- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:10.1-10.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略抵达利比亚后,梅特鲁斯避而不见并由副将交接军队;随后苏拉促成了朱古达的被俘,为此后二人的内讧埋下了祸根。
ὡς δὲ διέπλευσεν εἰς Λιβύην, Μέτελλος μὲν ἥττων τοῦ φθόνου γενόμενος, καὶ περιπαθῶν ὅτι, κατειργασμένου τὸν πόλεμον αὐτοῦ καὶ μηδὲν ὑπόλοιπον ἣ τὸ σῶμα τοῦ Ἰουγούρθα λαβεῖν ἔχοντος, ἥκει Μάριος ἐπὶ τὸν στέφανον καὶ τὸν θρίαμβον, ἐκ τῆς πρὸς ἐκεῖνον ἀχαριστίας ηὐξημένος, οὐχ ὑπέμεινεν εἰς τὸ αὐτὸ συνελθεῖν, ἀλλʼ αὐτὸς μὲν ὑπεξεχώρησε, Ῥουτίλιος δὲ τὸ στράτευμα τῷ Μαρίῳ παρέδωκε, πρεσβευτὴς γεγονὼς τοῦ Μετέλλου.
当他渡海前往利比亚时,梅特鲁斯屈从于嫉妒,并深感痛苦:因为当他自己已经彻底平定了战局、除了俘获朱古达本人之外别无余事之时,因对其忘恩负义而得势的马略却跑来坐享桂冠与凯旋式;梅特鲁斯无法容忍与他在同一处会面,便自行悄悄离去,由曾任梅特鲁斯副将的鲁提利乌斯将军队移交给了马略。
καὶ περιῆλθέ τις νέμεσις ἐν τῷ τέλει τῶν πράξεων Μάριον ἀφῃρέθη γάρ ὑπὸ Σύλλα τὴν τοῦ κατορθώματος δόξαν, ὡς ὑπʼ ἐκείνου Μέτελλος·1 ὃν τρόπον δέ, ἀφηγήσομαι βραχέως, ἐπεὶ τὰ καθʼ ἕκαστον μᾶλλον ἐν τοῖς περὶ Σύλλα γέγραπται. Βόκχος ὁ τῶν ἄνω βαρβάρων βασιλεὺς ἦν πενθερὸς Ἰουγούρθα, καὶ πολεμοῦντι μὲν οὐ πάνυ τι συλλαμβάνειν ἐδόκει, προβαλλόμενος αὐτοῦ τὴν ἀπιστίαν, καὶ τὴν αὔξησιν δεδοικώς·
而在功业的终局,一种报应也降临到了马略身上:因为正如梅特鲁斯被马略剥夺了一样,马略也被苏拉剥夺了这项成就的荣耀。至于事情的经过,我将简略叙述,因为具体细节更多地记载在《苏拉传》中。内陆蛮族的国王波克胡斯是朱古达的岳父;在朱古达作战期间,波克胡斯借口此人不讲信义,又惧怕其势力壮大,看似完全不予相助。
ἐπεὶ δὲ φεύγων καὶ πλανώμενος ἐκεῖνον ὑπʼ ἀνάγκης ἔθετο τῶν ἐλπίδων τελευταῖαν καὶ κατῆρε πρὸς αὐτόν, αἰσχύνῃ μᾶλλον ὡς ἱκέτην ἣ διʼ εὔνοιαν ὑποδεξάμενος διὰ χειρὸς εἶχε, φανερῶς μὲν ὑπὲρ αὐτοῦ παραιτούμενος Μάριον καὶ γράφων ὡς οὐκ ἂν ἐκδῴη καὶ παρρησιαζόμενος, κρύφα δὲ βουλεύων προδοσίαν ἐπʼ αὐτῷ, καὶ μεταπεμπόμενος Λεύκιον Σύλλαν, ταμίαν μὲν ὄντα Μαρίου, χρήσιμον δὲ τῷ Βόκχῳ γεγενημένον ἐπὶ στρατείας.
然而,当朱古达逃亡流浪、被迫将波克胡斯当作最后的希望而投奔于他时,波克胡斯收留他并置于自己控制之下,与其说是出于善意,不如说是出于对求庇护者的羞耻之心;他表面上替朱古达向马略求情,写信声称绝不交出朱古达并措辞强硬,暗中却谋划背叛朱古达,并派人召来卢基乌斯·苏拉——苏拉当时是马略的财务官,但在战役期间曾对波克胡斯多有襄助。
ὡς δὲ πιστεύσας ἀνέβη πρὸς αὐτὸν ὁ Σύλλας, ἔσχε μέν τις τροπὴ γνώμης καὶ μετάνοια τὸν βάρβαρον, ἡμέρας τε συχνὰς διηνέχθη τῷ λογισμῷ, βουλευόμενος ἣ παραδοῦναι τὸν Ἰουγούρθαν ἣ μηδὲ τὸν Σύλλαν ἀφεῖναι·2 τέλος δὲ τὴν προτέραν κυρώσας προδοσίαν, ἐνεχείρισε τῷ Σύλλᾳ ζῶντα τὸν Ἰουγούρθαν.
