← 普鲁塔克

莱桑德传

§21.1-21.4

调停雅典内乱与国王保萨尼亚斯的牵制

在吕珊德出国期间,斯巴达诸王试图瓦解其党羽的统治,但雅典民主派的起义促使斯巴达派吕珊德前往增援寡头派。国王保萨尼亚斯出兵干预并调停和解以遏制吕珊德的野心,然而雅典随后的再度反叛反使吕珊德赢得了更高威望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

μόλις δὲ καὶ χαλεπῶς ἀφεθῆναι διαπραξάμενος ὑπὸ τῶν ἐφόρων ἐξέπλευσεν. οἱ δὲ βασιλεῖς ἀποδημήσαντος αὐτοῦ συμφρονήσαντες ὅτι ταῖς ἑταιρείαις τὰς πόλεις κατέχων διὰ παντὸς ἄρχει καὶ κύριός ἐστι τῆς Ἑλλάδος, ἔπρασσον ὅπως ἀποδώσουσι1 τοῖς δημόταις τὰ πράγματα τοὺς ἐκείνου φίλους ἐκβαλόντες.

他费尽周折、好不容易才从监察官那里获得准许,扬帆启程。然而在他出国后,诸王一致认为他通过政社控制各城邦、实行专权,已成为希腊的实际统治者,于是策划驱逐他的同党,将政权归还给民众。

§21.2

οὐ μὴν ἀλλὰ πάλιν πρὸς ταῦτα κινήματος γενομένου, καὶ πρώτων τῶν ἀπὸ Φυλῆς Ἀθηναίων ἐπιθεμένων τοῖς τριάκοντα καὶ κρατούντων, ἐπανελθὼν διὰ ταχέων ὁ Λύσανδρος ἔπεισε τοὺς Λακεδαιμονίους ταῖς ὀλιγαρχίαις βοηθεῖν καὶ τοὺς δήμους κολάζειν. καὶ πρώτοις τοῖς τριάκοντα πέμπουσιν ἑκατὸν τάλαντα πρὸς τὸν πόλεμον καὶ στρατηγὸν αὐτὸν Λύσανδρον.

尽管如此,针对这些举措再度发生动乱,来自菲莱的雅典人首先进攻三十人僭主集团并占据优势;吕珊德迅速返回,说服拉栖代梦人援助寡头派并惩罚平民派。他们首先向三十人僭主集团提供了用于战事的百塔兰同,并派吕珊德本人担任统帅。

§21.3

οἱ δὲ βασιλεῖς φθονοῦντες καὶ δεδιότες μὴ πάλιν ἕλῃ τὰς Ἀθήνας, ἔγνωσαν ἐξιέναι τὸν ἕτερον αὐτῶν. ἐξῆλθε δὲ ὁ Παυσανίας, λόγῳ μὲν ὑπὲρ τῶν τυράννων ἐπὶ τὸν δῆμον, ἔργῳ δὲ καταλύσων2 τὸν πόλεμον, ὡς μὴ πάλιν ὁ Λύσανδρος διὰ τῶν φίλων κύριος γένοιτο τῶν Ἀθηνῶν. τοῦτο μὲν οὖν διεπράξατο ῥᾳδίως· καὶ τοὺς Ἀθηναίους διαλλάξας καὶ καταπαύσας τὴν στάσιν ἀφείλετο τοῦ Λυσάνδρου τὴν φιλοτιμίαν.

但诸王出于嫉妒,又惧怕他再次攻陷雅典,便决定由他们二人中的一人亲自出征。于是保萨尼亚斯出征,名义上是支援僭主以对抗民众,实际上却是为了结束战争,以免吕珊德通过其同党再次控制雅典。于是他轻易地达成了这一目标;通过调解雅典人并平息内乱,他挫败了吕珊德争名夺利的野心。

§21.4

ὀλίγῳ δὲ ὕστερον ἀποστάντων πάλιν τῶν Ἀθηναίων αὐτὸς μὲν αἰτίαν ἔλαβεν, ὡς ἐγκεχαλινωμένον τῇ ὀλιγαρχίᾳ τὸν δῆμον ἀνεὶς αὖθις ἐξυβρίσαι καὶ θρασύνασθαι,3 τῷ δὲ Λυσάνδρῳ προσεθήκατο δόξαν ἀνδρὸς οὐ πρὸς ἑτέρων χάριν οὐδὲ θεατρικῶς, ἀλλὰ πρὸς τὸ τῇ Σπάρτῃ συμφέρον αὐθεκάστως στρατηγοῦντος.

然而不久之后雅典人再次反叛,他自己落得受人指责,被斥为放任原本被寡头政制套上辔头的民众再次变得傲慢放肆;却为吕珊德增添了声誉,使他被视作一位不为讨好他人、亦不作虚张声势的做作之举,而是直率地为斯巴达的利益统率军队之人。

语法注3 条
  1. 21.1ἔπρασσον ὅπως ἀποδώσουσι

    表示努力或企图的动词(ἔπρασσον)接 ὅπως 与将来时直陈语气(ἀποδώσουσι),构成典型的努力从句,意为“策划/力图使……”。在古典希腊语散文中,此类从句通常使用将来时直陈语气而非虚拟语气。

  2. 21.3καταλύσων

    表目的的将来时分词,修饰主句动词 ἐξῆλθε。它处于名义与实意的对照结构(λόγῳ μὲν ... ἔργῳ δὲ καταλύσων)中,后接的否定目的从句 ὡς μὴ ... γένοιτο 则进一步补充说明了该分词所体现的具体目的。

  3. 21.4ὡς ἐγκεχαλινωμένον τῇ ὀλιγαρχίᾳ τὸν δῆμον ἀνεὶς αὖθις ἐξυβρίσαι καὶ θρασύνασθαι

    跟随在 αἰτίαν ἔλαβεν(招致指责)之后的 ὡς 引出被指控的主观理由或内容。不定过去时分词 ἀνείς(源自 ἀνίημι,“松开、放任”)支配直接宾语 τὸν δῆμον 以及不定式 ἐξυβρίσαι καὶ θρασύνασθαι,构成“放任平民肆意横行与放肆”的使役/放任结构。宾格 τὸν δῆμον 既是 ἀνείς 的宾语,也是不定式的逻辑主语;完成时被动分词 ἐγκεχαλινωμένον 则处于谓语位置,作状语分词与 τὸν δῆμον 一致(“原本已被寡头政治套上辔头的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:21.1-21.4