← 普鲁塔克

莱桑德传

§17.1-17.6

关于引入金银货币的争论与公私处置

在吉利普斯流亡后,斯巴达就是否接纳金银货币展开辩论,最终达成妥协:允许公家引入金银而对私藏者处以死刑;作者抨击此举自欺欺人,反而煽动了公众的逐利贪欲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

ὁ μὲν οὖν Γύλιππος αἰσχρὸν οὕτω καὶ ἀγεννὲς ἔργον ἐπὶ λαμπροῖς τοῖς ἔμπροσθεν καὶ μεγάλοις ἐργασάμενος μετέστησεν ἑαυτὸν ἐκ Λακεδαίμονος. οἱ δὲ φρονιμώτατοι τῶν Σπαρτιατῶν οὐχ ἥκιστα καὶ διὰ τοῦτο τὴν τοῦ νομίσματος ἰσχὺν φοβηθέντες, ὡς οὐχὶ τῶν τυχόντων ἁπτομένην πολιτῶν,1 τόν τε Λύσανδρον ἐλοιδόρουν καὶ διεμαρτύραντο τοῖς ἐφόροις ἀποδιοπομπεῖσθαι πᾶν τὸ ἀργύριον καὶ τὸ χρυσίον ὥσπερ κῆρας ἐπαγωγίμους. οἱ δὲ προὔθεσαν γνώμην.

吉利普斯在先前辉煌而伟大的功绩之上做出了如此可耻而下贱的勾当,遂自行离开拉刻代蒙。斯巴达人中最具见识者尤因此事而畏惧钱币的威力,深知它所俘获的并非寻常公民,因而斥责吕珊德,并极力向监察官进言,主张应当将一切金银如驱除招致祸患的瘟神一般祓除出境。监察官们于是将此事提请讨论。

§17.2

καὶ Θεόπομπος μέν φησι Σκιραφίδαν, Ἔφορος δὲ Φλογίδαν εἶναι τὸν ἀποφηνάμενον ὡς οὐ χρὴ προσδέχεσθαι νόμισμα χρυσοῦν καὶ ἀργυροῦν εἰς τὴν πόλιν, ἀλλὰ χρῆσθαι τῷ πατρίῳ. τοῦτο δὲ ἦν σιδηροῦν, πρῶτον μὲν ὄξει καταβαπτόμενον ἐκ πυρός, ὅπως μὴ καταχαλκεύοιτο, ἀλλὰ διὰ τὴν βαφὴν ἄστομον καὶ ἀδρανὲς γίνοιτο, ἔπειτα βαρύσταθμον καὶ δυσπαρακόμιστον καὶ ἀπὸ πολλοῦ τινος πλήθους καὶ ὄγκου μικράν τινα ἀξίαν δυνάμενον.

泰奥彭波斯说是斯基拉菲达斯,而埃福罗斯则说是弗洛吉达斯提议不可将金银货币引入城邦,而应沿用祖制。祖传的铁币首先是在从火中淬出时浸入醋中,使之无法被重新锻打,而因淬火变得脆硬且无法加工;其次它沉重且难以携带,极大的分量和体积只具有极小的价值。

§17.3

κινδυνεύει δὲ καὶ τὸ πάμπαν ἀρχαῖον οὕτως ἔχειν, ὀβελίσκοις χρωμένων νομίσμασι σιδηροῖς, ἐνίων δὲ χαλκοῖς· ἀφʼ ὧν παραμένει πλῆθος ἔτι καὶ νῦν τῶν κερμάτων ὀβολοὺς καλεῖσθαι, δραχμὴν δὲ τοὺς ἓξ ὀβολούς· τοσούτων γὰρ ἡ χεὶρ περιεδράττετο.

很可能极其古老的时期原本就是如此,人们使用铁制的小烤叉——也有用青铜的——作为钱币;因此直至今日,大批零钱仍被称为“奥波尔”,而六个奥波尔被称为“德拉克马”,因为当时一只手所能握住的正是这么多。

§17.4

τῶν δὲ Λυσάνδρου φίλων ὑπεναντιουμένων καὶ σπουδασάντων ἐν τῇ πόλει καταμεῖναι τὰ χρήματα, δημοσίᾳ μὲν ἔδοξεν εἰσάγεσθαι νόμισμα τοιοῦτον, ἂν δέ τις ἁλῷ κεκτημένος ἰδίᾳ, ζημίαν ὥρισαν θάνατον, ὥσπερ τοῦ Λυκούργου τὸ νόμισμα φοβηθέντος, οὐ τὴν ἐπὶ τῷ νομίσματι φιλαργυρίαν, ἣν οὐκ ἀφῄρει τὸ μὴ κεκτῆσθαι τὸν ἰδιώτην, ὡς τὸ κεκτῆσθαι τὴν πόλιν εἰσεποιεῖτο,2 τῆς χρείας ἀξίαν προσλαμβανούσης καὶ ζῆλον.