当苏拉信任他而前来面见时,这位蛮族王心意突变且大生悔意,在许多天里思虑纠结,反复权衡是该交出朱古达,还是连苏拉也不放过;但最终他还是落实了先前的叛逆计划,将活着的朱古达交到了苏拉手中。
καὶ τοῦτο πρῶτον ὑπῆρξεν αὐτοῖς σπέρμα τῆς ἀνηκέστου καὶ χαλεπῆς ἐκείνης στάσεως, ἣ μικρὸν ἐδέησεν ἀνατρέψαι3 τὴν Ῥώμην. πολλοὶ γάρ ἐβούλοντο τοῦ Σύλλα τὸ ἔργον εἶναι τῷ Μαρίῳ φθονοῦντες, αὐτός τε Σύλλας σφραγῖδα ποιησάμενος ἐφόρει γλυφὴν ἔχουσαν ἐγχειριζόμενον ὑπὸ τοῦ Βόκχου τὸν Ἰουγούρθαν ἑαυτῷ.
这便构成了他们之间那场险些颠覆罗马的不可救药且残酷的内讧的最初导火索。因为许多人出于对马略的嫉妒,希望将这桩功劳归于苏拉;而苏拉自己也制作了一枚印章随身佩戴,上面刻有波克胡斯将朱古达移交给他本人的图案。
καὶ ταύτῃ χρώμενος ἀεὶ διετέλει φιλότιμον ἄνδρα καὶ πρὸς κοινωνίαν δόξης ἀγνώμονα, καὶ δύσεριν ἐρεθίζων τὸν Μάριον, ἐναγόντων μάλιστα τῶν ἐχθρῶν τῶν ἐκείνου, καὶ τὰ μὲν πρῶτα τοῦ πολέμου καὶ μέγιστα τῷ Μετέλλῳ, τὰ δ’ ἔσχατα καὶ τὸ πέρας αὐτοῦ Σύλλᾳ προστιθέντων, ὡς παύσαιτο θαυμάζων καὶ προσέχων ἐκείνῳ μάλιστα πάντων ὁ δῆμος.4
苏拉不断使用这枚印章,激怒了马略这位渴望荣誉、不愿与人共享光荣且好胜争强之人;加之马略的政敌们竭力煽动,将战争最初且最重大的部分归于梅特鲁斯,而将最后部分和战事的终结归于苏拉,以便民众不再于所有人中唯独崇拜和关注马略。
- 10.2ἀφῃρέθη γάρ ὑπὸ Σύλλα τὴν τοῦ κατορθώματος δόξαν, ὡς ὑπʼ ἐκείνου Μέτελλος
动词 ἀφαιρέω(支配双宾格)在被动语态 ἀφῃρέθη 中,被剥夺的事物(τὴν τοῦ κατορθώματος δόξαν)保留为宾格。在后半句省略比较从句 ὡς ὑπʼ ἐκείνου Μέτελλος 中,省略了与主句相同的动词 ἀφῃρέθη 及其宾语,意为“正如梅特鲁斯被他(马略)剥夺了一样”。
- 10.4ἣ παραδοῦναι τὸν Ἰουγούρθαν ἣ μηδὲ τὸν Σύλλαν ἀφεῖναι
此处的 ἣ ... ἣ 是选择连词 ἢ ... ἤ(“要么……要么……”)的异体写法,并列连接了由分词 βουλευόμενος 所引出的两个不定式短语。
- 10.5μικρὸν ἐδέησεν ἀνατρέψαι
由无人称结构 μικρὸν ἐδέησε 后接不定式(ἀνατρέψαι)构成的固定习语,意为“险些倾覆”或“差一点就颠覆”。
- 10.6ὡς παύσαιτο θαυμάζων καὶ προσέχων ἐκείνῳ μάλιστα πάντων ὁ δῆμος
连词 ὡς 连同希求法动词 παύσαιτο 引导目的从句(“为了使民众停止……”),表明前文属格绝对分词(ἐναγόντων ... προστιθέντων)的目的。动词 παύομαι 习惯支配分词(θαυμάζων καὶ προσέχων)作为补充成分。
