← 普鲁塔克

莱桑德传

§20.1-20.6

法尔纳巴佐斯的计策与吕珊德企图离国

吕珊德被法尔纳巴佐斯假意写下的澄清信所蒙骗,回国后察觉中计并狼狈不堪,随后以向阿蒙神还愿为借口企图离开斯巴达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ὁ δὲ Λύσανδρος, ἐλθούσης τῆς σκυτάλης πρὸς αὐτὸν εἰς τὸν Ἑλλήσποντον, διεταράχθη, καὶ μάλιστα τὰς τοῦ Φαρναβάζου δεδιὼς κατηγορίας, ἐσπούδασεν εἰς λόγους αὐτῷ συνελθεῖν, ὡς λύσων τὴν διαφοράν. καὶ συνελθὼν ἐδεῖτο γράψαι περὶ αὐτοῦ πρὸς τοὺς ἄρχοντας ἑτέραν ἐπιστολὴν ὡς οὐδὲν ἠδικημένον οὐδʼ ἐγκαλοῦντα.1

当密信棒送到赫勒斯滂的吕珊德手中时,他惊慌失措,尤其是惧怕法尔纳巴佐斯的控告,便急于与他会面会谈,以期化解争端。会面之后,他恳求法尔纳巴佐斯再给长官们写一封关于他的信,说明〔法尔纳巴佐斯〕未受任何侵害,亦毫无怨言。

§20.2

πρὸς Κρῆτα δὲ ἄρα, τὸ τοῦ λόγου, κρητίζων2 ἠγνόει τὸν Φαρνάβαζον. ὑποσχόμενος γὰρ ἅπαντα ποιήσειν, φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύσανδρος ἠξίωσεν ἐπιστολήν, κρύφα δὲ εἶχεν ἑτέραν αὐτόθι γεγραμμένην. ἐν δὲ τῷ τὰς σφραγῖδας ἐπιβάλλειν ἐναλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει, δίδωσιν ἐκείνην αὐτῷ τὴν κρύφα γεγραμμένην.

然而他正如俗话所说“对克里特人使克里特套路”,完全低估了法尔纳巴佐斯。因为法尔纳巴佐斯口头答应一切照办,表面上写了一封完全符合吕珊德要求的信,暗中却备好了另一封当场写好的信。在加盖印章时,他调换了外观上毫无二致的文书,把暗中写好的那一封交给了他。

§20.3

ἀφικόμενος οὖν ὁ Λύσανδρος εἰς Λακεδαίμονα καὶ πορευθείς, ὥσπερ ἔθος ἐστίν, εἰς τὸ ἀρχεῖον, ἀπέδωκε τοῖς ἐφόροις τὰ γράμματα τοῦ Φαρναβάζου, πεπεισμένος ἀνῃρῆσθαι τὸ μέγιστον αὐτοῦ τῶν ἐγκλημάτων· ἠγαπᾶτο γὰρ ὁ Φαρνάβαζος ὑπὸ τῶν Λακεδαιμονίων, προθυμότατος ἐν τῷ πολέμῳ τῶν βασιλέως στρατηγῶν γεγενημένος.

于是吕珊德抵达拉栖代梦,按照惯例前往政厅,将法尔纳巴佐斯的信件交给了监察官们,深信针对自己的最大指控已被消除;因为法尔纳巴佐斯备受拉栖代梦人器重,在战争中是波斯国王诸将领中最卖力者。

§20.4

ἐπεὶ δὲ ἀναγνόντες οἱ ἔφοροι τὴν ἐπιστολὴν ἔδειξαν αὐτῷ, καὶ συνῆκεν ὡς "οὐκ ἆρʼ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος," τότε μὲν ἰσχυρῶς τεθορυβημένος ἀπῆλθεν· ἡμέραις δὲ ὀλίγαις ὕστερον ἐντυχὼν τοῖς ἄρχουσιν ἔφη δεῖν αὐτὸν εἰς Ἄμμωνος ἀναβῆναι καὶ τῷ θεῷ θῦσαι θυσίας ἃς εὔξατο πρὸ τῶν ἀγώνων.

