- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:12.1-12.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了伴随羊河之战胜利而出现的狄奥斯库洛伊星象与著名陨石坠落等预兆,并探讨了阿那克萨哥拉的宇宙论假说、戴马库斯目击火球的记录以及关于陨石成因的诸种自然哲学学说。
ἦσαν δέ τινες οἱ τοὺς Διοσκούρους ἐπὶ τῆς Λυσάνδρου νεὼς ἑκατέρωθεν, ὅτε τοῦ λιμένος ἐξέπλει πρῶτον ἐπὶ τοὺς πολεμίους, ἄστρα τοῖς οἴαξιν ἐπιλάμψαι λέγοντες.1 οἱ δὲ καὶ τὴν τοῦ λίθου πτῶσιν ἐπὶ τῷ πάθει τούτῳ σημεῖόν φασι γενέσθαι· κατηνέχθη γάρ, ὡς ἡ δόξα τῶν πολλῶν, ἐξ οὐρανοῦ παμμεγέθης λίθος εἰς Αἰγὸς ποταμούς. καὶ δείκνυται μὲν ἔτι νῦν, σεβομένων αὐτὸν τῶν Χερρονησιτῶν· λέγεται δὲ Ἀναξαγόραν προειπεῖν ὡς τῶν κατὰ τὸν οὐρανὸν ἐνδεδεμένων σωμάτων, γενομένου τινὸς ὀλισθήματος ἢ σάλου, ῥῖψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος·2 εἶναι δὲ καὶ τῶν ἄστρων ἕκαστον οὐκ ἐν ᾗ πέφυκε χώρᾳ· λιθώδη γὰρ ὄντα καὶ βαρέα λάμπειν μὲν ἀντερείσει καὶ περικλάσει τοῦ αἰθέρος, ἕλκεσθαι δὲ ὑπὸ βίας σφιγγόμενα δίνῃ καὶ τόνῳ τῆς περιφορᾶς, ὥς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο,3 τῶν ψυχρῶν καὶ βαρέων ἀποκρινομένων τοῦ παντός.
也有人说,当吕珊德最初出港迎敌时,狄奥斯库洛伊的双星曾在其战舰舵桨的两侧闪耀。另有人说,陨石的坠落也是这场灾难的预兆;因为按照大众的看法,一块硕大无朋的巨石从天而降,落入了羊河。至今此石仍被指认展示,受到赫尔松尼苏斯居民的膜拜。 据说阿那克萨哥拉曾预言:倘若系于天上的诸天体发生某种滑移或震荡,就会有一块断裂的天体被抛掷坠落;而诸星体中没有任何一颗处在自身的本性之所,因它们本质如石且沉重,藉由以太的抵抗与折射而发光,并在周转运动的旋涡与张力束缚下被强行牵引,正如起初冷与重的物质从整体中分离之时,它们受到压制而未曾坠落于此地一般。
ἔστι δέ τις πιθανωτέρα δόξα ταύτης, εἰρηκότων ἐνίων ὡς οἱ διᾴττοντες ἀστέρες οὐ ῥύσις εἰσὶν οὐδʼ ἐπινέμησις αἰθερίου πυρὸς ἐν ἀέρι κατασβεννυμένου περὶ τὴν ἔξαψιν αὐτήν, οὐδὲ ἀέρος εἰς τὴν ἄνω χώραν πλήθει λυθέντος ἔκπρησις καὶ ἀνάφλεξις, ῥῖψις δὲ καὶ πτῶσις οὐρανίων σωμάτων οἷον ἐνδόσει τινὶ τόνου καὶ περιτρόπου κινήσεως ἐκπαλῶν φερομένων οὐ πρὸς τὸν οἰκούμενον τόπον τῆς γῆς, ἀλλὰ τῶν πλείστων ἐκτὸς εἰς τὴν μεγάλην ἐκπιπτόντων θάλατταν· διὸ καὶ λανθάνουσι.
另有一种比此说更为可信的见解,有人主张流星既非以太之火在引燃之际被空气窒息而流散蔓延,亦非空气大量弥散至高处时的爆燃发火,而是天体的抛掷与坠落;这些天体因张力与旋回运动的某种松弛而被抛出飞驰,并非落向大地上有人居住的区域,而是大多掉落在外面的浩瀚大海之中,因此未被人们察觉。
τῷ δʼ Ἀναξαγόρᾳ μαρτυρεῖ καὶ Δαΐμαχος ἐν τοῖς Περὶ εὐσεβείας, ἱστορῶν ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ πέντε συνεχῶς κατὰ τὸν οὐρανὸν ἑωρᾶτο πύρινον σῶμα παμμέγεθες, ὥσπερ νέφος φλογοειδές, οὐ σχολάζον, ἀλλὰ πολυπλόκους καὶ κεκλασμένας φορὰς φερόμενον, ὥστε ὑπὸ σάλου καὶ πλάνης ἀπορρηγνύμενα πυροειδῆ σπάσματα φέρεσθαι πολλαχοῦ καὶ ἀστράπτειν, ὥσπερ οἱ διᾴττοντες ἀστέρες.
