- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:22.1-22.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了吕珊德锋芒毕露、威慑他人的若干言论逸事;阿吉斯王死后,他针对王位继承争议,驳斥了莱奥提基达斯的合法性,并借重新阐释关于跛足的神谕力挺阿格西劳斯登基。
ἦν δὲ καὶ τῷ λόγῳ θρασὺς καὶ καταπληκτικὸς πρὸς τοὺς ἀντιτείνοντας. Ἀργείοις μὲν γὰρ ἀμφιλογουμένοις περὶ γῆς ὅρων καὶ δικαιότερα τῶν Λακεδαιμονίων οἰομένοις λέγειν δείξας τὴν μάχαιραν, ὁ ταύτης, ἔφη, κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται. Μεγαρέως δὲ ἀνδρὸς ἔν τινι συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου, εἶπεν, ὦ ξένε, πόλεως δέονται.
他在言辞上也颇为果敢凌厉,威慑敢于抗拒他的人。事实上,当阿哥斯人争论领土边界、并自认为比拉栖代梦人更有理时,他亮出自己的短剑,“掌握此物者,”他说,“最善于谈论领土边界。” 又有一次,一个墨伽拉人在某次集会上对他直言不讳时,“你的话,”他说,“异邦人啊,缺少了一座城邦(作为后盾)。”
τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας ἠρώτα πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις1 διαπορεύηται τὴν χώραν αὐτῶν. ἐπεὶ δὲ τῶν Κορινθίων ἀφεστώτων παρερχόμενος πρὸς τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, οὐκ αἰσχύνεσθε, ἔφη, τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ διʼ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;
面对态度骑墙的维奥蒂亚人,他询问究竟是以直立的长矛还是放平的长矛穿过他们的领土。当科林斯人叛离,他行进至城墙边,见拉栖代梦人迟疑不敢进攻,恰有一只野兔跃过壕沟时,“难道你们不觉得可耻吗,”他说,“竟然害怕这样的敌人,他们的怠惰使得野兔都能在城墙上安睡?”
ἐπεὶ δὲ Ἆγις ὁ βασιλεὺς ἐτελεύτησεν ἀδελφὸν μὲν Ἀγησίλαον καταλιπών, υἱὸν δὲ νομιζόμενον Λεωτυχίδαν, ἐραστὴς τοῦ Ἀγησιλάου γεγονὼς ὁ Λύσανδρος ἔπεισεν αὐτὸν ἀντιλαμβάνεσθαι τῆς βασιλείας ὡς Ἡρακλείδην ὄντα γνήσιον. ὁ γὰρ Λεωτυχίδας διαβολὴν εἶχεν ἐξ Ἀλκιβιάδου γεγονέναι, συνόντος κρύφα τῇ Ἄγιδος γυναικὶ Τιμαίᾳ καθʼ ὃν χρόνον φεύγων ἐν Σπάρτῃ διέτριβεν.
后来国王阿吉斯去世,留下了兄弟阿格西劳斯以及被视作其子的莱奥提基达斯;曾是阿格西劳斯爱慕者的吕珊德说服他去争取王位,理由是他才是赫拉克勒斯的正统后裔。因为莱奥提基达斯背负着是阿尔西比亚德斯之子的恶名——阿尔西比亚德斯流亡旅居斯巴达期间,曾与阿吉斯的妻子蒂玛伊亚私通。
ὁ δὲ Ἆγις, ὥς φασι, χρόνου λογισμῷ τὸ πρᾶγμα συνελών,2 ὡς οὐ κυήσειεν ἐξ αὐτοῦ, παρημέλει τοῦ Λεωτυχίδου καὶ φανερὸς ἦν ἀναινόμενος αὐτὸν παρά γε τὸν λοιπὸν χρόνον. ἐπεὶ δὲ νοσῶν εἰς Ἡραίαν ἐκομίσθη καὶ τελευτᾶν ἔμελλε, τὰ μὲν ὑπʼ αὐτοῦ τοῦ νεανίσκου, τὰ δὲ ὑπὸ τῶν φίλων ἐκλιπαρηθεὶς ἐναντίον πολλῶν ἀπέφηνεν υἱὸν αὑτοῦ τὸν Λεωτυχίδαν, καὶ δεηθεὶς τῶν παρόντων ἐπιμαρτυρῆσαι ταῦτα πρὸς τοὺς Λακεδαιμονίους ἀπέθανεν.
