- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:14.1-14.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕珊德在进攻雅典受阻后转往亚细亚设立十人统治,随后借饥荒迫使雅典投降;在塞拉麦涅斯的劝说下,雅典接受了拆毁长墙等严苛的和约条件。
διατρίψας δὲ περὶ ταῦτα χρόνον οὐ πολύν, καὶ προπέμψας εἰς Λακεδαίμονα τοὺς ἀπαγγελοῦντας ὅτι προσπλεῖ μετὰ νεῶν διακοσίων, συνέμιξε περὶ Ἀττικὴν Ἄγιδι καὶ Παυσανίᾳ τοῖς βασιλεῦσιν ὡς ταχὺ συναιρήσων τὴν πόλιν.1 ἐπεὶ δὲ ἀντεῖχον οἱ Ἀθηναῖοι, λαβὼν τὰς ναῦς πάλιν εἰς Ἀσίαν διεπέρασε· καὶ τῶν μὲν ἄλλων πόλεων ὁμαλῶς ἁπασῶν κατέλυε τὰς πολιτείας καὶ καθίστη δεκαδαρχίας, πολλῶν μὲν ἐν ἑκάστῃ σφαττομένων, πολλῶν δὲ φευγόντων, Σαμίους δὲ πάντας ἐκβαλὼν παρέδωκε τοῖς φυγάσι τὰς πόλεις.
他在处理这些事情上并没有耗费多少时间,在派人先往拉刻代蒙通报自己率领两百艘战船前来之后,他便在阿提卡一带与阿吉斯和保萨尼亚斯两位国王会合,意图迅速攻陷该城。但由于雅典人坚守不降,他遂率船队再次渡海前往亚细亚;在那里,他无一例外地废除了其他所有城邦的政体,建立了十人统治体制,各邦都有许多人被屠杀,许多人流亡,他驱逐了所有的萨摩斯人,将城邦交还给那里的流亡者。
Σηστὸν δʼ Ἀθηναίων ἐχόντων ἀφελόμενος οὐκ εἴασεν οἰκεῖν Σηστίους, ἀλλὰ τοῖς γενομένοις ὑπʼ αὐτῷ κυβερνήταις καὶ κελευσταῖς ἔδωκε τὴν πόλιν καὶ τὴν χώραν νέμεσθαι. πρὸς ὃ καὶ πρῶτον ἀντέκρουσαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς Σηστίους αὖθις ἐπὶ τὴν χώραν κατήγαγον.
雅典人占领塞斯托斯时,他将其攻取,却不准塞斯托斯人居住,而是把城邦和土地分给曾经在他麾下任职的舵手和水手长占有。对此拉刻代蒙人首次表示反对,并将塞斯托斯人重新送回故土。
ἀλλʼ ἐκεῖνά γε τοῦ Λυσάνδρου πάντες ἡδέως ἑώρων οἱ Ἕλληνες, Αἰγινήτας τε διὰ πολλοῦ χρόνου τὴν αὑτῶν πόλιν ἀπολαμβάνοντας καὶ Μηλίους καὶ Σκιωναίους ὑπʼ αὐτοῦ συνοικιζομένους, ἐξελαυνομένων Ἀθηναίων καὶ τὰς πόλεις ἀποδιδόντων.ἤδη δὲ καὶ τοὺς ἐν ἄστει κακῶς ἔχειν ὑπὸ λιμοῦ πυνθανόμενος κατέπλευσεν εἰς τὸν Πειραιᾶ καὶ παρεστήσατο τὴν πόλιν, ἀναγκασθεῖσαν ἐφʼ οἷς ἐκεῖνος ἐκέλευε ποιήσασθαι τὰς διαλύσεις.
然而吕珊德所作的另一些事情,全体希腊人却乐于见到:埃吉那人在时隔多年后重新收复了自己的城邦,米洛斯人和斯基奥奈人也由他予以重建安置,雅典人被逐出并将城邦交还。后来,吕珊德得知城中的雅典人已因饥荒陷入困境,便驶入比雷埃夫斯,迫使该城投降,雅典人被迫按照他所规定的条件缔结和约。
καίτοι Λακεδαιμονίων ἐστὶν ἀκοῦσαι λεγόντων ὡς Λύσανδρος μὲν ἔγραψε τοῖς ἐφόροις τάδε· ἁλώκαντι ταὶ Ἀθᾶναι, Λυσάνδρῳ δʼ ἀντέγραψαν οἱ ἔφοροι· ἀρκεῖ τό γε ἑαλώκειν.2 ἀλλʼ εὐπρεπείας χάριν οὗτος ὁ λόγος πέπλασται. τὸ δʼ ἀληθινὸν δόγμα τῶν ἐφόρων οὕτως εἶχε· τάδε τὰ τέλη τῶν Λακεδαιμονίων ἔγνω· καββαλόντες3 τὸν Πειραιᾶ καὶ τὰ μακρὰ σκέλη, καὶ ἐκβάντες ἐκ πασῶν τῶν πόλεων τὰν αὑτῶν γᾶν ἔχοντες, ταῦτά κα δρῶντες τὰν εἰράναν ἔχοιτε, αἰ χρήδοιτε, καὶ τοὺς φυγάδας ἀνέντες.
