- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:26.1-26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕珊德利用自称阿波罗之子的少年西勒诺斯以及德尔斐的伪造秘密神谕,精心策划了一场改革王位的阴谋,但因同谋者的怯懦在临门一脚时破产,此事直到他死后才败露。
ἦν γύναιον ἐν Πόντῳ κύειν ἐξ Ἀπόλλωνος φάμενον, ᾧ πολλοὶ μέν, ὡς εἰκὸς ἦν, ἠπίστουν, πολλοὶ δὲ καὶ προσεῖχον, ὥστε καὶ τεκούσης παιδάριον ἄρρεν ὑπὸ πολλῶν καὶ γνωρίμων σπουδάζεσθαι τὴν ἐκτροφὴν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν.1 ὄνομα δὲ τῷ παιδὶ Σειληνὸς ἐκ δή τινος αἰτίας ἐτέθη. ταύτην λαβὼν ὁ Λύσανδρος ἀρχήν, τὰ λοιπὰ παρʼ ἑαυτοῦ προσετεκταίνετο καὶ συνύφαινεν, οὐκ ὀλίγοις χρώμενος οὐδὲ φαύλοις τοῦ μύθου συναγωνισταῖς, οἳ τήν τε φήμην τῆς γενέσεως τοῦ παιδὸς εἰς πίστιν ἀνυπόπτως προῆγον, ἄλλον τε λόγον ἐκ Δελφῶν ἀντικομίσαντες εἰς τὴν Σπάρτην κατέβαλον καὶ διέσπειραν, ὡς ἐν γράμμασιν ἀπορρήτοις ὑπὸ τῶν ἱερέων φυλάττοιντο παμπάλαιοι δή τινες χρησμοί, καὶ λαβεῖν οὐκ ἔξεστι τούτους οὐδʼ ἐντυχεῖν θεμιτόν, εἰ μή τις ἄρα γεγονὼς ἐξ Ἀπόλλωνος ἀφίκοιτο τῷ πολλῷ χρόνῳ καὶ σύνθημα τοῖς φυλάττουσι τῆς γενέσεως γνώριμον παρασχὼν κομίσαιτο τὰς δέλτους ἐν αἷς ἦσαν οἱ χρησμοί.
在彭多斯有一个妇人,自称怀了阿波罗的孩子;正如预料的那样,许多人对此并不相信,但也有许多人信以为真,以至于在她生下一个男婴时,许多知名人士都热心负责他的抚养和看护。出于某种缘故,这孩子被起名叫西勒诺斯。吕珊德抓住这一契机,自行增补并编织了其余的情节,并起用了不少并非平庸之辈的人作为这桩虚构神话的合谋者;这些人毫无嫌疑地引导人们相信关于这孩子出生的传言,又从德尔斐带回另一个说法,散布流传到斯巴达:据说祭司们将某些极其古老的神谕保存在秘密文书中,任何人都不得索取,阅读亦是不合神律的,除非有阿波罗的后代历经漫长岁月而来,向守护者出示证明其出生的公认信物,方可取走载有神谕的木板。
τούτων δὲ προκατεσκευασμένων ἔδει τὸν Σειληνὸν ἐλθόντα τοὺς χρησμοὺς ἀπαιτεῖν2 ὡς Ἀπόλλωνος παῖδα, τοὺς δὲ συμπράττοντας τῶν ἱερέων ἐξακριβοῦν ἕκαστα καὶ διαπυνθάνεσθαι περὶ τῆς γενέσεως, τέλος δὲ πεπεισμένους δῆθεν ὡς Ἀπόλλωνος υἱῷ δεῖξαι τὰ γράμματα, τὸν δὲ ἀναγνῶναι πολλῶν παρόντων ἄλλας τε μαντείας καὶ ἧς ἕνεκα τἄλλα πέπλασται τὴν περὶ τῆς βασιλείας, ὡς ἄμεινον εἴη καὶ λώϊον Σπαρτιάταις ἐκ τῶν ἀρίστων πολιτῶν αἱρουμένοις τοὺς βασιλέας.
当这些准备就绪之后,西勒诺斯本应作为阿波罗之子前去索要神谕,而串通的祭司们则要详加核验每一细节,就其出生进行盘问,最后假装信服,把文书出示给这位阿波罗之子;而他则要在众人面前朗读其他预言,以及其余一切皆是为其而捏造的关于王位的预言——即对于斯巴达人而言,从最优秀的公民中选拔国王乃是更好、更有利的做法。
ἤδη δὲ τοῦ Σειληνοῦ μειρακίου γεγονότος καὶ πρὸς τὴν πρᾶξιν ἥκοντος, ἐξέπεσε τοῦ δράματος ὁ Λύσανδρος ἀτολμίᾳ·3 τῶν ὑποκριτῶν καὶ συνεργῶν ἑνός, ὡς ἐπʼ αὐτὸ τὸ ἔργον ἦλθεν, ἀποδειλιάσαντος καὶ ἀναδύντος. οὐ μὴν ἐφωράθη γε τοῦ Λυσάνδρου ζῶντος οὐθέν, ἀλλὰ μετὰ τὴν τελευτήν.
然而,当西勒诺斯已经长成青年并到了付诸行动的关口时,吕珊德却因怯懦而在这一戏剧中败北;因为在真正动手之际,其中一位演员兼同谋者胆怯退缩了。不过,在吕珊德生前并未有任何败露,这完全是在他死后才被发现的。
- 26.1ὥστε καὶ τεκούσης παιδάριον ἄρρεν ὑπὸ πολλῶν καὶ γνωρίμων σπουδάζεσθαι τὴν ἐκτροφὴν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν
在 ὥστε 引导的结果状语从句中,嵌入了省略作意义主语的代词 αὐτῆς 的属格绝对结构 τεκούσης。不定式 σπουδάζεσθαι 的宾格主语为 τὴν ἐκτροφὴν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν,表被动含义(“对其抚养与照料受到热心对待”),动作发出者由 ὑπό + 属格(πολλῶν καὶ γνωρίμων)表示。
- 26.3τούτων δὲ προκατεσκευασμένων ἔδει τὸν Σειληνὸν ἐλθόντα τοὺς χρησμοὺς ἀπαιτεῖν
由非人称动词 ἔδει(“理应/原本安排”)统摄的一连串带宾格主语的不定式结构。主语与不定式依次转换:(1) τὸν Σειληνὸν ἐλθόντα ... ἀπαιτεῖν;(2) τοὺς δὲ συμπράττοντας τῶν ἱερέων ἐξακριβοῦν ... καὶ διαπυνθάνεσθαι ... δεῖξαι;(3) τὸν δὲ ἀναγνῶναι,其中 τὸν δέ 再次指代西勒诺斯。
- 26.4ἐξέπεσε τοῦ δράματος ὁ Λύσανδρος ἀτολμίᾳ·
短语 ἐκπίπτω τοῦ δράματος 是一个戏剧隐喻,原指“从戏剧(舞台)上跌落/被逐下舞台”,在此引申为“谋划失败”。随后的 ἀτολμίᾳ 是原因与格(“由于怯懦”),其具体细节由紧随其后的属格绝对结构 τῶν ὑποκριτῶν καὶ συνεργῶν ἑνός ... ἀποδειλιάσαντος καὶ ἀναδύντος 作出阐明。