据说,阿吉斯通过推算时间推知此事,确信她不可能怀上自己的孩子,因而轻慢莱奥提基达斯,在余生中公然否认他是自己的儿子。然而,当他患病被送往赫拉亚且濒临死亡时,在年轻人本人及其朋友们的苦苦恳求下,他当着许多人的面宣布莱奥提基达斯是自己的儿子,并请求在场众人向拉栖代梦人为此作证,随后便去世了。
οὗτοι μὲν οὖν ἐμαρτύρουν ταῦτα τῷ Λεωτυχίδᾳ· τὸν δʼ Ἀγησίλαον λαμπρὸν ὄντα τἆλλα καὶ συναγωνιστῇ τῷ Λυσάνδρῳ χρώμενον ἔβλαπτε Διοπείθης, ἀνὴρ εὐδόκιμος ἐπὶ χρησμολογίᾳ, τοιόνδε μάντευμα προφέρων εἰς τὴν χωλότητα τοῦ Ἀγησιλάου· "φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία. δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι φθισιβρότου τʼ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο."
于是这些人便为莱奥提基达斯作了证;但阿格西劳斯虽在其他方面声名显赫且有吕珊德作为同盟,却遭到在解签释谶方面颇负盛名的迪奥佩特斯的阻挠,后者就阿格西劳斯的跛足引出了这样一则神谕: “留心罢,斯巴达啊,纵然你傲慢自得, 莫教你健全的足下,生出跛足的王权。 因未料之辛劳必将长久纠缠于你, 更有吞噬人命的战争巨浪滚滚而来。
πολλῶν οὖν ὑποκατακλινομένων πρὸς τὸ λόγιον καὶ τρεπομένων πρὸς τὸν Λεωτυχίδαν, ὁ Λύσανδρος οὐκ ὀρθῶς ἔφη τὸν Διοπείθη τὴν μαντείαν ὑπολαμβάνειν· οὐ γὰρ ἂν προσπταίσας τις ἄρχῃ Λακεδαιμονίων, δυσχεραίνειν τὸν θεόν,3 ἀλλὰ χωλὴν εἶναι τὴν βασιλείαν εἰ νόθοι καὶ κακῶς γεγονότες βασιλεύσουσι σὺν Ἡρακλείδαις. τοιαῦτα λέγων καὶ δυνάμενος πλεῖστον ἔπεισε, καὶ γίνεται βασιλεὺς Ἀγησίλαος.
” 因此许多人屈从于这则神谕,转而支持莱奥提基达斯,但吕珊德宣称迪奥佩特斯对神谕的理解是不正确的:因为神明绝非因某个身有跌踬之人统治拉栖代梦人而感到不悦,相反,若是私生子和卑贱出身之辈与赫拉克勒斯后裔共同称王,那王权才是真正跛足的。他凭借此番言辞以及自身的巨大权势说服了众人,阿格西劳斯遂成为国王。
- 22.2ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις
形容词 ὀρθοῖς 与分词 κεκλιμένοις 分别处于冠词修饰的名词短语 τοῖς δόρασιν 前后(冠词—名词结构之外),构成表述语位置(predicative position),作表示伴随情况或方式的与格(“长矛直立还是放平”)。前者暗示和平借道,后者暗示战斗行军。
- 22.4χρόνου λογισμῷ τὸ πρᾶγμα συνελών
συνελών 是 συναιρέω 的第二不定过去式主动分词,意为“理解”、“推断”。搭配方式/手段与格 χρόνου λογισμῷ(“通过时间的计算”),说明阿吉斯核对了受孕时间与自己离开的时期;其后的 ὡς 从句则引出推断的具体内容(“并非怀上自己的骨肉”)。
- 22.6οὐ γὰρ ἂν προσπταίσας τις ἄρχῃ Λακεδαιμονίων, δυσχεραίνειν τὸν θεόν
间接引语结构。此处的 ἂν 是条件连词 ἐάν 的缩约形式(ᾱ̓́ν),搭配保留自直接引语的虚拟语气 ἄρχῃ 引导条件从句(“若有人身有跌踬而统治”);主句为受 ἔφη 支配的宾格加不定式结构 οὐ ... δυσχεραίνειν τὸν θεόν(直接引语中对应 οὐ δυσχεραίνει ὁ θεός),整句意为“神绝不会因有人跌踬而行统治便感到不悦”。