然而,当监察官们读完信并出示给他看时,他领悟到: “原来狡黠者并非唯独奥德修斯一人,” 当时他极度狼狈地退了出来。几天之后,他求见长官们,声称自己必须前往阿蒙神殿,向神明奉献战前所许下的祭礼。

§20.5

ἔνιοι μὲν οὖν ἀληθῶς φασιν αὐτῷ πολιορκοῦντι τὴν τῶν Ἀφυταίων πόλιν ἐν Θρᾴκῃ κατὰ τοὺς ὕπνους παραστῆναι τὸν Ἄμμωνα· διὸ καὶ τὴν πολιορκίαν ἀφείς, ὡς τοῦ θεοῦ προστάξαντος, ἐκέλευσε τοὺς Ἀφυταίους Ἄμμωνι θύειν καὶ τὸν θεὸν ἐσπούδασεν εἰς τὴν Λιβύην πορευθεὶς ἐξιλάσασθαι.

有些人说,当他在色雷斯围攻阿费提斯人的城邦时,阿蒙神确实曾在他梦中显圣;因此他依照神旨解除了围困,命令阿费提斯人向阿蒙献祭,自己也急于前往利比亚以平息神怒。

§20.6

τοῖς δὲ πλείστοις ἐδόκει πρόσχημα ποιεῖσθαι τὸν θεόν, ἄλλως δὲ τοὺς ἐφόρους δεδοικὼς καὶ τὸν οἴκοι ζυγὸν οὐ φέρων οὐδʼ ὑπομένων ἄρχεσθαι πλάνης ὀρέγεσθαι3 καὶ περιφοιτήσεως τινός, ὥσπερ ἵππος ἐκ νομῆς ἀφέτου καὶ λειμῶνος αὖθις ἥκων ἐπὶ φάτνην καὶ πρὸς τὸ σύνηθες ἔργον αὖθις ἀγόμενος. ἣν μὲν γὰρ Ἔφορος τῆς ἀποδημίας ταύτης αἰτίαν ἀναγράφει, μετὰ μικρὸν ἀφηγήσομαι.

但对大多数人而言,他似乎只是把神明当作借口,实则是害怕监察官们,不能忍受国内的束缚,亦不堪忍受受制于人,从而渴望某种漫游和远行,就像一匹从自由奔跑的牧场和草地重返马厩、再次被牵去从事惯常劳役的马一样。至于埃福罗斯对这次远行所记载的原因,我稍后便将叙述。

语法注3 条
  1. 20.1ὡς οὐδὲν ἠδικημένον οὐδʼ ἐγκαλοῦντα

    连词 ὡς 后接的宾格分词 ἠδικημένον 和 ἐγκαλοῦντα 表述了寄信人法尔纳巴佐斯在信中所陈述的立场或主观意图(用作绝对宾格或与间接引语相类的结构),意为“声明自己未受侵害、亦无怨言”。

  2. 20.2πρὸς Κρῆτα δὲ ἄρα, τὸ τοῦ λόγου, κρητίζων

    短语 τὸ τοῦ λόγου 是一个副词性或限制性宾格的习惯插入语,意为“如俗话所说”。动词 κρητίζω 意为“效仿克里特人”(即行骗、说谎),整句引用了希腊著名的谚语,指“对骗子施展骗术(企图蒙骗比自己更高明的说谎者)”。

  3. 20.6τοῖς δὲ πλείστοις ἐδόκει πρόσχημα ποιεῖσθαι τὸν θεόν, ἄλλως δὲ τοὺς ἐφόρους δεδοικὼς καὶ τὸν οἴκοι ζυγὸν οὐ φέρων οὐδʼ ὑπομένων ἄρχεσθαι πλάνης ὀρέγεσθαι

    主动词 ἐδόκει 采用以吕珊德为主语的有人称结构,统摄两个并列的补足不定词 ποιεῖσθαι 与 ὀρέγεσθαι。在 πρόσχημα ποιεῖσθαι τὸν θεόν 中,τὸν θεόν 为直接宾语,πρόσχημα 为表语宾格(“把神明当作借口”)。随后的主格分词 δεδοικώς、οὐ φέρων、οὐδʼ ὑπομένων(带补足不定词 ἄρχεσθαι)规则地与主语吕珊德一致,说明 πλάνης ὀρέγεσθαι 的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:20.1-20.6