← 普鲁塔克

莱桑德传

§16.1-16.2

吉利普斯侵吞公款及其败露

吕珊德结束雅典善后事务后前往色雷斯,委托吉利普斯押运剩余钱财回斯巴达,但吉利普斯暗中侵吞了部分银币。监察官在核对数目时发现短缺并大惑不解,最终因吉利普斯仆人的谜语而揭发了盗窃藏金之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ὁ δὲ Λύσανδρος ἀπὸ τούτων γενόμενος,1 αὐτὸς μὲν ἐπὶ Θρᾴκης ἐξέπλευσε, τῶν δὲ χρημάτων τὰ περιόντα καὶ ὅσας δωρεὰς αὐτὸς ἢ στεφάνους ἐδέξατο, πολλῶν, ὡς εἰκός, διδόντων ἀνδρὶ δυνατωτάτῳ καὶ τρόπον τινὰ κυρίῳ τῆς Ἑλλάδος, ἀπέστειλεν εἰς Λακεδαίμονα διὰ Γυλίππου τοῦ στρατηγήσαντος περὶ Σικελίαν. ὁ δέ, ὡς λέγεται, τὰς ῥαφὰς τῶν ἀγγείων κάτωθεν ἀναλύσας καὶ ἀφελὼν συχνὸν ἀργύριον ἐξ ἑκάστου πάλιν συνέρραψεν, ἀγνοήσας ὅτι γραμματίδιον ἐνῆν ἑκάστῳ τὸν ἀριθμὸν σημαῖνον.

吕珊德在处理完这些事情之后,自己便乘船前往色雷斯,而将其余的金钱以及他自己收受的各项礼物和冠冕——正如理所当然的那样,许多人将这些赠予这位权倾一时、在某种程度上成为全希腊主宰的人物——通过曾在西西里担任统帅的吉利普斯送往拉刻代蒙。但据传说,吉利普斯从底部拆开钱袋的缝线,从每个袋中抽取了大量银子,然后又重新缝好,却不知每个袋子里都有字条注明其数目。

§16.2

ἐλθὼν δὲ εἰς Σπάρτην ἃ μὲν ὑφῄρητο κατέκρυψεν ὑπὸ τὸν κέραμον τῆς οἰκίας, τὰ δὲ ἀγγεῖα παρέδωκε τοῖς ἐφόροις καὶ τὰς σφραγῖδας ἐπέδειξεν. ἐπεὶ δὲ ἀνοιξάντων καὶ ἀριθμούντων2 διεφώνει πρὸς τὰ γράμματα τὸ πλῆθος τοῦ ἀργυρίου καὶ παρεῖχε τοῖς ἐφόροις ἀπορίαν τὸ πρᾶγμα, φράζει θεράπων τοῦ Γυλίππου πρὸς αὐτοὺς αἰνιξάμενος ὑπὸ τῷ κεραμικῷ3 κοιτάζεσθαι πολλὰς γλαῦκας. ἦν γάρ, ὡς ἔοικε, τὸ χάραγμα τοῦ πλείστου τότε νομίσματος διὰ τοὺς Ἀθηναίους γλαῦκες.

他抵达斯巴达后,把窃取的银子藏在自家房顶的瓦片之下,把钱袋交给了监察官,并出示了封印。然而,当监察官打开袋子清点时,银子的数目与字条上的记载不符,此事令监察官们陷入困惑;这时吉利普斯的一名仆人向他们打谜语说,有许多猫头鹰在瓦下栖息。因为看来由于雅典人的缘故,当时大多数钱币上的印记都是猫头鹰。

语法注3 条
  1. 16.1ἀπὸ τούτων γενόμενος

    动词 γίγνομαι 与介词 ἀπό 连用的成语性用法,意为“脱身于……”、“处理完……”或“告一段落”。此处指处理完雅典投降、改制和驻军等一系列后续事务。

  2. 16.2ἀνοιξάντων καὶ ἀριθμούντων

    省略了逻辑主语的独立属格结构。动作的执行者在语境中显而易见是前文以与格出现的监察官(τοῖς ἐφόροις),故属格名词被承前省略。

  3. 16.2ὑπὸ τῷ κεραμικῷ

    形容词 κεραμικός(瓦的、陶的)的中性单数与格形式,承接前文的 κέραμος(屋顶瓦片),以隐语指代“在瓦顶下”。这同时是一个双关谜语,谐音雅典陶工聚集的“凯拉米克斯”(Kerameikos)区。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:16.1-16.2