- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:45.1-45.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知苏拉即将回军的消息后,马略惶恐不安,虽第七次就任执政官,却饱受流亡回忆、失眠、谵妄与胸膜炎折磨,最终在七十岁时病逝。
ἐν τούτῳ δὲ ὥσπερ τροπαίας τινος ἀμειβούσης ἐφοίτων ἄγγελοι πανταχόθεν ὡς Σύλλας συνῃρηκὼς τὸν Μιθριδατικὸν πόλεμον καὶ τὰς ἐπαρχίας ἀνειληφὼς ἐπιπλέοι μετὰ πολλῆς δυνάμεως, καὶ τοῦτο βραχεῖαν ἐπίσχεσιν ἐποίησε καὶ παῦλαν ὀλίγην ἀφάτων κακῶν, ὅσον οὔπω τὸν πόλεμον ἥκειν ἐπʼ αὐτοὺς οἰομένων.1 ὕπατος μὲν οὖν ἀπεδείχθη τὸ ἕβδομον Μάριος, καὶ προελθὼν αὐταῖς Καλάνδαις Ἰανουαρίαις, ἔτους ἀρχῇ, Σέξτον τινὰ Λουκῖνον κατεκρήμνισεν ὃ κἀκείνοις καὶ τῇ πόλει τῶν αὖθις ἐδόκει κακῶν γεγονέναι σημεῖον μέγιστον.
此时,犹如风向突变一般,来自四面八方的信使接踵而至,报称苏拉已结束了米特拉达梯战争,收复了各行省,正率领大军渡海来袭;这给那些认为战争顷刻即至的人们带来了一段短暂的喘息,使难以言表的灾祸稍作停歇。于是,马略第七次被选立为执政官;在正值岁首的一月一日当天,他一升任便将一个名叫塞克斯图斯·卢基努斯的人推下悬崖摔死,此举对众人和全城而言,都被视为日后灾难降临的最大征兆。
αὐτὸς δὲ ἤδη τοῖς τε πόνοις ἀπειρηκὼς καὶ ταῖς φροντίσιν οἷον ὑπέραντλος ὢν καὶ κατάπονος, τὴν ψυχὴν πρὸς τοσαύτην αὖθις ἐπίνοιαν νέου πολέμου καὶ καινῶν ἀγώνων καὶ φόβων ὑπὸ ἐμπειρίας δεινῶν καὶ καμάτου τρέμουσαν οὐκ ἀνέφερε, λογιζόμενος ὡς οὐ πρὸς Ὀκτάβιον οὐδὲ Μερούλαν σύγκλυδος ὁμίλου καὶ στασιώδους ὄχλου στρατηγοὺς ὁ κίνδυνος ἔσοιτο, Σύλλας δὲ ἐκεῖνος ἔπεισιν ὁ τῆς πατρίδος αὐτὸν ἐξελάσας πάλαι, νῦν δὲ Μιθριδάτην συνεσταλκὼς εἰς τὸν Εὔξεινον Πόντον.
然而马略本人早已因劳顿而精力衰竭,因忧虑而疲惫不堪、不堪重负,面对再度构想如此崭新的战事、未曾经历的搏斗与恐惧,由于饱受危难之痛与辛劳,其心灵战栗不止,难以振作。因他思量到,眼下的危险不再是针对奥克塔维乌斯或梅鲁拉这般乌合之众与叛乱暴民的首领,而是那个昔日将他逐出祖国、如今又将米特拉达梯逼退回厄克辛海的苏拉即将大军压境。
ὑπὸ τοιούτων θραυόμενος λογισμῶν, καὶ τὴν μακρὰν ἄλην αὐτοῦ καὶ φυγὰς καὶ κινδύνους διὰ γῆς καὶ θαλάττης ἐλαυνομένου λαμβάνων πρὸ ὀφθαλμῶν, εἰς ἀπορίας ἐνέπιπτε δεινὰς καὶ νυκτερινὰ δείματα καὶ ταραχώδεις ὀνείρους, ἀεί τινος ἀκούειν φθεγγομένου δοκῶν "δειναὶ γάρ κοῖται καὶ ἀποιχομένοιο λέοντος.2" μάλιστα δὲ πάντων φοβούμενος τὰς ἀγρυπνίας ἐνέβαλεν εἰς πότους ἑαυτὸν καὶ μέθας ἀώρους καὶ παρʼ ἡλικίαν, ὥσπερ ἀπόδρασιν τῶν φροντίδων τὸν ὕπνον μηχανώμενος.
