← 普鲁塔克

莱桑德传

§25.1-25.4

借助演说稿与收买神谕推动王制改革的图谋

吕珊德试图通过演说草稿和伪造神谕推动政制变革,企图收买德尔斐、多多纳与阿蒙神庙皆告失败;作者预告将依据某位历史学家兼哲学家的记载详细记述这一精密谋划的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

πρῶτον μὲν οὖν ἐπεχείρησε καὶ παρεσκευάσατο πείθειν διʼ ἑαυτοῦ τοὺς πολίτας, καὶ λόγον ἐξεμελέτα πρὸς τὴν ὑπόθεσιν γεγραμμένον ὑπὸ Κλέωνος τοῦ Ἁλικαρνασσέως. ἔπειτα τὴν ἀτοπίαν καὶ τὸ μέγεθος τοῦ καινοτομουμένου πράγματος ὁρῶν ἰταμωτέρας δεόμενον βοηθείας, ὥσπερ ἐν τραγῳδίᾳ μηχανὴν αἴρων ἐπὶ τοὺς πολίτας, λόγια πυθόχρηστα καὶ χρησμοὺς συνετίθει καὶ κατεσκεύαζεν, ὡς οὐδὲν ὠφελησόμενος ὑπὸ τῆς Κλέωνος δεινότητος, εἰ μὴ φόβῳ θεοῦ τινι καὶ δεισιδαιμονίᾳ προεκπλήξας καὶ χειρωσάμενος ὑπαγάγοι πρὸς τὸν λόγον τοὺς πολίτας.1

于是,起初他试图并准备亲自说服公民们,并练习了一篇由哈利卡尔那索斯的克勒翁为此论题撰写的演说词。继而,他看到这项革新之举的奇特与巨大规模需要更加大胆的臂助,便如同在悲剧舞台上向着公民们升起升降机关一般,编造并炮制皮提亚神谕和神托;这是因为他认为,若非预先以对神明的敬畏和迷信使公民们大为震恐并加以制服,引诱他们顺从这一主张,自己就决计无法从克勒翁的辩才中获益。

§25.3

ἔφορος μὲν οὖν φησιν αὐτόν, ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ διαλέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα, τοὺς δὲ δυσχεραίνοντας εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας, ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν·2 ἀλλʼ ἡμεῖς γε βέλτιον, ὦ Σπαρτιᾶται, κρινοῦμεν, ὅταν ἥκητε πρὸς ἡμᾶς εἰς Λιβύην οἰκήσοντες, ὡς δὴ χρησμοῦ τινος ὄντος παλαιοῦ Λακεδαιμονίους ἐν Λιβύῃ κατοικῆσαι.3

据埃福罗斯所言,当他企图收买皮提亚,其后通过费雷克勒斯劝诱多多纳的女祭司们再度失败之后,他便前往阿蒙神庙,献出大量黄金与神差们交涉;然而神差们深感愤慨,派人前往斯巴达控告吕珊德。及至吕珊德被宣告无罪,利比亚人在离去时说道: “然而斯巴达人啊,等你们来我们利比亚定居时,我们自会做出更好的裁决,”此话仿佛当真存在某则斯巴达人将移居利比亚的古老神谕。

§25.4

τὴν δὲ ὅλην ἐπιβουλὴν καὶ σκευωρίαν τοῦ πλάσματος οὐ φαύλην οὖσαν οὐδὲ ἀφʼ ὧν ἔτυχεν ἀρξαμένην, ἀλλὰ πολλὰς καὶ μεγάλας ὑποθέσεις, ὥσπερ ἐν διαγράμματι μαθηματικῷ, προσλαβοῦσαν καὶ διὰ λημμάτων χαλεπῶν καὶ δυσπορίστων ἐπὶ τὸ συμπέρασμα προϊοῦσαν, ἡμεῖς ἀναγράψομεν ἀνδρὸς ἱστορικοῦ καὶ φιλοσόφου λόγῳ κατακολουθήσαντες.

这整个虚构的密谋与筹划绝非轻率草率之举,亦非始于寻常杂乱之事,而是如同数学几何图形的证明一般,吸纳了诸多重大的前提假定,并通过艰深难获的引理步步推向结论;我们当依照一位兼具历史学家与哲学家身份之人的叙述,将它记录下来。

语法注3 条
  1. 25.2ὡς οὐδὲν ὠφελησόμενος ὑπὸ τῆς Κλέωνος δεινότητος, εἰ μὴ φόβῳ θεοῦ τινι καὶ δεισιδαιμονίᾳ προεκπλήξας καὶ χειρωσάμενος ὑπαγάγοι πρὸς τὸν λόγον τοὺς πολίτας

    ὡς 与将来时分词 ὠφελησόμενος 连用,表示主语(吕珊德)的主观动机或预想(“因自认为不会从中获益”)。随后的条件从句 εἰ μὴ ... ὑπαγάγοι 使用了间接引语中的祈愿式(由直接语中的将来时直陈式或 ἐάν 带虚拟式转换而来),表明这是吕珊德内心的算计。

  2. 25.3Ἔφορος μὲν οὖν φησιν αὐτόν, ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ διαλέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα, τοὺς δὲ δυσχεραίνοντας εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας, ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν

    由主动词 φησιν 统辖的长篇带不定式结构,需注意不定式逻辑主语的转换:前半段以 αὐτόν(吕珊德)为主语,统带 ἀναβῆναι 和 διαλέγεσθαι;后半段以承接对比的 τοὺς δέ(先知们)为主语,统带 ἀποστεῖλαι;末段则以 τοὺς Λίβυας(利比亚人)为主语,统带 εἰπεῖν。其间的 ὡς ... ἀπέτυχεν 与 ἐπεὶ δὲ ἀπελύθη 为嵌套的时间/情境从属分句。

  3. 25.3ὡς δὴ χρησμοῦ τινος ὄντος παλαιοῦ Λακεδαιμονίους ἐν Λιβύῃ κατοικῆσαι

    ὡς 与属格独立结构(χρησμοῦ τινος ὄντος παλαιοῦ)连用,表达说话人(利比亚人)所声称的理由或托词(“仿佛真有……的神谕一般”)。不定式结构 Λακεδαιμονίους ... κατοικῆσαι 则作为解释性不定式,具体说明神谕(χρησμοῦ)的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:25.1-25.4