- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:8.1-8.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略主导处死梅特路斯的世交图尔皮利乌斯导致二人公开反目,随后马略摆脱梅特路斯的拖延返回罗马竞选执政官。
ἐφʼ οἷς δῆλος ἦν ὁ Μέτελλος ἀχθόμενος. μάλιστα δ’ αὐτὸν ἠνίασε τὸ περὶ Τουρπίλλιον. οὗτος γὰρ ὁ ἀνὴρ ἦν μὲν ἐκ πατέρων ξένος τῷ Μετέλλῳ καὶ τότε τὴν ἐπὶ τῶν τεκτόνων ἔχων ἀρχὴν συνεστράτευε· φρουρῶν δὲ Βάγαν, πόλιν μεγάλην, καὶ τῷ μηδὲν ἀδικεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ πράως καὶ φιλανθρώπως αὐτοῖς προσφέρεσθαι πιστεύων, ἔλαθεν ὑποχείριος τοῖς πολεμίοις γενόμενος.,1 παρεδέξαντο γάρ τὸν Ἰουγούρθαν, τὸν δὲ Τουρπίλλιον οὐδὲν ἠδίκησαν, ἀλλὰ σῷον ἐξαιτησάμενοι διῆκαν. ἔσχεν οὖν αἰτίαν προδοσίας·
梅特路斯显而易见对此大为恼怒。最让他苦恼的莫过于关于图尔皮利乌斯的事。此人世世代代与梅特路斯结为宾客,当时正担任工兵队长随军出征;但在驻守大城瓦加时,他信赖自己没有对居民施加任何不公、反而温和友善地对待他们这一点,结果不知不觉中落入了敌人之手。原来居民们迎入了朱古达,却并未加害图尔皮利乌斯,反而为他乞求免死并将他完好地释放。因此他受到了叛国指控。
καὶ παρὼν ὁ Μάριος τῇ κρίσει σύμβουλος αὐτὸς τέ οἱ πικρὸς ἦν καὶ τῶν ἄλλων παρώξυνε τοὺς πλείστους, ὥστε ἄκοντα τὸν Μέτελλον ἐκβιασθῆναι καὶ καταψηφίσασθαι θάνατον τοῦ ἀνθρώπου. μετʼ ὀλίγον δὲ τῆς αἰτίας ψευδοῦς φανείσης, οἱ μὲν ἄλλοι συνήχθοντο τῷ Μετέλλῳ βαρέως φέροντι, Μάριος δὲ χαίρων καὶ ποιούμενος ἴδιον τὸ ἔργον οὐκ ᾐσχύνετο λέγειν περιιών ὡς αὑτὸς εἴη προστετριμμένος ἀλάστορα τῷ Μετέλλῳ ξενοκτόνον.2
马略作为审判顾问出席,不仅自己对他严厉苛责,还煽动了绝大多数人,以致梅特路斯违心地被迫判处该人死刑。但不久之后证明这一指控纯属诬告,当其他人都在同情沉痛不已的梅特路斯时,马略却洋洋得意,把这当作自己的功绩,到处宣称正是他自己把一个杀害宾客的复仇恶神纠缠在了梅特路斯身上,毫无羞耻之色。
ἐκ τούτου φανερῶς ἀπηχθάνοντο· καὶ λέγεταὶ ποτε τοῦ Μαρίου παρόντος οἷον ἐφυβρίζων ὁ Μέτελλος εἰπεῖν, σὺ δὴ καταλιπὼν ἡμᾶς, ὦ γενναῖε, πλεῖν ἐπʼ οἴκου διανοῇ καὶ παραγγέλλειν ὑπατείαν; οὐ γάρ ἀγαπήσεις, ἂν τᾠμῷ παιδὶ τούτῳ συνυπατεύσῃς;3 ἦν δ’ ὁ παῖς τότε τοῦ Μετέλλου παντάπασι μειράκιον.
