- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:23.1-23.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在亚细亚远征中,众人的拥戴聚集在顾问吕珊德身上,嫉妒的阿格西劳斯遂将他冷落并贬为分肉官,吕珊德因而请求改任一个不致引起嫌忌且更有用处的职务。
εὐθὺς οὖν αὐτὸν ἐξώρμα καὶ προὔτρεπεν ὁ Λύσανδρος εἰς τὴν Ἀσίαν στρατεύειν, ὑποτιθεὶς ἐλπίδας ὡς καταλύσοντι Πέρσας καὶ μεγίστῳ γενησομένῳ,1 πρός τε τοὺς ἐν Ἀσίᾳ φίλους ἔγραψεν αἰτεῖσθαι κελεύων παρὰ Λακεδαιμονίων στρατηγὸν Ἀγησίλαον ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον.
于是吕珊德立即催促并激励他出征亚洲,向他许以推翻波斯人并成为极伟大人物的期望;他还写信给在亚洲的友人,命他们向拉栖代梦人请求任命阿格西劳斯为对蛮族战争的将领。
οἱ δὲ ἐπείθοντο καὶ πρέσβεις ἔπεμπον εἰς Λακεδαίμονα δεομένους· ὃ δοκεῖ τῆς βασιλείας οὐκ ἔλαττον Ἀγησιλάῳ καλὸν ὑπάρξαι διὰ Λύσανδρον. ἀλλʼ αἱ φιλότιμοι φύσεις ἄλλως μὲν οὐ κακαὶ πρὸς τὰς ἡγεμονίας εἰσί, τὸ δὲ φθονεῖν τοῖς ὁμοίοις διὰ δόξαν οὐ μικρὸν ἐμπόδιον τῶν καλῶν πράξεων ἔχουσι· ποιοῦνται γὰρ ἀνταγωνιστὰς τῆς ἀρετῆς οἷς πάρεστι χρῆσθαι συνεργοῖς.
他们依言而行,派遣使节前往斯巴达提出请求;在人们看来,阿格西劳斯因吕珊德而获得的这一荣宠,并不逊于获得王位。然而,热衷功名之士的心性虽然在其他方面并不见得不适于统御,但为求声望而嫉妒同侪,却成了施行高尚事业的不小阻碍;因为他们把本可作为合作者的人,变成了争竞美德的对手。
Ἀγησίλαος μὲν οὖν ἐπηγάγετο Λύσανδρον ἐν τοῖς τριάκοντα συμβούλοις ὡς μάλιστα καὶ πρώτῳ τῶν φίλων χρησόμενος· ἐπεὶ δὲ εἰς τὴν Ἀσίαν παραγενομένων πρὸς ἐκεῖνον μὲν οὐκ ἔχοντες οἱ ἄνθρωποι συνήθως βραχέα καὶ σπανίως διελέγοντο, τὸν δὲ Λύσανδρον ἐκ πολλῆς τῆς πρόσθεν ὁμιλίας οἵ τε φίλοι θεραπεύοντες οἵ τε ὕποπτοι δεδοικότες ἐφοίτων ἐπὶ θύρας καὶ παρηκολούθουν, οἷον ἐν τραγῳδίαις ἐπιεικῶς συμβαίνει περὶ τοὺς ὑποκριτάς, τὸν μὲν ἀγγέλου τινὸς ἢ θεράποντος ἐπικείμενον πρόσωπον εὐδοκιμεῖν καὶ πρωταγωνιστεῖν, τὸν δὲ διάδημα καὶ σκῆπτρον φοροῦντα μηδὲ ἀκούεσθαι φθεγγόμενον, οὕτω περὶ τὸν σύμβουλον ἦν τὸ πᾶν ἀξίωμα τῆς ἀρχῆς, τῷ δὲ βασιλεῖ τοὔνομα τῆς δυνάμεως ἔρημον ἀπελείπετο.
阿格西劳斯带上吕珊德作为三十名顾问之一,本打算将他视作友人中最为首要之人来起用;然而当他们抵达亚洲后,人们因与国王并不相熟,同他交谈既简短又罕有,而吕珊德由于从前交往甚密,他的友人巴结他,那些遭猜疑者也惧怕他,纷纷造访其门庭并前呼后拥,正如悲剧演员中常见的情形那样,戴着信使或仆人面具的人博得赞誉并占据主角地位,而头戴冠冕、手执权杖的人开口说话却无人倾听;同样地,围绕在顾问身边的尽是权力的全部尊严,留给国王的却是毫无权势的名号。
γενέσθαι μὲν οὖν ἴσως ἔδει τινὰ τῆς ἐκμελοῦς ταύτης φιλοτιμίας ἐπαφὴν καὶ συσταλῆναι τὸν Λύσανδρον ἄχρι τῶν δευτερείων· τὸ δὲ παντελῶς ἀπορρῖψαι καὶ προπηλακίσαι διὰ δόξαν εὐεργέτην ἄνδρα καὶ φίλον οὐκ ἦν ἄξιον Ἀγησιλάῳ προσεῖναι.πρῶτον μὲν οὖν οὐ παρεῖχεν αὐτῷ πράξεων ἀφορμάς, οὐδὲ ἔταττεν ἐφʼ ἡγεμονίας· ἔπειτα ὑπὲρ ὧν αἴσθοιτό τι πράττοντα καὶ σπουδάζοντα τὸν Λύσανδρον, ἀεὶ τούτους πάντων ἀπράκτους καὶ τῶν ἐπιτυχόντων ἔλαττον ἔχοντας ἀπέπεμπε, παραλύων ἡσυχῆ καὶ διαψύχων τὴν ἐκείνου δύναμιν.
