← 普鲁塔克

莱桑德传

§13.1-13.5

处决雅典俘虏与建立十人团统治

吕珊德处决了被俘的雅典将军菲洛克勒斯及其军队,并将各地的雅典人驱赶回雅典以制造饥荒加速围困。随后,他废除诸城邦的民主政体,安插十人执政团与斯巴达督政官以确立残酷的霸权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ὁ δὲ Λύσανδρος, ἐπεὶ τῶν τρισχιλίων Ἀθηναίων, οὓς ἔλαβεν αἰχμαλώτους, ὑπὸ τῶν συνέδρων θάνατος κατέγνωστο, καλέσας Φιλοκλέα τὸν στρατηγὸν αὐτῶν ἠρώτησεν τίνα τιμᾶται δίκην ἑαυτῷ1 τοιαῦτα περὶ Ἑλλήνων συμβεβουλευκὼς τοῖς πολίταις.

吕珊德在同盟会议对俘获的三千名雅典战俘判处死刑之后,召来他们的将军菲洛克勒斯,问他因向同胞提出这般对待希腊人的建议,认为自己应当承担何种刑罚。

§13.2

ὁ δὲ οὐδέν τι πρὸς τὴν συμφορὰν ἐνδοὺς ἐκέλευσε μὴ κατηγορεῖν ὧν οὐδείς ἐστι δικαστής,2 ἀλλὰ νικῶντα πράττειν ἅπερ ἂν νικηθεὶς ἔπασχεν·3 εἶτα λουσάμενος καὶ λαβὼν χλανίδα λαμπρὰν πρῶτος ἐπὶ τὴν σφαγὴν ἡγεῖτο τοῖς πολίταις, ὡς ἱστορεῖ Θεόφραστος. ἐκ δὲ τούτου πλέων ὁ Λύσανδρος ἐπὶ τὰς πόλεις Ἀθηναίων μὲν οἷς ἐπιτύχοι ἐκέλευε πάντας εἰς Ἀθήνας ἀπιέναι· φείσεσθαι γὰρ οὐδενός, ἀλλʼ ἀποσφάξειν ὃν ἂν ἔξω λάβῃ τῆς πόλεως.

然而菲洛克勒斯面对不幸毫无屈服之色,斥责他切勿在无人担任审判官之事上横加控告,只管以胜利者的身份去执行假若战败自己本当承受的惩罚;随后,据泰奥弗拉斯托斯记载,他沐浴并穿上一件华丽的长袍,率先领着同胞走向刑场。此后,吕珊德航向各城邦,凡遇到雅典人,便命令他们一律返回雅典;因为他扬言绝不宽恕任何人,凡在城外捕获者一律处死。

§13.3

ταῦτα δʼ ἔπραττε καὶ συνήλαυνεν ἅπαντας εἰς τὸ ἄστυ βουλόμενος ἐν τῇ πόλει ταχὺ λιμὸν ἰσχυρὸν γενέσθαι καὶ σπάνιν, ὅπως μὴ πράγματα παράσχοιεν αὐτῷ τὴν πολιορκίαν εὐπόρως ὑπομένοντες. καταλύων δὲ τοὺς δήμους καὶ τὰς ἄλλας πολιτείας, ἕνα μὲν ἁρμοστὴν ἑκάστῃ Λακεδαιμόνιον κατέλιπε, δέκα δὲ ἄρχοντας ἐκ τῶν ὑπʼ αὐτοῦ συγκεκροτημένων κατὰ πόλιν ἑταιρειῶν.

他如此行事并将所有人驱赶至城内,是希望城中迅速发生严重的饥荒与匮乏,以免他们能够凭借充裕的给养承受围困而给自己制造麻烦。他废除了民主制和其他政体,在每个城邦留下一名斯巴达督政官,以及从他在各城邦建立的派系党羽中选出的十人执政官。

