← 普鲁塔克

莱桑德传

§11.1-11.7

羊河战役与雅典舰队的覆灭

吕珊德趁雅典军队防备松懈之际发起海陆突袭,大破因四散离岗而猝不及防的雅典部队,除科农少数船只逃脱外将全军舰队尽数缴获,在短时间内一举终结了漫长的战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

ὁ μὲν οὖν Ἀλκιβιάδης ὑποπτεύσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπηλλάττετο. πέμπτῃ δὲ ἡμέρᾳ τῶν Ἀθηναίων ποιησαμένων τὸν ἐπίπλουν καὶ πάλιν ἀπερχομένων, ὥσπερ εἰώθεσαν, ὀλιγώρως πάνυ καὶ καταφρονητικῶς, ὁ Λύσανδρος ἐκπέμπων τὰς κατασκόπους ναῦς ἐκέλευσε τοὺς τριηράρχους, ὅταν ἴδωσι τοὺς Ἀθηναίους ἐκβεβηκότας, ἐλαύνειν ἀποστρέψαντας ὀπίσω τάχει παντί, καὶ γενομένους κατὰ μέσον τὸν πόρον ἀσπίδα χαλκῆν ἐπάρασθαι πρῴραθεν ἐπίπλου σύμβολον.

于是阿尔基比亚德怀疑他们中间甚至有叛变之举,便离去了。第五天,雅典人再度驾船前来挑战,随后又照例极其松懈和轻蔑地返航。吕珊德在派出斥候战船时,命令各舰长一见雅典人登岸,就立刻掉转船头全力划回,行至海峡当中时,便从船头举起一面青铜盾牌,作为发起攻击的信号。

§11.2

αὐτὸς δὲ τοὺς κυβερνήτας καὶ τριηράρχους ἐπιπλέων ἀνεκαλεῖτο καὶ παρώρμα συνέχειν ἕκαστον ἐν τάξει τὸ πλήρωμα καὶ τοὺς ναύτας καὶ τοὺς ἐπιβάτας, ὅταν δὲ σημανθῇ, μετὰ προθυμίας καὶ ῥώμης ἐλαύνειν ἐπὶ τοὺς πολεμίους. ὡς δὲ ἥ τε ἀσπὶς ἀπὸ τῶν νεῶν ἤρθη καὶ τῇ σάλπιγγι τὴν ἀναγωγὴν ἐσήμαινεν ἀπὸ τῆς ναυαρχίδος, ἐπέπλεον μὲν αἱ νῆες, ἡμιλλῶντο δὲ οἱ πεζοὶ παρὰ τὸν αἰγιαλὸν ἐπὶ τὴν ἄκραν.

他亲自在舵手和舰长之间巡航勉励,敦促众人各自管束好船员、水兵和重装陆战队员,坚守阵位,一旦信号发出,便以昂扬的斗志与力量向敌军划进。当战船上举起盾牌、旗舰吹响出战的号角时,舰队便齐头并进,而步兵也沿着海岸向海角飞奔竞逐。

§11.3

τὸ δὲ μεταξὺ τῶν ἠπείρων διάστημα ταύτῃ πεντεκαίδεκα σταδίων ἐστί, καὶ ταχέως ὑπὸ σπουδῆς καὶ προθυμίας τῶν ἐλαυνόντων συνῄρητο. Κόνων δὲ πρῶτος ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπὸ τῆς γῆς ἰδὼν ἐπιπλέοντα τὸν στόλον ἐξαίφνης ἀνεβόησεν ἐμβαίνειν, καὶ περιπαθῶν τῷ κακῷ τοὺς μὲν ἐκάλει, τῶν δὲ ἐδεῖτο, τοὺς δὲ ἠνάγκαζε πληροῦν τὰς τριήρεις.

两岸大陆在此处的距离为十五斯塔德,在划桨手们的奋勉急速划动下,这段距离转瞬即逝。雅典将领科农在陆上最先发现敌方舰队压境,顿时高呼登船;他因大难临头而痛苦万分,有的呼唤,有的恳求,有的则强逼他们登船充实三列桨座战船。

§11.4

ἦν δὲ οὐδὲν ἔργον αὐτοῦ τῆς σπουδῆς1 ἐσκεδασμένων τῶν ἀνθρώπων. ὡς γὰρ ἐξέβησαν, εὐθύς, ἅτε μηδὲν προσδοκῶντες, ἠγόραζον, ἐπλανῶντο περὶ τὴν χώραν, ἐκάθευδον ὑπὸ ταῖς σκηναῖς, ἠριστοποιοῦντο, πορρωτάτω τοῦ μέλλοντος ἀπειρίᾳ τῶν ἡγουμένων ὄντες.2

然而,由于兵士们四散各处,他的急切全无用处。盖因众人刚一下船,由于毫无戒备,便去市集采买,或在乡野漫游,或在帐篷下睡觉,或在用午餐,因统帅们的无能而对即将降临的危机毫无所知。

