- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:9.1-9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当选执政官后,马略打破惯例破格征召贫民入伍,并发表激烈言论抨击贵族的无能以夸耀自身战功,迎合民众狂热的同时加剧了与贵族阶层的对立。
ἀναγορευθεὶς δὲ λαμπρῶς εὐθὺς ἐστρατολόγει, παρὰ τὸν νόμον καὶ τὴν συνήθειαν πολὺν τὸν ἄπορον καὶ φαῦλον καταγράφων, τῶν πρόσθεν ἡγεμόνων οὐ προσδεχομένων τοὺς τοιούτους, ἀλλʼ, ὥσπερ ἄλλο τι τῶν καλῶν, τὰ ὅπλα μετὰ τιμῆς τοῖς ἀξίοις νεμόντων, ἐνέχυρον τὴν οὐσίαν ἑκάστου τιθέναι δοκοῦντος.1
在他被辉煌地宣布当选之后,便立即着手征兵。他违反法律与惯例,招募了大量贫民与卑微之人;而先前的将领们并不接纳这类人,而是像对待其他崇高的事物一样,把武器作为一种荣誉分配给合格之人,因为每个人都被认为是将财产押作担保。
οὐ μὴν ταῦτά γε μάλιστα διέβαλλε τὸν Μάριον, ἀλλʼ οἱ λόγοι θρασεῖς ὄντες ὑπεροψίᾳ καὶ ὕβρει τοὺς πρώτους ἐλύπουν, σκῦλόν τε βοῶντος αὐτοῦ τὴν ὑπατείαν φέρεσθαι2 τῆς τῶν εὐγενῶν καὶ πλουσίων μαλακίας, καὶ τραύμασιν οἰκείοις πρὸς τὸν δῆμον, οὐ μνήμασι νεκρῶν οὐδὲ ἀλλοτρίαις εἰκόσι νεανιεύεσθαι.
然而,最使马略招致非难的倒并非这些做法,而是那些充满轻蔑与傲慢的放肆言辞深深刺痛了上层人士:他大声叫嚷说,自己把执政官职位作为战利品从贵族和富人的软弱中夺来,并且是凭自己身上的创伤,而非死者的纪念碑或他人的肖像,在民众面前夸耀。
πολλάκις δὲ καὶ τοὺς ἀτυχήσαντας ἐν Λιβύῃ στρατηγούς, τοῦτο μὲν Βηστίαν, τοῦτο δὲ Ἀλβῖνον, ἀνθρώπους οἴκων μὲν ἐπιφανῶν, αὐτοὺς δὲ τύχῃ σφαλέντας, ἀπολέμους καὶ διʼ ἀπειρίαν πταίσαντας ὀνομάζων, ἐπυνθάνετο τῶν παρόντων εἰ μὴ καὶ τοὺς ἐκείνων οἴονται προγόνους αὐτῷ μᾶλλον ἂν εὔξασθαι παραπλησίους ἐκγόνους ἀπολιπεῖν,3 ἅτε δὴ μηδὲ αὐτοὺς διʼ εὐγένειαν, ἀλλʼ ὑπʼ ἀρετῆς καὶ καλῶν ἔργων ἐνδόξους γενομένους.
此外,他还屡屡提及在利比亚遭遇挫败的那些将领——一时是指贝斯提亚,一时是指阿尔比努斯,这些人虽出身名门显贵,自身却因运蹇而跌倒——马略称他们为不习战阵、因无经验而栽跟头的人,并询问在场的人,难道不认为那些将领的祖先宁愿祈求留下同他自己相仿的后代吗,毕竟那些祖先自身也不是因高贵的出身,而是凭着美德与卓越的事迹才享有盛誉的。
ταῦτα δὲ οὐ κενῶς οὐδὲ ἀλαζονικῶς ἔλεγεν οὐδὲ μάτην ἀπεχθάνεσθαι τοῖς δυνατοῖς βουλόμενος, ἀλλʼ ὁ δῆμος αὐτόν, ἡδόμενός τε τῇ βουλῇ προπηλακιζομένῃ καὶ λόγου κόμπῳ μετρῶν ἀεὶ φρονήματος μέγεθος, ἐξεκούφιζε, καὶ συνεξώρμα μὴ φείδεσθαι τῶν ἀξιολόγων, χαριζόμενον τοῖς πολλοῖς.4
他说这些话,并非出于虚妄或自夸,也非徒然想与权贵树敌;而是因为民众乐见元老院受辱,并且一贯以言辞的大话来衡量胸襟的博大,从而助长了他的气焰,并一同激励他在取悦大众的同时,不必对显要人物手下留情。
- 9.1ἐνέχυρον τὴν οὐσίαν ἑκάστου τιθέναι δοκοῦντος
属格独立结构,ἑκάστου 作分词 δοκοῦντος 的主语,主动不定词 τιθέναι 以 τὴν οὐσίαν 为宾语、ἐνέχυρον 为宾语补足语,意为“每个人都被认为是将自己的财产押作担保”。与前文的属格独立结构 τῶν πρόσθεν ἡγεμόνων... νεμόντων 并列,用以说明此前统帅只征召有产者的观念依据。
- 9.2σκῦλόν τε βοῶντος αὐτοῦ τὴν ὑπατείαν φέρεσθαι
属格独立结构 βοῶντος αὐτοῦ 具体阐发了上一分句中的 οἱ λόγοι... ἐλύπουν,其支配了关身语态不定词 φέρεσθαι(“夺取、赢得”)及其后的 νεανιεύεσθαι(两者的逻辑主语均为马略本人);其中 τὴν ὑπατείαν 作 φέρεσθαι 的直接宾语,σκῦλον 作宾语补足语(谓语性宾格),意为“把执政官职位作为战利品夺来”。
- 9.3αὐτῷ μᾶλλον ἂν εὔξασθαι παραπλησίους ἐκγόνους ἀπολιπεῖν
与格 αὐτῷ 依附于形容词 παραπλησίους,指代说话者马略自身(“与他相仿的子孙”)。带有语气助词 ἄν 的不定词 ἂν εὔξασθαι 反映了直接引语中的潜在线索或非真实条件式(“宁愿祈愿”)。
- 9.4συνεξώρμα μὴ φείδεσθαι τῶν ἀξιολόγων, χαριζόμενον τοῖς πολλοῖς
分词 χαριζόμενον 为阳性单数宾格,修饰动词 συνεξώρμα 的受词代词 αὐτόν(指马略)。不定词 μὴ φείδεσθαι 充当表敦促意动词 συνεξώρμα 的补足语,表明民众煽动他在讨好大众的同时莫放过权贵。
