- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:18.1-18.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕珊德通过在德尔斐的宏大奉献以及接受神化般的待遇展现出空前的权势与傲慢,受到各城邦与诗人们的极度奉承,文中并记述了他裁决诗赛与讥刺乐人的轶事。
ὁ δὲ Λύσανδρος ἔστησεν ἀπὸ τῶν λαφύρων ἐν Δελφοῖς αὑτοῦ χαλκῆν εἰκόνα καὶ τῶν ναυάρχων ἑκάστου καὶ χρυσοῦς ἀστέρας τῶν Διοσκούρων, οἳ πρὸ τῶν Λευκτρικῶν ἠφανίσθησαν. ἐν δὲ τῷ Βρασίδου καὶ Ἀκανθίων θησαυρῷ τριήρης ἔκειτο διὰ χρυσοῦ πεποιημένη καὶ ἐλέφαντος δυεῖν πηχῶν, ἣν Κῦρος αὐτῷ νικητήριον ἔπεμψεν.
至于吕珊德,他用战利品在德尔斐为自己和每一位海军将领树立了青铜雕像,还有狄奥斯库罗伊兄弟的金星——这些金星在留克特拉战役之前消失了。在布拉西达斯和阿坎托斯人的宝库中,还陈列着一艘长两肘、由黄金和象牙制成的三层桨座战船模型,那是小居鲁士送给他作为胜利贺礼的。
Ἀναξανδρίδης δὲ ὁ Δελφὸς ἱστορεῖ καὶ παρακαταθήκην ἐνταῦθα Λυσάνδρου κεῖσθαι τάλαντον ἀργυρίου καὶ μνᾶς πεντήκοντα δύο καὶ πρὸς τούτοις ἕνδεκα στατῆρας, οὐχ ὁμολογούμενα γράφων τοῖς περὶ τῆς πενίας τοῦ ἀνδρὸς ὁμολογουμένοις.1 τότε δʼ οὖν ὁ Λύσανδρος ὅσον οὐδεὶς τῶν πρόσθεν Ἑλλήνων δυνηθεὶς2 ἐδόκει φρονήματι καὶ ὄγκῳ μείζονι κεχρῆσθαι τῆς δυνάμεως.
德尔斐的阿纳克珊德里德斯还记载,那里存有一笔吕珊德寄存的款项,计有银一塔兰同、五十二明那,此外还有十一斯塔特,这一记述与公认关于此人清贫的说法并不一致。无论如何,当时吕珊德获得了先前任何希腊人未曾有过的权势,其显露出的狂傲和自矜似乎甚至超过了他的权势本身。
πρώτῳ μὲν γάρ, ὡς ἱστορεῖ Δοῦρις, Ἑλλήνων ἐκείνῳ βωμοὺς αἱ πόλεις ἀνέστησαν ὡς θεῷ καὶ θυσίας ἔθυσαν, εἰς πρῶτον δὲ παιᾶνες ᾔσθησαν, ὧν ἑνὸς ἀρχὴν ἀπομνημονεύουσι τοιάνδε· "τὸν Ἑλλάδος ἀγαθέας στραταγὸν ἀπʼ εὐρυχόρου Σπάρτας ὑμνήσομεν, ὦ, ἰὴ Παιάν."
因为据杜里斯记载,各城邦在希腊人中首先为他立坛献祭如同对神明一般,也首先为他唱起赞歌(培安),人们记载其中一首的开端如下: “我们将歌咏 出自地阔境广的斯巴达、 神圣希腊的统帅,啊,伊厄·培安!”