§13.4

καὶ ταῦτα πράττων ὁμοίως ἔν τε ταῖς πολεμίαις καὶ ταῖς συμμάχοις γεγενημέναις πόλεσι, παρέπλει σχολαίως, τρόπον τινὰ κατασκευαζόμενος ἑαυτῷ τὴν τῆς Ἑλλάδος ἡγεμονίαν. οὔτε γὰρ ἀριστίνδην οὔτε πλουτίνδην ἀπεδείκνυε τοὺς ἄρχοντας, ἀλλʼ ἑταιρείαις καὶ ξενίαις χαριζόμενος τὰ πράγματα καὶ κυρίους ποιῶν τιμῆς τε καὶ κολάσεως, πολλαῖς δὲ παραγινόμενος αὐτὸς σφαγαῖς καὶ συνεκβάλλων τοὺς τῶν φίλων ἐχθρούς, οὐκ ἐπιεικὲς ἐδίδου τοῖς Ἕλλησι δεῖγμα τῆς Λακεδαιμονίων ἀρχῆς, ἀλλὰ καὶ ὁ κωμικὸς Θεόπομπος ἔοικε ληρεῖν ἀπεικάζων τοὺς Λακεδαιμονίους ταῖς καπηλίσιν, ὅτι τοὺς Ἕλληνας ἥδιστον ποτὸν τῆς ἐλευθερίας γεύσαντες ὄξος ἐνέχεαν· εὐθὺς γὰρ ἦν τὸ γεῦμα δυσχερὲς καὶ πικρόν, οὔτε τοὺς δήμους κυρίους τῶν πραγμάτων ἐῶντος εἶναι τοῦ Λυσάνδρου, καὶ τῶν ὀλίγων τοῖς θρασυτάτοις καὶ φιλονεικοτάτοις τὰς πόλεις ἐγχειρίζοντος.4

无论在敌对城邦还是在已成为同盟的城邦,吕珊德都同样推行这些举措,并不慌不忙地巡航,在某种程度上是在为自己建立对希腊的霸权。因为他指派执政者既不按品德亦不按财富,而是将政务托付给党派私党与宾客私交,使他们成为赏罚的主宰;加之他亲自参与了许多屠杀,并协助同党驱逐其仇敌,因此并未给希腊人树立斯巴达统治的仁慈榜样。甚至连喜剧诗人泰奥庞普斯在将斯巴达人比作酒馆女掌柜时似乎也是在胡说八道——他说斯巴达人让希腊人品尝了最甘美的自由之饮后,却倒入了醋;因为这味道从一开始就是令人难咽且苦涩的,由于吕珊德既不容许民众掌控政务,又把各城邦交托给少数派中最胆大妄为、最争强好胜的人。

语法注4 条
  1. 13.1τίνα τιμᾶται δίκην ἑαυτῷ

    中间语态动词 τιμῶμαι 搭配 δίκην 是雅典法庭的专门术语,指被定罪的被告为自己提议或评估应受的替代性惩罚。吕珊德在此讽刺性地借用雅典民主法庭的行话,质问菲洛克勒斯自认应受何种刑罚。

  2. 13.2ὧν οὐδείς ἐστι δικαστής

    关系代名词 ὧν 包含被省略的先行词 ταῦτα(作 κατηγορεῖν 的宾格宾语),在关系从句中作名词 δικαστής 所支配的客观属格。整句意为“在无人担任法官的事情上”,表达了拒绝对方在此缺乏合法审判权的前提下提出控告。

  3. 13.2ἅπερ ἂν νικηθεὶς ἔπασχεν

    由 ἄν 与直陈式未完成过去时(ἔπασχεν)构成的与过去事实相反的非真实条件句结论部分。分词 νικηθείς 充当条件从句的作用(相当于 εἰ ἐνικήθη,“假若他战败了的话”)。

  4. 13.5οὔτε τοὺς δήμους κυρίους τῶν πραγμάτων ἐῶντος εἶναι τοῦ Λυσάνδρου, καὶ τῶν ὀλίγων τοῖς θρασυτάτοις καὶ φιλονεικοτάτοις τὰς πόλεις ἐγχειρίζοντος

    以 τοῦ Λυσάνδρου 为逻辑主语的独立属格结构。由 οὔτε 否定的 ἐῶντος 与 καί 连接的 ἐγχειρίζοντος 两个分词形成并列,解释了前文所述斯巴达统治的滋味为何从一开始就令人难以忍受且充满苦涩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:13.1-13.5