- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:6.1-6.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略在大法官及西班牙总督任内建树功绩,迎娶凯撒家族的尤莉娅以壮大声望,并在一次静脉曲张手术中展现了非凡的坚忍。
ἐν μὲν οὖν τῇ στρατηγίᾳ μετρίως ἐπαινούμενον ἑαυτὸν παρέσχε, μετὰ δὲ τὴν στρατηγίαν κλήρῳ λαβὼν τὴν ἐκτὸς Ἰβηρίαν λέγεται καθᾶραι λῃστηρίων τὴν ἐπαρχίαν ἀνήμερον οὖσαν ἔτι τοῖς ἐθισμοῖς καὶ θηριώδη, καὶ τὸ λῃστεύειν οὔπω τότε τῶν Ἰβήρων οὐχὶ κάλλιστον ἡγουμένων,1 ἐν δὲ τῇ πολιτείᾳ γενόμενος οὐκ εἶχεν οὔτε πλοῦτον οὔτε λόγον, οἷς ἦγον οἱ τότε μάλιστα τιμώμενοι τὸν δῆμον.
因此,在大法官任内,他的表现获得了适度的赞誉;而在卸任大法官之后,他抽签获得了远西班牙管区。据说,该行省的习俗当时仍野蛮粗暴,且那时伊比利亚人尚未认为掠夺不是极其光荣之事,而他肃清了该行省的盗匪。然而在城邦政事中,他既没有财富,也没有雄辩,而当时最受尊崇的人正是凭借这两者来领导民众的。
αὐτὴν δὲ τὴν ἀνάτασιν τοῦ φρονήματος καὶ τὸ περὶ τοὺς πόνους ἐνδελεχὲς αὐτοῦ καὶ τὸ δημοτικὸν τῆς διαίτης ἔν τινι σπουδῇ τιθεμένων τῶν πολιτῶν ηὐξάνετο τῇ τιμῇ πρὸς δύναμιν, ὥστε καὶ γάμον γῆμαι λαμπρὸν οἰκίας ἐπιφανοῦς τῆς Καισάρων Ἰουλίαν, ἧς ἦν ἀδελφιδοῦς Καῖσαρ2 ὁ χρόνοις ὕστερον Ῥωμαίων μέγιστος γενόμενος καί τι κατʼ οἰκειότητα ζηλώσας Μάριον, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.
但是,由于公民们十分看重他胸襟本有的宏阔、在艰辛中持久的耐力以及平民般简朴的生活方式,他在名望与权势上不断增长,以至于同显赫的凯撒家族的尤莉娅缔结了一桩光彩的婚姻。她的侄子便是日后成为罗马最伟大人物的凯撒,由于亲族关系,凯撒在某种程度上效法了马略,正如论述其生平的著作中所记载的那样。
τῷ δὲ Μαρίῳ καὶ σωφροσύνην μαρτυροῦσι καὶ καρτερίαν, ἧς δεῖγμα καὶ τὸ περὶ τὴν χειρουργίαν ἐστίν, ἰξιῶν γάρ, ὡς ἔοικε, μεγάλων ἀνάπλεως ἄμφω τὰ σκέλη γεγονὼς καὶ τὴν ἀμορφίαν δυσχεραίνων ἔγνω παρασχεῖν ἑαυτὸν τῷ ἰατρῷ· καὶ παρέσχεν ἄδετος θάτερον σκέλος, οὐδὲν κινηθεὶς οὐδὲ στενάξας, ἀλλὰ καθεστῶτι τῷ προσώπῳ καὶ μετὰ σιωπῆς ὑπερβολάς τινας ἀλγηδόνων ἐν ταῖς τομαῖς ἀνασχόμενος·τοῦ δʼ ἰατροῦ μετιόντος ἐπὶ θάτερον οὐκέτι παρέσχε, φήσας ὁρᾶν τὸ ἐπανόρθωμα τῆς ἀλγηδόνος οὐκ ἄξιον.3
人们还为马略的节制与坚忍作证,关于外科手术的一事便是其明证。因为他双腿似乎长满了巨大的静脉曲张,他因厌恶这种变形丑态,遂决定任由医生医治。在未被捆绑的情况下,他伸出一条腿,毫无动弹,也未发出一声呻吟,而是面色自若、默默忍受着切割时的一阵阵剧痛;然而当医生要转去切治另一条腿时,他不再伸出腿,并表示自己看出了这番矫治并不值得承受如此剧痛。
- 6.1καὶ τὸ λῃστεύειν οὔπω τότε τῶν Ἰβήρων οὐχὶ κάλλιστον ἡγουμένων
此处为属格独立结构(τῶν Ἰβήρων ... ἡγουμένων),内部包含 οὔπω 与 οὐχί 的双重否定(缓叙法)。οὔπω ... οὐχὶ κάλλιστον ἡγουμένων 意为“尚未将其视为并非最光荣之事”(即仍视之为极为光荣之事),表明当时伊比利亚人仍将掠夺视为极具荣耀的习俗。
- 6.2ἧς ἦν ἀδελφιδοῦς Καῖσαρ
关系代词 ἧς 的先行词是 Ἰουλίαν。名词 ἀδελφιδοῦς 意为“侄子/外甥”,指终身独裁官盖乌斯·尤利乌斯·凯撒是尤莉娅的侄子(尤莉娅的兄弟盖乌斯之子)。
- 6.3τὸ ἐπανόρθωμα τῆς ἀλγηδόνος οὐκ ἄξιον
此为间接引语中的“宾格加不定式”结构,系词不定式 εἶναι 被省略。形容词 ἄξιον 支配表示代价的属格 τῆς ἀλγηδόνος(“值得承受这苦痛”),意为矫治的成果并不足以抵偿其剧痛。