戴马库斯在《论虔敬》中亦为阿那克萨哥拉作证,记述在巨石坠落前的连续七十五天里,天空中曾可见一个巨大的火球,犹如燃烧的浓云,未曾静止,而是沿着错综折曲的轨迹运行,以致因震荡和漂移而崩解裂落的如火碎片飞向四方,如同流星般闪耀光芒。
ἐπεὶ δὲ ἐνταῦθα τῆς γῆς ἔβρισε καὶ παυσάμενοι φόβου καὶ θάμβους οἱ ἐπιχώριοι συνῆλθον, ὤφθη πυρὸς μὲν οὐδὲν ἔργον οὐδʼ ἴχνος τοσοῦτο, λίθος δὲ κείμενος, ἄλλως μὲν μέγας, οὐθὲν δὲ μέρος, ὡς εἰπεῖν, ἐκείνης τῆς πυροειδοῦς περιοχῆς ἔχων. ὅτι μὲν οὖν εὐγνωμόνων ὁ Δαΐμαχος ἀκροατῶν δεῖται δῆλός ἐστιν·4
当它落在此处的地面上,当地居民克服了恐惧与惊骇聚集而来时,既未见到火的痕迹,也未见到任何火的肆虐,只有一块石头横卧于地,它本身固然巨大,但可以说连那片火光范围的几分之一都占不到。由此可见,戴马库斯显然需要宽宏大度的听众。
εἰ δὲ ἀληθὴς ὁ λόγος, ἐξελέγχει κατὰ κράτος τοὺς φάσκοντας ἔκ τινος ἀκρωρείας ἀποκοπεῖσαν πνεύμασι καὶ ζάλαις πέτραν, ὑποληφθεῖσαν δʼ ὥσπερ οἱ στρόβιλοι, καὶ φερομένην, ᾗ πρῶτον ἐνέδωκε καὶ διελύθη τὸ περιδινῆσαν, ἐκριφῆναι καὶ πεσεῖν.
然而,若其说属实,便彻底驳倒了另一些人的观点——那些人主张这块岩石是被风暴摧折自某处山巅,如旋风般被卷起挟带,而后在旋转之力最初衰竭消散之处被抛掷坠落。
εἰ μὴ νὴ Δία5 πῦρ μὲν ἦν ὄντως τὸ φαινόμενον ἐπὶ πολλὰς ἡμέρας, σβέσις δὲ καὶ φθορὰ μεταβολὴν ἀέρι παρέσχεν εἰς πνεύματα βιαιότερα καὶ κινήσεις, ὑφʼ ὧν συνέτυχε καὶ τὸν λίθον ἐκριφῆναι. ταῦτα μὲν οὖν ἑτέρῳ γένει γραφῆς διακριβωτέον.
除非凭宙斯起誓,那连续多日显现的确实是烈火,而其熄灭与消亡致使空气发生变化,激起更猛烈的狂风与运动,巨石恰因这些风力而被抛掷出来。不过,此类问题尚当在另一类著述中详加考辨。
- 12.1ἦσαν δέ τινες οἱ ... λέγοντες
此句为 ἦσαν δέ τινες 后接定冠词加分词 οἱ ... λέγοντες(“说……的人”)的结构,表示“也有人说……”。λέγοντες 统领宾格加不定式结构 τοὺς Διοσκούρους ... ἐπιλάμψαι 作为其宾语。
- 12.2ὡς τῶν κατὰ τὸν οὐρανὸν ἐνδεδεμένων σωμάτων, γενομένου τινὸς ὀλισθήματος ἢ σάλου, ῥῖψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος
在由 προειπεῖν 引导的 ὡς 从句中,γενομένου τινὸς ὀλισθήματος ἢ σάλου 构成表示条件的独立属格。τῶν ... ἐνδεδεμένων σωμάτων 是部分属格,修饰从属于 ῥῖψις ... καὶ πτῶσις 的属格 ἑνὸς ἀπορραγέντος(“断裂出的一个天体”)。
- 12.2ὥς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο
表示阻碍、抑制的动词 ἐκρατήθη(“被压制/阻止”)后接带有赘加否定词 μή 的不定式 πεσεῖν,构成“阻止其坠落于此”的标准句式。
- 12.5ὅτι μὲν οὖν εὐγνωμόνων ὁ Δαΐμαχος ἀκροατῶν δεῖται δῆλός ἐστιν
此处采用了人称结构而非无人称结构(δῆλόν ἐστιν ὅτι...),主语 ὁ Δαΐμαχος 与表语 δῆλός ἐστιν 结合,意为“戴马库斯显然需要宽宏的听众”。εὐγνωμόνων ... ἀκροατῶν 为动词 δεῖται 所要求的属格宾语。
- 12.7εἰ μὴ νὴ Δία
论辩体中用于引入一种例外假设或反驳可能性的习用短语(“除非凭宙斯起誓……”)。νὴ Δία 为插入性的起誓语。此处提出唯一一种可能调和戴马库斯的火球目击记录与旋风说之间矛盾的假设。
