- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:24.1-24.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕珊德在赫勒斯滂立功却未再获重用,蒙羞归国后,他密谋发起政制变革,企图将斯巴达世袭王权改为依美德选拔。
ἐκ τούτου πρεσβευτὴς εἰς Ἑλλήσποντον ἐπέμπετο· καὶ τὸν μὲν Ἀγησίλαον διʼ ὀργῆς εἶχεν, οὐκ ἠμέλει δὲ τοῦ τὰ δέοντα πράττειν, Σπιθριδάτην δὲ τὸν Πέρσην προσκεκρουκότα Φαρναβάζῳ, γενναῖον ἄνδρα καὶ στρατιὰν ἔχοντα περὶ αὑτόν, ἀποστήσας ἤγαγε πρὸς τὸν Ἀγησίλαον.
由此,他被派往赫勒斯滂担任使节;尽管他对阿格西劳斯心怀怨愤,却并未玩忽职守,并且策反了与法纳巴佐斯不和的波斯人斯皮特里达特斯——这是一位出身高贵、手下拥有一支军队的男子——将他带到了阿格西劳斯面前。
ἄλλο δὲ οὐδὲν ἐχρήσατο αὐτῷ1 πρὸς τὸν πόλεμον, ἀλλὰ τοῦ χρόνου διελθόντος ἀπέπλευσεν εἰς τὴν Σπάρτην ἀτίμως, ὀργιζόμενος μὲν τῷ Ἀγησιλάῳ, μισῶν δὲ καὶ τὴν ὅλην πολιτείαν ἔτι μᾶλλον ἢ πρότερον, καὶ τὰ πάλαι δοκοῦντα συγκεῖσθαι καὶ μεμηχανῆσθαι πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ἐγνωκὼς ἐγχειρεῖν τότε καὶ μὴ διαμέλλειν.
然而国王除此以外并未在战事中起用他,等到任期届满,他便蒙受耻辱地乘船返回斯巴达。他既对阿格西劳斯怒火中烧,又比以往更加仇视整个政制,并决心立即着手施行那些似乎早已构思策划好以图变革与革新的计策,不再迟延。
ἦν δὲ τοιάδε. τῶν ἀναμιχθέντων Δωριεῦσιν Ἡρακλειδῶν καὶ κατελθόντων εἰς Πελοπόννησον πολὺ μὲν ἐν Σπάρτῃ καὶ λαμπρὸν ἤνθησε γένος, οὐ παντὶ δὲ αὐτῶν τῆς βασιλικῆς μετῆν διαδοχῆς, ἀλλʼ ἐβασίλευον ἐκ δυεῖν οἴκων μόνον Εὐρυπωντίδαι καὶ Ἀγιάδαι προσαγορευόμενοι, τοῖς δὲ ἄλλοις οὐδὲν ἑτέρου πλέον ἔχειν ἐν τῇ πολιτείᾳ διὰ τὴν εὐγένειαν ὑπῆρχεν, αἱ δὲ ἀπʼ ἀρετῆς τιμαὶ πᾶσι προὔκειντο τοῖς δυναμένοις.
其计谋如下。在与多利安人融合并回归伯罗奔尼撒的赫拉克勒斯后裔中,斯巴达繁衍出了一个众多而显赫的家族,但并非所有人都能参与王位的继承,只有出自被称为欧律庞提德和阿吉亚德的两个家族者才能称王;至于其他人,并无因高贵门第而在政制中享有胜过他人的任何特权,由美德带来的荣宠向所有有能之士敞开。
τούτων οὖν γεγονὼς ὁ Λύσανδρος, ὡς εἰς δόξαν τῶν πράξεων ἤρθη μεγάλην καὶ φίλους ἐκέκτητο πολλοὺς καὶ δύναμιν, ἤχθετο τὴν πόλιν ὁρῶν ὑπʼ αὐτοῦ μὲν αὐξανομένην, ὑφʼ ἑτέρων δὲ βασιλευομένην οὐδὲν βέλτιον αὐτοῦ γεγονότων, καὶ διενοεῖτο τὴν ἀρχὴν ἐκ τῶν δυεῖν οἴκων μεταστήσας εἰς κοινὸν ἀποδοῦναι πᾶσιν Ἡρακλείδαις, ὡς δὲ ἔνιοί φασιν, οὐχ Ἡρακλείδαις, ἀλλὰ Σπαρτιάταις, ἵνα μὴ ᾖ τῶν ἀφʼ Ἡρακλέους, ἀλλὰ τῶν οἷος Ἡρακλῆς2 τὸ γέρας, ἀρετῇ κρινομένων, ἣ κἀκεῖνον εἰς θεῶν τιμὰς ἀνήγαγεν. ἤλπιζε δὲ τῆς βασιλείας οὕτω δικαζομένης οὐδένα πρὸ αὑτοῦ Σπαρτιάτην ἂν αἱρεθήσεσθαι.3
于是,出自这些人的吕珊德,因其功绩而声名大振,并获得了许多友人和权势后,眼见城邦因自己而得以壮大,却由门第并不优于自己的人统治,深感愤懑,并打算将王权移出这两个家族,归还给全体赫拉克勒斯后裔共同享有,抑或如某些人所说,并非归还给赫拉克勒斯后裔,而是归还给斯巴达人,以使这一特权不属于赫拉克勒斯的子孙,而属于如同赫拉克勒斯一般、按美德受评判的人——正是这种美德将赫拉克勒斯也提升到了神明的尊荣。他且期望,若王位如此裁决,断无任何斯巴达人会越过他而被选拔。
- 24.2ἄλλο δὲ οὐδὲν ἐχρήσατο αὐτῷ
主语的无标记转换与代词指代。前行主动词 ἤγαγε 以及后随的 ἀπέπλευσεν 的主语均为吕珊德,但此处谓语动词 ἐχρήσατο 的主语转换为前文接受投诚的阿格西劳斯,而与格代词 αὐτῷ 则指代吕珊德(“阿格西劳斯除此以外并未在战事中起用他”)。
- 24.5τῶν οἷος Ἡρακλῆς
伴随吸引的关系结构紧缩表达式。其完整结构为 τῶν τοιούτων οἷος Ἡρακλῆς ἦν(“如同赫拉克勒斯一般的人”),指示代词先行词被属格冠词 τῶν 吸收。后随的属格复数分词 ἀρετῇ κρινομένων 在语义上与该短语所指的复数主体相一致。
- 24.5ἂν αἱρεθήσεσθαι
带有 ἄν 的将来时被动态不定式。在间接引语中,它相当于直接引语中的直陈语气将来时加 ἄν(或潜势祈愿语气),以前行的属格独立结构 τῆς βασιλείας οὕτω δικαζομένης 作为条件从句(“若王位如此裁决”),构成条件句的主句归结部分。