σάμιοι δὲ τὰ παρʼ αὐτοῖς Ἡραῖα Λυσάνδρεια καλεῖν ἐψηφίσαντο. τῶν δὲ ποιητῶν Χοιρίλον μὲν ἀεὶ περὶ αὑτὸν εἶχεν ὡς κοσμήσοντα τὰς πράξεις διὰ ποιητικῆς, Ἀντιλόχῳ δὲ ποιήσαντι μετρίους τινὰς εἰς αὐτὸν στίχους ἡσθεὶς ἔδωκε πλήσας ἀργυρίου τὸν πῖλον. Ἀντιμάχου δὲ τοῦ Κολοφωνίου καὶ Νικηράτου τινὸς Ἡρακλεώτου ποιήμασι Λυσάνδρεια διαγωνισαμένων ἐπʼ αὐτοῦ τὸν Νικήρατον ἐστεφάνωσεν, ὁ δὲ Ἀντίμαχος ἀχθεσθεὶς ἠφάνισε τὸ ποίημα.
萨摩斯人更表决将他们当地的赫拉节改名为“吕珊德节”。在诗人中,他始终将科埃里卢斯留在身边,以便让其用诗艺来美化自己的功业;而安提洛科斯为他作了几句适度的诗行,他心生愉悦,便将一顶帽子装满银子赠予了他。在科洛丰的安提马库斯与一位赫拉克利亚的尼克拉图斯于吕珊德节当着他的面以诗作比赛时,他将花冠授予了尼克拉图斯,安提马库斯愤而销毁了自己的诗作。
Πλάτων δὲ νέος ὢν τότε, καὶ θαυμάζων τὸν Ἀντίμαχον ἐπὶ τῇ ποιητικῇ, βαρέως φέροντα τὴν ἧτταν ἀνελάμβανε καὶ παρεμυθεῖτο, τοῖς ἀγνοοῦσι κακὸν εἶναι φάμενος τὴν ἄγνοιαν, ὥσπερ τὴν τυφλότητα τοῖς μὴ βλέπουσιν. ἐπεὶ μέντοι ὁ κιθαρῳδὸς Ἀριστόνους ἑξάκις Πύθια νενικηκὼς ἐπηγγέλλετο τῷ Λυσάνδρῳ φιλοφρονούμενος, ἂν νικήσῃ πάλιν, Λυσάνδρου κηρύξειν ἑαυτόν, ἦ δοῦλον;3 εἶπεν.
当时尚年轻的柏拉图因其诗才而赞赏安提马库斯,便前去宽慰和劝解难以忍受这场落败的他,说道,对于无知之人而言无知便是一种祸患,正如对盲者而言眼盲是一种祸患一样。然而,六次获得皮提亚赛会优胜的齐特拉琴弹唱家阿里斯托努斯为了讨好吕珊德,主动表示若再次获胜,便要宣称自己属于吕珊德,吕珊德却说: “难道是作为奴隶吗?”
- 18.2οὐχ ὁμολογούμενα γράφων τοῖς περὶ τῆς πενίας τοῦ ἀνδρὸς ὁμολογουμένοις
οὐχ ὁμολογούμενα 为中性复数现在分词,作动词 γράφων 的宾语(或内在宾格),意为“不相吻合的事物”。与格短语 τοῖς ... ὁμολογουμένοις 充当 ὁμολογέω 所要求的符合标准的与格。同一词根 ὁμολογ- 的反复出现突出了文献记载之间的矛盾。
- 18.2ὅσον οὐδεὶς τῶν πρόσθεν Ἑλλήνων δυνηθεὶς
这是关系代词 ὅσος 与否定词 οὐδείς 连用构成的惯用强意结构,意为“达到前所未有的程度”。分词 δυνηθείς 修饰主语 ὁ Λύσανδρος,为主要动词 ἐδόκει 提供原因或背景说明。
- 18.5ἦ δοῦλον;
这是针对前句 Λυσάνδρου κηρύξειν ἑαυτόν(宣称自己为“吕珊德的”)的讽刺反问。赛会优胜者通报时通常在名字后附上父亲的属格,但若只说属于某人,在希腊语中通常指称奴隶。吕珊德借由省略补全了这种双关:“难道是作为奴隶[而非儿子]来宣告吗?”
