← 普鲁塔克

马略传

§5.1-5.5

马略市政官落选与当选大法官后的贿选审判

马略在同一天内的市政官选举中遭遇两次落败,后在竞选大法官时险胜却被控贿选,最终因票数持平而出人意料地宣告无罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

μετὰ δὲ τὴν δημαρχίαν ἀγορανομίαν τὴν μείζονα παρήγγειλε, δύο γάρ εἰσι τάξεις ἀγορανομιῶν, ἡ μὲν ἀπὸ τῶν δίφρων τῶν ἀγκυλοπόδων, ἐφʼ ὧν καθεζόμενοι χρηματίζουσιν, ἔχουσα τοὔνομα τῆς ἀρχῆς, τὴν δ’ ὑποδεεστέραν δημοτικὴν καλοῦσιν. ὅταν δὲ τοὺς ἐντιμοτέρους ἕλωνται περὶ τῶν ἑτέρων πάλιν τὴν ψῆφον λαμβάνουσιν.

保民官卸任后,他竞选高阶市政官之职;因为市政官分为两个等级,其一根据官员处理公务时所坐的曲脚椅而获得该职位的名称,而较低的一级则被称为平民市政官。当人们选出较高尊荣的官员后,便再次就另一等级进行投票。

§5.2

ὡς οὖν ὁ Μάριος φανερὸς ἦν λειπόμενος ἐν ἐκείνῃ, ταχὺ μεταστὰς αὖθις ᾔτει τὴν ἑτέραν. δόξας δὲ θρασὺς εἶναι καὶ αὐθάδης ἀπέτυχε· καὶ δυσὶν ἐν ἡμέρᾳ μιᾷ περιπεσὼν ἀποτεύξεσιν, ὃ μηδεὶς ἔπαθεν ἄλλος, οὐδὲ μικρὸν ὑφήκατο τοῦ φρονήματος, ὕστερον δὲ οὐ πολλῷ στρατηγίαν μετελθὼν ὀλίγον ἐδέησεν ἐκπεσεῖν, ἔσχατος δὲ πάντων ἀναγορευθεὶς δίκην ἔσχε δεκασμοῦ.

因此,当马略显然在先前的选举中落败时,他迅速改弦更张,再次申请竞选另一项职务。但他被认为鲁莽傲慢而落选;尽管在同一天内遭遇两次失败——这是前所未有之事——他却丝毫没有挫损自己的傲气。不久之后,他竞选大法官,险些落败,最终在所有入选者中名列最末,并因贿选而遭到控告。

§5.3

μάλιστα δὲ ὑποψίαν παρέσχε Κασσίου Σαβάκωνος οἰκέτης ὀφθεὶς ἐντὸς τῶν δρυφάκτων ἀναμεμειγμένος τοῖς φέρουσι τὰς ψήφους· ὁ γὰρ Σαβάκων ἦν ἑταῖρος ἐν τοῖς μάλιστα Μαρίου. κληθεὶς οὖν οὗτος ὑπὸ τῶν δικαστῶν ἔφη διὰ τὸ καῦμα διψήσας ὕδωρ ψυχρὸν αἰτῆσαι καὶ τὸν οἰκέτην ἔχοντα ποτήριον εἰσελθεῖν πρὸς αὐτόν, εἶτʼ εὐθὺς οἴχεσθαι πιόντος.1

引起最大嫌疑的,是卡西乌斯·萨巴孔的一名家奴被发现在选栅之内混杂于投票者之中;因为萨巴孔是马略最亲密的朋友之一。于是此人受到审判官传唤,声称由于天气炎热口渴而索取凉水,仆人拿着水杯进到他身边,待他饮毕便随即离去。

§5.4

οὗτος μὲν οὖν ὑπὸ τῶν μετὰ ταῦτα τιμητῶν ἐξέπεσε τῆς βουλῆς, ἐπιτήδειος εἶναι παθεῖν τοῦτο δόξας ἢ διὰ τὴν ψευδομαρτυρίαν ἢ διὰ τὴν ἀκρασίαν ἐπὶ δὲ τὸν Μάριον καὶ Γάϊος Ἑρέννιος μάρτυς εἰσαχθεὶς οὐκ ἔφη πάτριον εἶναι καταμαρτυρεῖν πελατῶν, ἀλλὰ τὸν νόμον ἀφιέναι ταύτης τῆς ἀνάγκης τοὺς πάτρωνας οὕτως γάρ οἱ Ῥωμαῖοι τοὺς προστάτας καλοῦσι, τοῦ δ’ Ἑρεννίων οἴκου τοὺς Μαρίου γονεῖς καὶ Μάριον αὐτὸν ἐξ ἀρχῆς γεγονέναι πελάτας.

此人后来被继任的监察官逐出元老院,被认为无论是因作伪证还是因缺乏节制,都当受此惩罚。在针对马略的审理中,盖乌斯·赫伦尼乌斯亦被传唤为证人,但他表示根据祖俗不得作证不利于门客,且法律免除了保护人——罗马人如此称呼庇护者——的这一义务,而马略的父母及马略本人自始便是赫伦尼乌斯家族的门客。

§5.5

ἀποδεξαμένων δὲ τὴν ἀπόρρησιν τῆς μαρτυρίας τῶν δικαστῶν αὐτὸς ἀντεῖπεν ὁ Μάριος πρὸς τὸν Ἑρέννιον ὡς, ὅτε πρῶτον ἄρχων ἀνηγορεύθη, τὸν πελάτην ἐκβεβηκώς·2 ὅπερ ἦν οὐ παντάπασιν ἀληθές, ἀρχὴ γὰρ οὐ πᾶσα τοῦ νέμειν προστάτην ἀπαλλάσσει τοὺς τυχόντας αὐτοὺς καὶ γένος, ἀλλʼ ᾗ τὸν ἀγκυλόποδα δίφρον ὁ νόμος δίδωσιν. οὐ μὴν ἀλλὰ ταῖς πρώταις ἡμέραις ἐν τῇ δίκῃ κακῶς πράττων ὁ Μάριος καὶ χαλεποῖς χρώμενος τοῖς δικασταῖς, τῇ τελευταίᾳ παραλόγως ἀπέφυγεν ἴσων τῶν ψήφων γενομένων.3

尽管审判官接受了这一拒绝作证的要求,马略本人却反驳赫伦尼乌斯,坚称自他首次被宣布当选政务官时,便已脱离了门客的身份。然而这并非完全确实;因为并非任何政务官职都能使当选者本人及其家族免除侍奉保护人,而唯有法律授予曲脚椅的官职方能如此。无论如何,马略在审讯的最初几天处境不利且面临严苛的审判官,但最后一天因票数相等而出人意料地获释。

语法注3 条
  1. 5.3πιόντος

    属格独立结构,其逻辑主语代词(αὐτοῦ,指萨巴孔本人)因上下文意清晰而省略,意为“待他(萨巴孔)饮毕后”。

  2. 5.5τὸν πελάτην ἐκβεβηκώς

    不及物动词 ἐκβαίνω 支配表示身份或状态的宾格名词 τὸν πελάτην,用于表达状态的脱离,意为“脱离了门客的身份”。

  3. 5.5ἴσων τῶν ψήφων γενομένων

    属格独立结构。反映了古罗马司法实践中赞成票与反对票持平时作有利于被告的裁决而判无罪(in dubio pro reo)的惯例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:5.1-5.5