然而,由于吕珊德的朋友们竭力反对,并力争将这些金钱留存在城邦内,当局遂决议此类钱币可以公家名义引入,但若有人被抓到私自藏有,便定下死罪作为惩罚;这仿佛是说莱库古所畏惧的是钱币本身,而不是伴随钱币而来的贪婪;但这贪婪并未因个人不持有而被消除,反而因城邦的持有而被滋生引入,因为这种用途获得了崇尚与热烈追求。

§17.5

οὐ γὰρ ἦν δημοσίᾳ τιμώμενον ὁρῶντας ἰδίᾳ καταφρονεῖν ὡς ἀχρήστου, καὶ πρὸς τὰ οἰκεῖα νομίζειν ἑκάστῳ μηδενὸς ἄξιον πρᾶγμα τὸ κοινῇ οὕτως εὐδοκιμοῦν καὶ ἀγαπώμενον, ἀλλὰ καὶ πολλῷ τάχιον ἀπὸ τῶν κοινῶν ἐπιτηδευμάτων ἐπιρρέουσιν οἱ ἐθισμοὶ τοῖς ἰδιωτικοῖς βίοις ἢ τὰ καθʼ ἕκαστον ὀλισθήματα καὶ πάθη τὰς πόλεις ἀναπίμπλησι πραγμάτων πονηρῶν.

人们绝不可能眼见某种东西在公家受到推崇,却在私下将其视如废料而加以蔑视,也不可能在私下认为人人共同称道和钟爱的事物对自己毫无价值;相反,私生活的风尚从公共习俗中渗入的速度,远快于个别人的失足与情欲将恶劣事物传染给整个城邦。

§17.6

τῷ γὰρ ὅλῳ συνδιαστρέφεσθαι τὰ μέρη μᾶλλον, ὅταν ἐνδῷ πρὸς τὸ χεῖρον, εἰκός, αἱ δὲ ἀπὸ μέρους εἰς ὅλον ἁμαρτίαι πολλὰς ἐνστάσεις καὶ βοηθείας ἀπὸ τῶν ὑγιαινόντων ἔχουσιν. οἱ δὲ ταῖς μὲν οἰκίαις τῶν πολιτῶν, ὅπως οὐ πάρεισιν εἰς αὐτὰς νόμισμα,3 τὸν φόβον ἐπέστησαν φύλακα καὶ τὸν νόμον, αὐτὰς δὲ τὰς ψυχὰς ἀνεκπλήκτους καὶ ἀπαθεῖς πρὸς ἀργύριον οὐ διετήρησαν, ἐμβαλόντες εἰς ζῆλον ὡς σεμνοῦ δή τινος καὶ μεγάλου τοῦ πλουτεῖν ἅπαντας. περὶ μὲν οὖν τούτων καὶ διʼ ἑτέρας που γραφῆς ἡψάμεθα Λακεδαιμονίων.

因为当整体转向恶劣时,各部分更倾向于随整体一同堕落,这是自然的;而由部分波及整体的过错,尚能受到健全部分的大量抵御与救助。然而,他们虽然在公民的住宅前安插了恐惧与法律作为哨兵以防钱币进入家门,却未能保持心灵本身对银钱不受震慑、无动于衷,反而将所有人投入到一种将发财致富视若崇高伟大事物的热烈狂热之中。关于这些事情,我们在其他著作中也曾批评过拉刻代蒙人。

语法注3 条
  1. 17.1ὡς οὐχὶ τῶν τυχόντων ἁπτομένην πολιτῶν

    分词 ἁπτομένην 修饰前置的宾格名词短语 τὴν τοῦ νομίσματος ἰσχύν,前面的 ὡς 表示斯巴达人所持的主观理由。οὐχὶ τῶν τυχόντων πολιτῶν(非寻常公民)作中动动词 ἅπτομαι 所支配的属格宾语,指金钱的腐蚀力波及包括名流(如吉利普斯)在内的显要人物。

  2. 17.4ἣν οὐκ ἀφῄρει τὸ μὴ κεκτῆσθαι τὸν ἰδιώτην, ὡς τὸ κεκτῆσθαι τὴν πόλιν εἰσεποιεῖτο

    关系代词 ἣν 的先行词为前面的 τὴν ἐπὶ τῷ νομίσματι φιλαργυρίαν。谓语 ἀφῄρει 的主语是由冠词不定词短语构成的 τὸ μὴ κεκτῆσθαι τὸν ἰδιώτην(个人不拥有);连词 ὡς 在此表示比较/程度(“正如……”),引出对比从句,其主语同样是 τὸ κεκτῆσθαι τὴν πόλιν(城邦拥有),动词 εἰσεποιεῖτο(引入/滋生)承接同一关系代词充当逻辑宾语。

  3. 17.6ὅπως οὐ πάρεισιν εἰς αὐτὰς νόμισμα

    此处是在表示预防/戒备的从句中以 ὅπως οὐ 代替常规 ὅπως μή 的罕见句式,依附于主要谓语 τὸν φόβον ἐπέστησαν φύλακα。动词 πάρεισιν 是 πάρειμι(παρά + εἶμι,“进入”)的现在时直陈式第三人称单数(按惯例表将来意义),与单数主语 νόμισμα 一致。带有 οὐ 的直陈式强调了坚决确保钱币绝不实际进入的客观确定性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:17.1-17.6