固然,也许理应对这种过度的野心稍加收束,将吕珊德退回到次要地位;但为了争名夺誉而将一位有恩之人兼友人彻底弃置并施加侮辱,实非阿格西劳斯应有的作为。起初,他并不给他提供建功立业的机会,也不委派他统领军队;接着,凡是他察觉到吕珊德在为谁奔走效力,他总是让这些人一事无成地离去,其待遇甚至不如普通人,以此暗中瓦解并冷却其权势。
ἐπεὶ δὲ τῶν πάντων διαμαρτάνων ὁ Λύσανδρος ἔγνω τοῖς φίλοις τὴν παρʼ αὑτοῦ σπουδὴν ἐναντίωμα γινομένην, αὐτός τε τὸ βοηθεῖν ἐξέλιπε κἀκείνων ἐδεῖτο μὴ προσιέναι μηδὲ θεραπεύειν αὐτόν, ἀλλὰ τῷ βασιλεῖ διαλέγεσθαι καὶ τοῖς δυναμένοις ὠφελεῖν τοὺς τιμῶντας αὐτοὺς μᾶλλον ἐν τῷ παρόντι.
当吕珊德经历诸事受挫,明白来自自己的热心反而成了友人们的阻碍时,他自己便不再施以援手,并请求他们不要再接近或逢迎他,而去同国王以及目前更能让尊奉他们的人获益之辈交涉。
ταῦτα ἀκούοντες οἱ πολλοὶ τοῦ μὲν ἐνοχλεῖν αὐτὸν περὶ πραγμάτων ἀπείχοντο, τὰς δὲ θεραπείας οὐ κατέλιπον, ἀλλὰ προσφοιτῶντες ἐν τοῖς περιπάτοις καὶ γυμνασίοις ἔτι μᾶλλον ἢ πρότερον ἠνίων τὸν Ἀγησίλαον ὑπὸ φθόνου τῆς τιμῆς, ὥστε τοῖς πολλοῖς Σπαρτιάταις ἡγεμονίας πραγμάτων καὶ διοικήσεις πόλεων ἀποδιδοὺς τὸν Λύσανδρον ἀπέδειξε κρεοδαίτην. εἶτα οἷον ἐφυβρίζων πρὸς τοὺς Ἴωνας, ἀπιόντες, ἔφη, νῦν τὸν ἐμὸν κρεοδαίτην θεραπευέτωσαν.
众人听闻此言,虽不再因事务来烦扰他,却没有放弃奉承逢迎,反而聚集在散步道和体操场上,因这份尊荣的嫉妒而比先前更令阿格西劳斯恼怒,以至于他给许多普通斯巴达人分派事务的指挥权和城邦的治理权,却任命吕珊德为切肉官。随后,他仿佛在羞辱爱奥尼亚人一般,“让他们现在就去,”他说,“逢迎我的切肉官罢。”
ἔδοξεν οὖν τῷ Λυσάνδρῳ διὰ λόγων πρὸς αὐτὸν ἐλθεῖν· καὶ γίνεται βραχὺς καὶ Λακωνικὸς αὐτῶν διάλογος. ἦ καλῶς ᾔδεις, ὦ Ἀγησίλαε, φίλους ἐλαττοῦν. καὶ ὅς· ἄν γε ἐμοῦ βούλωνται μείζονες εἶναι·2 τοὺς δὲ αὔξοντας τὴν ἐμὴν δύναμιν καὶ μετέχειν αὐτῆς δίκαιον.
于是吕珊德决定前去同他言谈;两人之间展开了一段简短而具拉科尼亚风格的对话: “阿格西劳斯啊,你确实深知如何贬抑友人。” 后者答道: “如果他们企图比我更显赫,自当如此;但那些增进我权势的人,理应也能分享这份权势。”
ἀλλʼ ἴσως μέν, ὦ Ἀγησίλαε, σοὶ λέλεκται κάλλιον ἢ ἐμοὶ πέπρακται· δέομαι δέ σου καὶ διὰ τοὺς ἐκτὸς ἀνθρώπους, οἳ πρὸς ἡμᾶς ἀποβλέπουσιν, ἐνταῦθά με τῆς σεαυτοῦ στρατηγίας τάξον, ὅπου τεταγμένον ἥκιστα μὲν ἐπαχθῆ, μᾶλλον δὲ χρήσιμον ἔσεσθαι σεαυτῷ νομίζεις.
“然而阿格西劳斯啊,或许你说得比我做得更为得体;但为了那些注视着我们的外人,我恳求你,在你自身的军务中将我派定在某个位置上,只要你认为一旦派驻在那里,我对你而言最为不惹人生厌,且更有用处。”
- 23.1ὡς καταλύσοντι Πέρσας καὶ μεγίστῳ γενησομένῳ
分词 καταλύσοντι 与 γενησομένῳ 采用了与格形式,呼应了 ὑποτιθεὶς ἐλπίδας(向[某人]许以期望)中潜在的与格接受者,而非与主句宾语 αὐτόν 保持宾格一致。将来分词的逻辑主语为阿格西劳斯,意为“[期待他]将推翻波斯人并成为极伟大的人物”。
- 23.8ἄν γε ἐμοῦ βούλωνται μείζονες εἶναι
带有 ἄν(=ἐάν)加虚拟式的条件从句在此独立出现,承接前一句吕珊德所说的 φίλους ἐλαττοῦν(贬抑友人),主句被省略,意为“[如果他们企图比我更大,](我确实深知如何贬抑他们)”,是对前述话语附带保留条件的认可。
