← 普鲁塔克

莱桑德传

§19.1-19.7

吕珊德的残暴专权与斯巴达密信棒的召回

由于阿谀奉承与野心而变得残暴专横并在各地大肆屠杀的吕珊德,在法尔纳巴佐斯向斯巴达控告后,遭监察官通过密信棒召回;随后文中详述了斯巴达密信棒的构造与使用原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἀλλʼ ἡ μὲν φιλοτιμία τοῦ Λυσάνδρου τοῖς πρώτοις καὶ ἰσοτίμοις ἦν ἐπαχθὴς μόνον. ὑπεροψίας δὲ πολλῆς ἅμα τῇ φιλοτιμίᾳ διὰ τοὺς θεραπεύοντας ἐγγενομένης τῷ ἤθει καὶ βαρύτητος, οὔτε τιμῆς οὔτε τιμωρίας μέτρον ἦν παρʼ αὐτῷ δημοτικόν, ἀλλὰ φιλίας μὲν ἆθλα καὶ ξενίας ἀνυπεύθυνοι δυναστεῖαι πόλεων καὶ τυραννίδες ἀνεξέταστοι, θυμοῦ δὲ μία πλήρωσις ἀπολέσθαι τὸν ἀπεχθόμενον· οὐδὲ γὰρ φυγεῖν ἐξῆν.

然而,吕珊德的进取心仅仅对第一流且地位均等的人构成了沉重的负担。但当伴随着他的进取心,由于那些阿谀奉承之辈而在其性情中滋生了极大的傲慢与残酷时,在他那里无论奖赏还是惩罚都毫无平民式的适度标准;相反,友谊与宾客之情的报酬是对各城邦无需问责的统治权和不受审查的僭主政治,而平息其愤怒的唯一途径则是消灭招致其憎恨之人——因为甚至流亡也是不被允许的。

§19.2

ἀλλὰ καὶ Μιλησίων ὕστερον τοὺς τοῦ δήμου προϊσταμένους δεδιὼς μὴ φύγωσι, καὶ προαγαγεῖν τοὺς κεκρυμμένους βουλόμενος, ὤμοσε μὴ ἀδικήσειν· πιστεύσαντας δὲ καὶ προελθόντας ἀποσφάξαι τοῖς ὀλιγαρχικοῖς παρέδωκεν,1 οὐκ ἐλάττονας ὀκτακοσίων συναμφοτέρους ὄντας.

不仅如此,后来在米利都,他因担心平民派领袖逃亡,并企图引出藏匿者,便发誓绝不加害于他们;然而当他们相信他并走出来后,他却把他们交给寡头派屠杀,两部分人合起来不少于八百人。

§19.3

ἦν δὲ καὶ τῶν ἄλλων ἐν ταῖς πόλεσι δημοτικῶν φόνος οὐκ ἀριθμητός, ἅτε δὴ μὴ κατʼ ἰδίας μόνον αἰτίας αὐτοῦ κτείνοντος, ἀλλὰ πολλαῖς μὲν ἔχθραις, πολλαῖς δὲ πλεονεξίαις τῶν ἑκασταχόθι φίλων χαριζομένου τὰ τοιαῦτα καὶ συνεργοῦντος. ὅθεν εὐδοκίμησεν Ἐτεοκλῆς ὁ Λακεδαιμόνιος εἰπὼν ὡς οὐκ ἂν ἡ Ἑλλὰς δύο Λυσάνδρους ἤνεγκε.2 τὸ δὲ αὐτὸ τοῦτο καὶ περὶ Ἀλκιβιάδου φησὶ Θεόφραστος εἰπεῖν Ἀρχέστρατον.

在各城邦中,其余平民派被杀戮者亦不计其数,因为他杀人不仅出于个人的缘由,更是为了迁就并协助各地朋友的诸多私仇与贪婪而犯下此类勾当。因此斯巴达人埃特奥克勒斯声名鹊起,因他曾说希腊承受不起两个吕珊德。泰奥弗拉斯托斯记载阿耳克斯特拉托斯对阿尔喀比亚德也说过完全相同的话。

§19.4

ἀλλʼ ἐκεῖ μὲν ὕβρις ἦν καὶ τρυφὴ σὺν αὐθαδείᾳ τὸ μάλιστα δυσχεραινόμενον· τὴν δὲ Λυσάνδρου δύναμιν ἡ τοῦ τρόπου χαλεπότης φοβερὰν ἐποίει καὶ βαρεῖαν.οἱ δὲ Λακεδαιμόνιοι τοῖς μὲν ἄλλοις οὐ πάνυ προσεῖχον ἐγκαλοῦσιν· ἐπεὶ δὲ Φαρνάβαζος ἀδικούμενος ὑπʼ αὐτοῦ τὴν χώραν ἄγοντος καὶ φέροντος ἀπέστειλεν εἰς τὴν Σπάρτην κατηγόρους, ἀγανακτήσαντες οἱ ἔφοροι τῶν μὲν φίλων αὐτοῦ καὶ συστρατήγων ἕνα Θώρακα λαβόντες ἀργύριον ἰδίᾳ κεκτημένον ἀπέκτειναν, ἐκείνῳ δὲ σκυτάλην ἔπεμψαν ἥκειν κελεύοντες.