然而,人们也能听到拉刻代蒙人传说,吕珊德曾给监察官写下这样的信: “雅典已陷落。” 监察官则回复吕珊德: “有‘陷落’二字足矣。” 但这番对话不过是为了追求文饰而编造出来的。监察官真正的决议乃是如下内容: “拉刻代蒙执政长官决议如下:拆毁比雷埃夫斯的工事与长墙,撤出所有城邦,仅保有本国土地;若遵照执行,并在接纳流亡者之后,如你们所愿即可得和平。
περὶ τᾶν ναῶν τῶ πλήθεος, ὁκοῖόν τί κα τηνεὶ δοκέῃ, ταῦτα ποιέετε. ταύτην δὲ προσεδέξαντο τὴν σκυτάλην οἱ Ἀθηναῖοι Θηραμένους τοῦ Ἅγνωνος συμβουλεύσαντος· ὅτε καί φασιν ὑπὸ τῶν νέων τινὸς δημαγωγῶν Κλεομένους ἐρωτώμενον εἰ τολμᾷ τἀναντία Θεμιστοκλεῖ πράττειν καὶ λέγειν, παραδιδοὺς τὰ τείχη τοῖς Λακεδαιμονίοις, ἃ Λακεδαιμονίων ἀκόντων ἐκεῖνος ἀνέστησεν, εἰπεῖν·4
至于战船之数,依该地斟酌如何为宜,即照此办理。” 雅典人听从了阿格农之子塞拉麦涅斯的建议,接受了这道文书;据说当时年轻的民意领袖之一克利奥麦涅斯质问塞拉麦涅斯,把地米斯托克利违背拉刻代蒙人意愿所筑起的城墙拱手交给拉刻代蒙人,是否胆敢公然违背地米斯托克利的言行,塞拉麦涅斯回答道:
ἀλλʼ οὐδέν, ὦ μειράκιον, ὑπεναντίον ἐγὼ πράττω Θεμιστοκλεῖ· τὰ γὰρ αὐτὰ τείχη κἀκεῖνος ἐπὶ σωτηρίᾳ τῶν πολιτῶν ἀνέστησε καὶ ἡμεῖς ἐπὶ σωτηρίᾳ καταβαλοῦμεν. εἰ δὲ τὰ τείχη τὰς πόλεις εὐδαίμονας ἐποίει, πασῶν ἔδει πράττειν κάκιστα τὴν Σπάρτην ἀτείχιστον οὖσαν.
“年轻人啊,我所做的事与地米斯托克利绝无冲突;因为正是这些城墙,他筑起它们是为了市民的安全,而我们将拆除它们同样是为了安全。倘若城墙能使城邦幸福,那么没有城墙的斯巴达就理当是所有城邦中最不幸的了。”
- 14.1ὡς ταχὺ συναιρήσων τὴν πόλιν
连词 ὡς 与将来时分词 συναιρήσων 连用,表示主语的主观意图或目的(“意图迅速攻陷该城”)。
- 14.4ἀρκεῖ τό γε ἑαλώκειν
带有中性冠词的完成时不定式 τό γε ἑαλώκειν 作无人称动词 ἀρκεῖ 的主语。这是针对前文拉科尼亚方言完成时 ἁλώκαντι(即 ἑαλώκασι)的回应,体现了斯巴达人崇尚言语简练的轶事风格(“光是‘已陷落’这一事实或字眼就足够了”)。
- 14.4καββαλόντες
多利斯(拉科尼亚)方言中 καταβαλόντες 的词尾脱落(apocope)及同化形式(κατ-βαλόντες → καββαλόντες)。后文整道决议均呈现拉科尼亚方言特征,如 αἰ(= εἰ)、κα(= ἄν)、χρήδοιτε(= χρῄζοιτε)等。
- 14.5ὅτε καί φασιν ὑπὸ τῶν νέων τινὸς δημαγωγῶν Κλεομένους ἐρωτώμενον εἰ τολμᾷ τἀναντία Θεμιστοκλεῖ πράττειν καὶ λέγειν, παραδιδοὺς τὰ τείχη τοῖς Λακεδαιμονίοις, ἃ Λακεδαιμονίων ἀκόντων ἐκεῖνος ἀνέστησεν, εἰπεῖν
不定式 εἰπεῖν 隶属于主句动词 φασίν,其逻辑主语塞拉麦涅斯由被动分词宾格 ἐρωτώμενον 所修饰。该指示对象承接前文属格独立结构 Θηραμένους... συμβουλεύσαντος,并整合为带不定式的宾格结构。
