利品的十分之一,并对吕珊德送往斯巴达的金钱表示愤慨,最主要的是他们为雅典人摆脱三十僭主提供了获得自由的开端。这三十僭主乃是吕珊德所立,而拉凯达伊蒙人为增强其权势与威慑,曾决议:从雅典出逃者在任何地方都应被引渡拘捕,阻挠拘捕者则被宣布为不受誓约保护之法外之徒。
πρὸς ταῦτα γὰρ ἀντεψηφίσαντο Θηβαῖοι ψηφίσματα πρέποντα καὶ ἀδελφὰ ταῖς Ἡρακλέους καὶ Διονύσου πράξεσιν, οἰκίαν μὲν ἀνεῷχθαι πᾶσαν καὶ πόλιν ἐν Βοιωτίᾳ τοῖς δεομένοις Ἀθηναίων, τὸν δὲ τῷ ἀγομένῳ φυγάδι μὴ βοηθήσαντα ζημίαν ὀφείλειν τάλαντον, ἂν δέ τις Ἀθήναζε διὰ τῆς Βοιωτίας ἐπὶ τοὺς τυράννους ὅπλα κομίζῃ, μήτε ὁρᾶν τινα Θηβαῖον μήτε ἀκούειν.
底比斯人正是针对此令通过了与之相对立的决议,其决议与赫拉克勒斯和狄奥尼索斯的事迹相称且宛如兄弟:维奥蒂亚境内的每一处房舍与每一座城邦都向有所需要的雅典人敞开;凡未能援助遭拘捕的逃亡者之人须缴纳一塔兰同罚金;若有人经由维奥蒂亚运送武器前往雅典反抗僭主,任何底比斯人均不得见,亦不得闻。
καὶ οὐκ ἐψηφίσαντο μὲν οὕτως Ἑλληνικὰ καὶ φιλάνθρωπα, τὰς δὲ πράξεις τοῖς γράμμασιν ὁμοίας οὐ παρέσχον,3 ἀλλὰ Θρασύβουλος καὶ οἱ σὺν αὐτῷ Φυλὴν καταλαβόντες ἐκ Θηβῶν ὡρμήθησαν, ὅπλα καὶ χρήματα καὶ τὸ λαθεῖν καὶ τὸ ἄρξασθαι Θηβαίων αὐτοῖς συμπαρασκευασάντων. αἰτίας μὲν οὖν ταύτας ἔλαβε κατὰ τῶν Θηβαίων ὁ Λύσανδρος.
而且,他们并非在通过了这般体现希腊精神且人道仁爱的法令后,却没有使实际行动符合字面文字;相反,色拉西布洛斯以及与他一同攻占菲莱的人正是从底比斯出发的,因为底比斯人协助他们筹备了武器、资金、隐匿行踪以及发起行动的契机。吕珊德便是因此针对底比斯人抓住了这些由头。
- 27.1ἢ μᾶλλον ἐμβαλὼν τὴν Ἑλλάδα
此处及物动词分词 ἐμβαλών 带有直接宾语 τὴν Ἑλλάδα(“将希腊抛入[战争]”),与此前用作不及物动词的分词 ἐμπεσών(“陷入”)形成鲜明对照。作者通过动词用法的转换,简洁地对比了关于战事起因的两种看法:是吕珊德被动卷入,还是他主动将全希腊拖入了战火。
- 27.1ἐπὶ τῷ Λακεδαιμονίοις Ἑλληνικὸν περιστῆσαι πόλεμον
介词 ἐπί 加上带有定冠词的不定词与格(τῷ ... περιστῆσαι),构成表示目的的副词性短语(“为了让拉凯达伊蒙人陷入全希腊的战火之中”),说明了波斯国王的金钱资助与受贿(διαφθαρέντων)背后的意图。
- 27.4καὶ οὐκ ἐψηφίσαντο μὲν οὕτως Ἑλληνικὰ καὶ φιλάνθρωπα, τὰς δὲ πράξεις τοῖς γράμμασιν ὁμοίας οὐ παρέσχον
句首的否定词 οὐκ 统辖随后的整个 μὲν...δέ 对照结构(“并非他们通过了……,却没有使实际行动符合字面文字”)。该词与后文的 οὐ παρέσχον 呼应构成双重否定(曲言法),从而有力地引出其后由 ἀλλά 引导的转折与事实陈述(“相反/而是……”)。
