← 普鲁塔克

马略传

§4.1-4.4

马略任保民官时的主张与对抗元老院

马略在麦特鲁斯的支持下当选保民官,在投票法案之争中不惜威胁要将执政官和麦特鲁斯双双下狱以迫使元老院屈服;然而不久后他又强力阻击谷物分配法案,树立了不偏不倚的政治形象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

τὸν δ’ οὖν Μάριον ὑπὸ ταύτης λέγεται μάλιστα τῆς φωνῆς, ὥσπερ ὑπὸ θείας κληδόνος, ἐπαρθέντα ταῖς ἐλπίσιν ὁρμῆσαι πρὸς τὴν πολιτείαν, καὶ τυχεῖν δημαρχίας Κεκιλίου Μετέλλου σπουδάσαντος, οὗ τὸν οἶκον ἐξ ἀρχῆς καὶ πατρόθεν ἐθεράπευεν.

无论如何,据说马略正是受了这番话的鼓舞,如同承领了神谕一般,怀着极大的希望步入仕途,并在他自幼且世代服侍其家族的凯基利乌斯·麦特鲁斯的鼎力支持下当选了保民官。

§4.2

ἐν δὲ τῇ δημαρχίᾳ νόμον τινὰ περὶ ψηφοφορίας γράφοντος αὐτοῦ δοκοῦντα τῶν δυνατῶν ἀφαιρεῖσθαι τὴν περὶ τὰς κρίσεις ἰσχύν, ἐνιστάμενος Κόττας ὁ ὕπατος συνέπεισε τὴν βουλὴν τῷ μὲν νόμῳ μάχεσθαι, τὸν δὲ Μάριον καλεῖν λόγον ὑφέξοντα. καὶ τοῦ δόγματος τούτου γραφέντος εἰσελθὼν ἐκεῖνος οὐκ ἔπαθε νέου πάθος1 ἀπὸ μηδενὸς λαμπροῦ προεληλυθότος ἄρτι πρὸς τὴν πολιτείαν, ἀλλʼ ἑαυτῷ διδοὺς ἤδη φρονεῖν ἡλίκον αἱ μετέπειτα πράξεις ἔδωκαν,2 ἠπείλησε τὸν Κότταν ἀπάξειν εἰς τὸ δεσμωτήριον, εἰ μὴ διαγράψειε τὸ δόγμα.

在保民官任内,当他起草了一项似乎要剥夺权贵阶层在司法审判上势力的投票法案时,执政官科塔起而反对,并说服元老院抵制该法案,同时传唤马略前来解释。在这项决议通过后,马略进入会场,他并未表现出一个刚从寒微门第投身政界的青年常有的惶恐退缩,反而已经自居于其后来的功绩所赋予他的那种高度自信,威胁科塔若不撤销这项决议,便要将他押入大牢。

§4.3

τοῦ δὲ πρὸς Μέτελλον τραπομένου καὶ γνώμην ἐρωτῶντος, Μέτελλος μὲν ἀναστὰς συνηγόρει τῷ ὑπάτῳ, Μάριος δὲ τὸν ὑπηρέτην μεταπεμψάμενος ἔξωθεν ἐκέλευεν ἀπάγειν αὐτὸν τὸν Μέτελλον εἰς τὸ δεσμωτήριον. ἐκείνου δὲ τοὺς ἄλλους ἐπικαλουμένου δημάρχους ἐβοήθει μὲν οὐδείς, ἡ δὲ σύγκλητος εἴξασα προήκατο τὸ δόγμα, καὶ λαμπρὸς ἐξελάσας ὁ Μάριος εἰς τὸ πλῆθος ἐκύρωσε τὸν νόμον, δόξας ἄκαμπτος μὲν εἶναι πρὸς φόβον, ἄτρεπτος δὲ ὑπʼ αἰδοῦς, δεινὸς δὲ κατὰ τῆς βουλῆς ἀνίστασθαι χάριτι τῶν πολλῶν δημαγωγῶν.3

科塔转向麦特鲁斯征求意见,麦特鲁斯起身为执政官辩护,然而马略却从殿外召进侍从,命令其将麦特鲁斯本人也押往牢狱。麦特鲁斯呼吁其他保民官施援,却无一人出手相助,元老院只得屈服并取消了该项决议;马略于是意气风发地走向民众大会,使该法案获得通过,从而赢得了面对恐惧绝不退让、因顾忌情面亦不动摇,且敢于向元老院抗争以迎合多数民众而充当民粹领袖的声誉。

§4.4

οὐ μὴν ἀλλὰ ταύτην μὲν ταχέως μετέστησεν ἑτέρῳ πολιτεύματι τὴν δόξαν. νόμου γάρ εἰσφερομένου περὶ σίτου διανομῆς τοῖς πολίταις ἐναντιωθεὶς ἐρρωμενέστατα καὶ κρατήσας, εἰς τὸ ἴσον ἑαυτὸν κατέστησε τῇ τιμῇ πρὸς ἀμφοτέρους4 ὡς μηδετέροις παρὰ τὸ συμφέρον χαριζόμενος.

然而,他旋即通过另一项政治举措改变了这种评价。因为当一项向公民分发谷物的法案被提出时,他竭尽全力予以反对并将其击败,从而使自己在双方的敬重中处于不偏不倚的地位,展现出绝不违背国家公益而向任何一方谄媚逢迎的姿态。

语法注4 条
  1. 4.2οὐκ ἔπαθε νέου πάθος

    同族宾格结构(字面为“未遭受青年的感受”),意指他没有显露出初入政界的年轻人面对权贵权威时常见的退缩或惶恐心态。

  2. 4.2ἑαυτῷ διδοὺς ἤδη φρονεῖν ἡλίκον αἱ μετέπειτα πράξεις ἔδωκαν

    成语性表达 ἑαυτῷ διδοὺς φρονεῖν 意为“允许自己心怀傲气”或“自视甚高”。关系代词 ἡλίκον 修饰 φρονεῖν 的程度,同时作关系从句中 ἔδωκαν 的宾语(即“如他日后的功业所赋予他那般崇高的气魄”)。

  3. 4.3χάριτι τῶν πολλῶν δημαγωγῶν

    前置词性与格 χάριτι 接属格表示“为了……的情面/讨好……”(此处接 τῶν πολλῶν 即“为了迎合大众的欢心”)。δημαγωγῶν 为动词 δημαγωγέω 的现在主动分词阳性单数主格,修饰句子的主语(马略),意为“充当民意代表/从事大众鼓动”,而非名词 δημαγωγός 的属格复数。

  4. 4.4εἰς τὸ ἴσον ἑαυτὸν κατέστησε τῇ τιμῇ πρὸς ἀμφοτέρους

    τῇ τιμῇ 为涉及各方的限制与格(“在敬意/声誉方面”)。与 εἰς τὸ ἴσον(“至于平等地位”)及 πρὸς ἀμφοτέρους(“对双方而言”,即贵族与平民)连用,整句意为“使自己在双方所受的敬重中处于不偏不倚的平等地位”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:4.1-4.4