§11.5

ἤδη δὲ κραυγῇ καὶ ῥοθίῳ προσφερομένων τῶν πολεμίων ὁ μὲν Κόνων ὀκτὼ ναυσὶν ὑπεξέπλευσε καὶ διαφυγὼν ἀπεπέρασεν εἰς Κύπρον πρὸς Εὐαγόραν, ταῖς δὲ ἄλλαις ἐπιπεσόντες οἱ Πελοποννήσιοι τὰς μὲν κενὰς παντάπασιν ᾕρουν, τὰς δʼ ἔτι πληρουμένας ἔκοπτον. οἱ δὲ ἄνθρωποι πρός τε ταῖς ναυσὶν ἀπέθνησκον ἄνοπλοι καὶ σποράδες ἐπιβοηθοῦντες, ἔν τε τῇ γῇ φεύγοντες ἀποβάντων τῶν πολεμίων ἐκτείνοντο.

此时,敌军伴随着呐喊与飞溅的划桨水声猛扑而来,科农带着八艘船悄然脱逃,避过灾难,渡海前往塞浦路斯投奔埃瓦戈拉斯;伯罗奔尼撒人则扑向其余各舰,有的舰船全空无备,便径直俘获,有的尚在登员,便将其砸毁砸烂。兵士们或手无寸铁、零散地赶来救援而死于船侧,或于敌军登岸后在陆上奔逃时被杀。

§11.6

λαμβάνει δὲ ὁ Λύσανδρος τρισχιλίους ἄνδρας αἰχμαλώτους μετὰ τῶν στρατηγῶν, ἅπαν δὲ τὸ ναύσταθμον ἄνευ τῆς Παράλου καὶ τῶν μετὰ Κόνωνος ἐκφυγουσῶν. ἀναδησάμενος δὲ τὰς ναῦς καὶ διαπορθήσας τὸ στρατόπεδον μετὰ αὐλοῦ καὶ παιάνων ἀνέπλευσεν εἰς Λάμψακον, ἔργον ἐλαχίστῳ πόνῳ μέγιστον ἐξειργασμένος, καὶ συνῃρηκὼς ὥρᾳ μιᾷ χρόνου μήκιστον καὶ ποικιλώτατον πάθεσί τε καὶ τύχαις ἀπιστότατον τῶν πρὸ αὐτοῦ πολέμων,3 ὃς μυρίας μορφὰς ἀγώνων καὶ πραγμάτων μεταβολὰς ἀμείψας, καὶ στρατηγοὺς ὅσους οὐδὲ οἱ σύμπαντες οἱ πρὸ αὐτοῦ τῆς Ἑλλάδος ἀναλώσας, ἑνὸς ἀνδρὸς εὐβουλίᾳ καὶ δεινότητι συνῄρητο· διὸ καὶ θεῖόν τινες ἡγήσαντο τοῦτο τὸ ἔργον.

吕珊德俘虏了三千名官兵及各位将领,除“帕拉洛斯号”和随科农逃脱的船只外,整个港湾的舰船尽数落入其手。他拖带缴获的战船,劫掠了敌军营寨,在笛声与凯歌声中回航兰普萨科斯。他以极小的辛劳成就了极其伟大的功业,在短短一个时辰之内,便结束了一场在所有先前的战争中历时最久、经历苦难最多样、命运变幻最令人难以置信的战争——这场战争历经无数战阵形式与局势更迭,耗尽的将领之多,超过了此前希腊所有〔战争〕所耗尽的总和,却在这一人之深谋远虑与卓越才干下宣告终结。因此,甚至有人将这桩功业视若神迹。

语法注3 条
  1. 11.4ἦν δὲ οὐδὲν ἔργον αὐτοῦ τῆς σπουδῆς

    成语结构 οὐδὲν ἔργον ἐστί τινος 意为“某事毫无用处/白费心机”。属格 τῆς σπουδῆς 表示所需或作用的对象(源出/离格性属格),代词 αὐτοῦ 则是修饰 σπουδῆς 的所有格(主格性属格),指代科农的急切与催促。

  2. 11.4πορρωτάτω τοῦ μέλλοντος ἀπειρίᾳ τῶν ἡγουμένων ὄντες

    最高级副词 πορρωτάτω(最远地)支配表示分离/对比的属格 τοῦ μέλλοντος(将要发生之事),意为“与将临之事相隔最远”(即“对危机全无预见”)。与格 ἀπειρίᾳ 为原因与格,意为“由于统领们的毫无经验”。

  3. 11.6συνῃρηκὼς ὥρᾳ μιᾷ χρόνου μήκιστον καὶ ποικιλώτατον πάθεσί τε καὶ τύχαις ἀπιστότατον τῶν πρὸ αὐτοῦ πολέμων

    分词 συνῃρηκὼς(终结/收束)的宾语是修饰语中所隐含的名词“战争”(πόλεμον),它由一连串最高级形容词 μήκιστον、ποικιλώτατον、ἀπιστότατον 以及部分属格 τῶν πρὸ αὐτοῦ πολέμων(此前诸战中)共同修饰。后文句首的阳性单数关系代词 ὃς 的先行词亦正是这一“战争”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:11.1-11.7