然而在阿尔喀比亚德那里,最令人反感的是伴随着傲慢的狂妄与骄奢;而吕珊德的权势,则是因其性格的严酷而显得可怕且沉重。斯巴达人对其他的控告者本不怎么理睬;但当法尔纳巴佐斯因吕珊德抢劫掠夺其领地而遭受侵害,派控告者前往斯巴达后,监察官们大为愤慨,逮捕了吕珊德的一位友人兼同僚将领托拉克司——因他被查出私自拥有银钱——并将其处死,随后向吕珊德发去了一根密信棒,命令其归国。

§19.5

ἔστι δὲ ἡ σκυτάλη τοιοῦτον. ἐπὰν ἐκπέμπωσι ναύαρχον ἢ στρατηγὸν οἱ ἔφοροι, ξύλα δύο στρογγύλα μῆκος καὶ πάχος ἀκριβῶς ἀπισώσαντες, ὥστε ταῖς τομαῖς ἐφαρμόζειν πρὸς ἄλληλα, τὸ μὲν αὐτοὶ φυλάττουσι, θάτερον δὲ τῷ πεμπομένῳ διδόασι. ταῦτα δὲ τὰ ξύλα σκυτάλας καλοῦσιν.

密信棒是这样一种物件:每当监察官派遣海军将领或统帅时,他们将两根圆木削得在长度和粗细上完全相等,以使其截面能够彼此吻合;一根他们自己保留,另一根则交给被派去的人。他们把这些木棒称为“密信棒”。

§19.6

ὅταν οὖν ἀπόρρητόν τι καὶ μέγα φράσαι βουληθῶσι, βιβλίον ὥσπερ ἱμάντα μακρὸν καὶ στενὸν ποιοῦντες περιελίττουσι τὴν παρʼ αὐτοῖς σκυτάλην, οὐδὲν διάλειμμα ποιοῦντες, ἀλλὰ πανταχόθεν κύκλῳ τὴν ἐπιφάνειαν αὐτῆς τῷ βιβλίῳ καταλαμβάνοντες. τοῦτο δὲ ποιήσαντες ἃ βούλονται καταγράφουσιν εἰς τὸ βιβλίον, ὥσπερ ἐστὶ τῇ σκυτάλῃ περικείμενον· ὅταν δὲ γράψωσιν, ἀφελόντες τὸ βιβλίον ἄνευ τοῦ ξύλου πρὸς τὸν στρατηγὸν ἀποστέλλουσι.

因此,当他们想要传达某种机密而重大的事情时,便制作一条像皮带一样又长又窄的书写材料,缠绕在他们留存的密信棒上,不留任何空隙,而是让书写材料将木棒的表面四周严密覆盖。完成此步后,他们便就着书写材料缠绕在木棒上的状态,把想要传达的内容书写在其上;写好之后,取下书写材料,脱离木棒直接送给统帅。

§19.7

δεξάμενος δὲ ἐκεῖνος ἄλλως μὲν οὐδὲν ἀναλέξασθαι δύναται τῶν γραμμάτων συναφὴν οὐκ ἐχόντων, ἀλλὰ διεσπασμένων, τὴν δὲ παρʼ αὑτῷ σκυτάλην λαβὼν τὸ τμῆμα τοῦ βιβλίου περὶ αὐτὴν περιέτεινεν, ὥστε, τῆς ἕλικος εἰς τάξιν ὁμοίως ἀποκαθισταμένης, ἐπιβάλλοντα τοῖς πρώτοις τὰ δεύτερα, κύκλῳ τὴν ὄψιν ἐπάγειν3 τὸ συνεχὲς ἀνευρίσκουσαν. καλεῖται δὲ ὁμωνύμως τῷ ξύλῳ σκυτάλη τὸ βιβλίον, ὡς τῷ μετροῦντι τὸ μετρούμενον.

统帅收到后,若用其他办法则什么也读不出来,因为字母之间毫无连贯,而是支离破碎的;但他拿出自己手中的密信棒,把那截书写材料缠绕在其上,由于螺旋纹路同样恢复了秩序,第二部分与第一部分紧密拼接,便能让目光随之环转,读出连贯的文意。这幅书写材料也与木棒同名被称为“密信棒”,正如被量之物依度量之器得名一样。

语法注3 条
  1. 19.2ἀποσφάξαι τοῖς ὀλιγαρχικοῖς παρέδωκεν

    不定过去式不定词 ἀποσφάξαι 作为目的不定词依存于动词 παρέδωκεν,表示行动的目的('交给寡头派屠杀')。

  2. 19.3οὐκ ἂν ἡ Ἑλλὰς δύο Λυσάνδρους ἤνεγκε

    小词 ἄν 与不定过去式直说语气动词 ἤνεγκε 连用,构成过去与事实相反的潜势/虚拟句('希腊承受不起两个吕珊德')。

  3. 19.7ἐπιβάλλοντα τοῖς πρώτοις τὰ δεύτερα, κύκλῳ τὴν ὄψιν ἐπάγειν

    在 ὥστε 引导的结果从句中,不定词 ἐπάγειν 的逻辑主语(统帅)在句中省略,现在分词 ἐπιβάλλοντα 是与之呼应的阳性单数宾格('[统帅]使第二部分衔接于第一部分,目光随之环转')。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:19.1-19.7