自此两人公开反目;据说有一次当着马略的面,梅特路斯带着讥讽的语气说道: “我的好老兄,你当真打算抛下我们,乘船回乡去竞选执政官吗?难道和我的这个儿子一同当选执政官,你还不能心满意足吗?” 然而梅特路斯的儿子在当时完全还是个少年。
οὐ μὴν ἀλλὰ τοῦ Μαρίου σπουδάζοντος ἀφεθῆναι, πολλὰς ἀναβολὰς ποιησάμενος, ἔτι δώδεκα λειπομένων ἡμερῶν ἐπὶ τὴν τῶν ὑπάτων ἀνάδειξιν, ἀφῆκεν αὐτόν, ὁ δὲ πολλὴν ἀπὸ στρατοπέδου τὴν ἐπὶ θάλασσαν εἰς Ἰτύκην ὁδὸν ἡμέραις δυσὶ καὶ μιᾷ νυκτὶ συνελών ἔθυε πρὸ τοῦ πλοῦ. καὶ λέγεται τὸν μάντιν εἰπεῖν ὡς ἀπίστους τινὰς τὸ μέγεθος καὶ κρείττονας ἐλπίδος ἁπάσης εὐπραξίας προφαίνοι τῷ Μαρίῳ τὸ δαιμόνιον.
尽管如此,由于马略急于离开,梅特路斯在屡次拖延之后,在距离执政官选举仅剩十二天时终于放他离去。马略用了两天一夜便走完了从军营到海滨乌提卡的那段遥远路程,并在启航前举行了祭祀。据说预言家说,神明向马略预示了其规模之宏大令人难以置信、超越一切期望的成功功业。
ὁ δὲ τούτοις ἐπαρθεὶς ἀνήχθη. καὶ τὸ πέλαγος τεταρταῖος4 οὐρίῳ πνεύματι περάσας αὐτίκα τε τῷ δήμῳ ποθεινὸς ὤφθη, καὶ προαχθεὶς ὑπό τινος τῶν δημάρχων εἰς τὸ πλῆθος ἐπὶ πολλαῖς κατὰ τοῦ Μετέλλου διαβολαῖς ᾐτεῖτο τὴν ἀρχήν, ὑπισχνούμενος ἢ κτενεῖν ἢ ζῶντα λήψεσθαι τὸν Ἰουγούρθαν.
马略受此鼓舞遂扬帆出海。他在第四天借着顺风横渡大洋,一抵岸便成为民众翘首以盼的人物;在一位平民保民官将他引荐至民众面前后,他在对梅特路斯的诸多毁谤中竞选这一职位,并许诺要么诛杀朱古达,要么将其生擒。
- 8.1ἔλαθεν ὑποχείριος τοῖς πολεμίοις γενόμενος
动词 λανθάνω 搭配分词(γενόμενος)的用法,表示“不知不觉地……”或“在未曾察觉的情况下……”。此处指图尔皮利乌斯在自己尚未察觉时便已落入敌手。
- 8.2ὡς αὑτὸς εἴη προστετριμμένος ἀλάστορα τῷ Μετέλλῳ ξενοκτόνον
间接引语(ὡς 引导的从句)中使用斜向祈愿法(εἴη)。主语 αὑτός 为强化/反身代词,指代主句主语马略本人。完成时中动分词 προστετριμμένος 源自 προστρίβω(摩擦于、将灾难转嫁于),搭配与格 τῷ Μετέλλῳ 及宾格 ἀλάστορα(复仇的凶灵),形成将恶灵强加于梅特路斯的比喻用法。
- 8.3οὐ γὰρ ἀγαπήσεις, ἂν τᾠμῷ παιδὶ τούτῳ συνυπατεύσῃς;
由否定词 οὐ 引导的反问句(“难道你不会感到满意吗?”),期望肯定的回答。主句使用将来时直陈式(ἀγαπήσεις),配合 ἂν 引导的虚拟式条件从句(ἂν ... συνυπατεύσῃς),体现出梅特路斯居高临下的嘲讽以及拖延其参选的意图。
- 8.5τεταρταῖος
序数词派生的时间形容词作主语(ὁ δέ)的表语性成分,在句中起副词作用,意为“在第四天”。
