← 普鲁塔克

莱桑德传

§15.1-15.5

拆毁雅典城墙与建立三十人政权

吕珊德接收了雅典的城墙与战船,以违反协约为由提出惩罚威胁,在雅典人全面屈服后伴随着笛声拆毁了城墙。他在雅典建立了三十人僭主政权并进驻驻军,但在总督卡利比奥斯与运动员奥托吕科斯发生冲突时,并未袒护卡利比奥斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ὁ δʼ οὖν Λύσανδρος, ὡς παρέλαβε τάς τε ναῦς ἁπάσας πλὴν δώδεκα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἕκτῃ ἐπὶ δεκάτῃ Μουνυχιῶνος μηνός, ἐν ᾗ καὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐνίκων τὸν βάρβαρον, ἐβούλευσεν εὐθὺς καὶ τὴν πολιτείαν μεταστῆσαι.

无论如何,吕珊德在穆尼基昂月十六日——即当年雅典人在萨拉米斯海战中击败蛮族的那一天——接收了雅典人除十二艘之外的所有战船以及城墙,并随即决意改变其政体。

§15.2

δυσπειθῶς δὲ καὶ τραχέως φερόντων, ἀποστείλας πρὸς τὸν δῆμον ἔφη τὴν πόλιν εἰληφέναι παρασπονδοῦσαν· ἑστάναι γὰρ τὰ τείχη τῶν ἡμερῶν ἐν αἷς ἔδει καθῃρῆσθαι παρῳχημένων.1 ἑτέραν οὖν ἐξ ἀρχῆς προθήσειν γνώμην περὶ αὐτῶν ὡς τὰς ὁμολογίας λελυκότων. ἔνιοι δὲ καὶ προτεθῆναί φασιν ὡς ἀληθῶς ὑπὲρ ἀνδραποδισμοῦ γνώμην ἐν τοῖς συμμάχοις, ὅτε καὶ τὸν Θηβαῖον Ἐρίανθον εἰσηγήσασθαι τὸ μὲν ἄστυ κατασκάψαι, τὴν δὲ χώραν ἀνεῖναι μηλόβοτον.

当雅典人抗拒不服并深表愤慨时,他派人向民众传话,声称抓到该城正在违背协约;因为本应拆毁城墙的期限已过,城墙却依然矗立。因此他宣布将以他们废除约定为由,从头开始就他们的处置提出另一项决议。甚至有人说,盟友当中确实曾提出过将雅典人贬为奴隶的动议,当时底比斯人埃里安托斯曾提议夷平该城,将其土地废置为牧羊场。

§15.3

εἶτα μέντοι συνουσίας γενομένης τῶν ἡγεμόνων παρὰ πότον, καί τινος Φωκέως ᾄσαντος ἐκ τῆς Εὐριπίδου Ἠλέκτρας τὴν πάροδον ἧς ἡ ἀρχή "Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα, ποτὶ σὰν ἀγρότειραν αὐλάν," πάντας ἐπικλασθῆναι, καὶ φανῆναι σχέτλιον ἔργον τὴν οὕτως εὐκλεᾶ καὶ τοιούτους ἄνδρας φέρουσαν ἀνελεῖν καὶ διεργάσασθαι πόλιν.

然而随后在统领们饮酒聚会之际,一名福基斯人唱起了欧里庇得斯《厄勒克特拉》中的进场歌,其开头是: “阿伽门农的女儿啊, 厄勒克特拉,我来到了你乡间的庭院,” 众人尽皆为之动容,认为毁灭并抹去一座如此享有盛名、孕育了如此杰出人物的城邦,乃是一件残暴的罪行。

§15.4

ὁ δʼ οὖν Λύσανδρος ἐνδόντων τῶν Ἀθηναίων πρὸς ἅπαντα, πολλὰς μὲν ἐξ ἄστεος μεταπεμψάμενος αὐλητρίδας, πάσας δὲ τὰς ἐν τῷ στρατοπέδῳ συναγαγών, τὰ τείχη κατέσκαπτε καὶ τὰς τριήρεις κατέφλεγε πρὸς τὸν αὐλόν, ἐστεφανωμένων καὶ παιζόντων ἅμα τῶν συμμάχων, ὡς ἐκείνην τὴν ἡμέραν ἄρχουσαν τῆς ἐλευθερίας.

无论如何,吕珊德在雅典人全面屈服之后,从城中召来了许多女性笛手,并召集了军营中所有的笛手,伴随着笛声拆毁了城墙,焚烧了三列桨战船,盟友们头戴花冠欢聚嬉戏,把这一天视为自由的开端。

§15.5

εὐθὺς δὲ καὶ τὰ περὶ τὴν πολιτείαν ἐκίνησε, τριάκοντα μὲν ἐν ἄστει, δέκα δὲ ἐν Πειραιεῖ καταστήσας ἄρχοντας, ἐμβαλὼν δὲ φρουρὰν εἰς τὴν ἀκρόπολιν, καὶ Καλλίβιον ἁρμοστήν, ἄνδρα Σπαρτιάτην, ἐπιστήσας. ἐπεὶ δὲ οὗτος Αὐτόλυκον τὸν ἀθλητήν, ἐφʼ ᾧ τὸ συμπόσιον ὁ Ξενοφῶν πεποίηκε, τὴν βακτηρίαν διαράμενος παίσειν ἔμελλεν, ὁ δὲ τῶν σκελῶν συναράμενος2 ἀνέτρεψεν αὐτόν, οὐ συνηγανάκτησεν ὁ Λύσανδρος, ἀλλὰ καὶ συνεπετίμησε, φήσας αὐτὸν οὐκ ἐπίστασθαι ἐλευθέρων ἄρχειν. ἀλλὰ τὸν μὲν Αὐτόλυκον οἱ τριάκοντα τῷ Καλλιβίῳ χαριζόμενοι μικρὸν ὕστερον ἀνεῖλον.

接着,他立刻更动了政体,在城内设立了三十人统治,在比雷埃夫斯设立了十人统治,在卫城驻扎了卫队,并任命斯巴达人卡利比奥斯为总督。当卡利比奥斯举起手杖正要击打运动员奥托吕科斯——即色诺芬为其撰写《会饮篇》的那位——而奥托吕科斯抱住他的双腿将他摔倒时,吕珊德并未同卡利比奥斯一起愤怒,反而与众人一同训斥他,说他不懂得如何统治自由人。然而三十人统治者在不久之后为了讨好卡利比奥斯,还是杀害了奥托吕科斯。

语法注2 条
  1. 15.2τῶν ἡμερῶν ἐν αἷς ἔδει καθῃρῆσθαι παρῳχημένων

    属格绝对结构(τῶν ἡμερῶν ... παρῳχημένων)。关系从句中的 καθῃρῆσθαι 为被动态完成时不定式,与非人称动词 ἔδει 搭配,表示过去应当已完成的状态,即“城墙在这些日子内理应已被拆毁”。

  2. 15.5τῶν σκελῶν συναράμενος

    中动态不定过去时分词 συναράμενος 后接表示抓住/触碰部位的部分格属格 τῶν σκελῶν,意为“抱住/抓起(对方的)双腿”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:15.1-15.5