← 普鲁塔克

马略传

§7.1-7.4

马略从军利比亚与赢得军心

马略作为副将随梅特路斯进军利比亚,通过主动与士兵同甘共苦赢得军心,促使人们纷纷要求推举他为执政官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἐπεὶ δὲ Καικίλιος Μέτελλος ἀποδειχθεὶς ἐπὶ τὸν κατὰ Ἰουγούρθα πόλεμον ὕπατος στρατηγὸς εἰς Λιβύην ἐπηγάγετο πρεσβευτὴν Μάριον, ἐνταῦθα πράξεων μεγάλων καὶ λαμπρῶν ἀγώνων ἐπιλαβόμενος τὸ μὲν αὔξειν τὸν Μέτελλον, ὥσπερ οἱ λοιποί, καὶ πολιτεύεσθαι πρὸς ἐκεῖνον εἴασε χαίρειν·1 ἀξιῶν δὲ οὐχ ὑπὸ Μετέλλου κεκλῆσθαι πρεσβευτής, ὑπὸ δὲ τῆς τύχης εἰς εὐφυέστατον καιρὸν ὁμοῦ καὶ μέγιστον εἰσάγεσθαι πράξεων θέατρον, ἐπεδείκνυτο πᾶσαν ἀνδραγαθίαν.

当凯基利乌斯·梅特路斯被任命为对朱古达战争的执政官统帅并将马略作为副将带往利比亚时,马略在那里抓住了建立伟大功业与光辉战斗的机会,弃绝了像其他人那样抬高梅特路斯并对其逢迎顺从的做法;他自认为并非是由梅特路斯所召募的副将,而是被命运引荐进入了一个最为适宜的时机,同时又是最宏大的展现功业的舞台,遂施展出一切英勇才干。

§7.2

καὶ πολλὰ τοῦ πολέμου δυσχερῆ φέροντος οὔτε τῶν μεγάλων τινὰ πόνων ὑποτρέσας οὔτε τῶν μικρῶν ἀπαξιώσας, ἀλλὰ τοὺς μὲν ὁμοτίμους εὐβουλίᾳ καὶ προνοίᾳ τοῦ συμφέροντος ὑπερβαλλόμενος, πρὸς δὲ τοὺς στρατιώτας ὑπὲρ εὐτελείας καὶ καρτερίας διαμιλλώμενος εὔνοιαν ἔσχε πολλὴν παρʼ αὐτοῖς.

在战争带来诸多艰难困苦之际,他既不畏缩于任何巨大的劳苦,也不鄙弃任何微小的事务,反而在善断与顾及实利的前瞻上超越同侪,在简朴与坚忍上与士兵们竞相争先,因而在士兵中赢得了极大的爱戴。

§7.3

ὅλως μὲν γάρ ἔοικε τοῦ κάμνειν ἑκάστῳ παραμυθία τὸ συγκάμνον ἑκουσίως εἶναι·2 δοκεῖ γὰρ ἀφαιρεῖν τὴν ἀνάγκην· ἥδιστον δὲ Ῥωμαίῳ θέαμα στρατιώτῃ στρατηγὸς ἐσθίων ἐν ὄψει κοινὸν ἄρτον ἢ κατακείμενος ἐπὶ στιβάδος εὐτελοῦς ἢ περὶ ταφρείαν τινὰ καὶ χαράκωσιν ἔργου συνεφαπτόμενος, οὐ γάρ οὕτως τοὺς τιμῆς καὶ χρημάτων μεταδιδόντας ὡς τοὺς πόνου καὶ κινδύνου μεταλαμβάνοντας ἡγεμόνας θαυμάζουσιν, ἀλλὰ μᾶλλον ἀγαπῶσι τῶν ῥᾳθυμεῖν ἐπιτρεπόντων τοὺς συμπονεῖν ἐθέλοντας, ταῦτα πάντα ποιῶν ὁ Μάριος καὶ διὰ τούτων τοὺς στρατιώτας δημαγωγῶν ταχὺ μὲν ἐνέπλησε τὴν Λιβύην, ταχὺ δὲ τὴν Ῥώμην, ὀνόματος καὶ δόξης, τῶν ἀπὸ στρατοπέδου τοῖς οἴκοι γραφόντων ὡς οὐκ ἔστι πέρας οὐδὲ ἀπαλλαγὴ τοῦ πρὸς τὸν βάρβαρον πολέμου μὴ Γάϊον Μάριον ἑλομένοις ὕπατον.3

因为大体而言,自愿与人共历辛劳者,对于每一个辛劳之人似乎都是一种安慰,因为这似乎消除了强迫之感;而对罗马士兵来说,最惬意的景象莫过于统帅在众人注视下吃着普通的粗面包,或者躺在简陋的草褥上,或者在挖掘堑壕和修筑栅栏时亲身参与劳作。因为他们敬佩那些分担辛劳与危险的将领,远甚于那些分予荣誉和金钱的将领;比起允许他们怠惰偷安的人,他们更为爱戴那些愿意与他们同甘共苦的人。马略躬行这一切,并借此赢得了士兵的拥戴,很快便让利比亚以及罗马都充斥着他的名望与荣耀;军营中的人们纷纷写信给家乡之人,称若不选举盖乌斯·马略为执政官,这场针对蛮族的战争就决无终止亦无解脱之日。

语法注3 条
  1. 7.1εἴασε χαίρειν

    习语 ἐάω χαίρειν 后接宾格(此处为冠词不定式 τὸ μὲν αὔξειν... καὶ πολιτεύεσθαι),字面意为“任由……欢喜”,实际意为“向……道别”“弃绝/不予理会”。此处表明马略断然摒弃了像其他人那样抬高主帅并阿谀顺从的处事方式。

  2. 7.3τοῦ κάμνειν ἑκάστῳ παραμυθία τὸ συγκάμνον ἑκουσίως εἶναι

    在依附于 ἔοικε 的不定式结构中,中性单数分词 τὸ συγκάμνον 实词化充当不定式 εἶναι 的主语(意为“自愿分担辛劳的人/事物”),παραμυθία(安慰)为述语名词。τοῦ κάμνειν 作宾格性属格修饰 παραμυθία(“对辛劳的安慰”),ἑκάστῳ 则为关系与格(“对每个人而言”)。

  3. 7.4μὴ Γάϊον Μάριον ἑλομένοις ὕπατον

    带有否定词 μή 的不定过去时分词与格 ἑλομένοις 相当于条件从句(如 εἰ μὴ ἕλοιντο,“若不选举盖乌斯·马略为执政官”)。与格在此指代隐含的相关主体(即罗马投票公民或国家整体)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:7.1-7.4