他被诸如此类的思绪所击垮,脑海中浮现出自己曾辗转陆海、遭人驱逐的漫长流亡与重重险境,遂陷入极度的迷茫、夜间的惊恐以及纷乱的梦魇之中,仿佛总听见有人在吟唱: “纵是离去的雄狮,其巢穴亦令人畏惧。” 他最惧怕失眠,便沉溺于豪饮以及不合时宜、不称其年龄的烂醉之中,企图借睡眠逃避忧虑。
τέλος δὲ ὡς ἧκέ τις ἀπαγγέλλων ἀπὸ θαλάσσης, νέοι προσπίπτοντες αὐτῷ φόβοι, τὰ μὲν δέει τοῦ μέλλοντος, τὰ δὲ ὥσπερ ἄχθει καὶ κόρῳ τῶν παρόντων, ῥοπῆς βραχείας ἐπιγενομένης εἰς νόσον κατηνέχθη πλευρῖτιν, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ φιλόσοφος, αὐτὸς εἰσελθεῖν καὶ διαλεχθῆναι περὶ ὧν ἐπρέσβευεν ἤδη νοσοῦντι φάσκων αὐτῷ.
最终,当有人从海边带来消息时,新的恐惧向他袭来,一方面是出于对未来的担忧,另一方面则仿佛是对当下的重负与厌倦,随着微小的诱因发作,他患上胸膜炎而病倒,正如哲学家波塞冬尼乌斯所记载的那样,他自称在马略已患病时曾入内就出使的事宜与他交谈。
Γάϊος δέ τις Πείσων, ἀνήρ ἱστορικὸς, ἱστορεῖ τὸν Μάριον ἀπὸ δείπνου περιπατοῦντα μετὰ τῶν φίλων ἐν λόγοις γενέσθαι περὶ τῶν καθʼ ἑαυτὸν πραγμάτων, ἄνωθεν ἀρξάμενον· καὶ τὰς ἐπʼ ἀμφότερα πολλάκις μεταβολὰς ἀφηγησάμενον εἰπεῖν ὡς οὐκ ἔστι νοῦν ἔχοντος ἀνδρὸς ἔτι τῇ τύχῃ πιστεύειν ἑαυτόν· ἐκ δὲ τούτου τοὺς παρόντας ἀσπασάμενον καὶ κατακλιθέντα συνεχῶς ἡμέρας ἑπτὰ τελευτῆσαι.
然而一位名叫盖乌斯·皮索的史学家记载,马略在晚宴后与友人漫步时谈论起自己的生平往事,从早年娓娓道来;在述说完自己经历过的多次吉凶变迁之后,他表示一个有明智见识的人绝不应再将自己托付给命运;随后他向在场者告别,卧病在床连续七日后离世。
τινὲς δὲ τὴν φιλοτιμίαν αὐτοῦ φασιν ἐν τῇ νόσῳ παντάπασιν ἀποκαλυφθεῖσαν εἰς ἄτοπον ἐξοκεῖλαι παρακοπήν, οἰομένου τὸν Μιθριδατικὸν στρατηγεῖν πόλεμον, εἶτα, ὥσπερ ἐπʼ αὐτῶν εἰώθει τῶν ἀγώνων, σχήματα παντοδαπὰ καὶ κινήματα σώματος μετὰ συντόνου κραυγῆς καὶ πυκνῶν ἀλαλαγμάτων ἀποδιδόντος.
另有人称,他的功名野心在疾病中暴露无遗,甚至沦为荒诞的谵妄:他以为自己正统率着米特拉达梯战争,接着,正如他在真实的激战中惯常所做的那样,伴随着尖厉的呼喊和频频的战号,摆出各式各样的身体姿势与动作。
οὕτως δεινὸς αὐτῷ καὶ δυσπαραμύθητος3 ἐκ φιλαρχίας καὶ ζηλοτυπίας ἔρως ἐντετήκει τῶν πράξεων ἐκείνων. διὸ ἔτη μὲν ἑβδομήκοντα βεβιωκώς, ὕπατος δὲ πρῶτος ἀνθρώπων ἑπτάκις ἀνηγορευμένος, οἶκόν τε καὶ πλοῦτον ἀρκοῦντα βασιλείαις ὁμοῦ πολλαῖς κεκτημένος, ὠδύρετο τὴν ἑαυτοῦ τύχην ὡς ἐνδεὴς καὶ ἀτελὴς ὧν ἐπόθει προαποθνῄσκων.4
因对权力的贪求与嫉妒,他对那些伟业竟深陷如此可怕且无可抚慰的狂热渴望之中。因此,他虽活了七十岁,成为人类史上首位七度荣任执政官者,坐拥足以供养数个王国的家业与财富,却依然为自己的命运哀叹,仿佛自己抱憾早逝、未能满足所渴望的一切一般。
- 45.1ὅσον οὔπω τὸν πόλεμον ἥκειν ἐπʼ αὐτοὺς οἰομένων
此处为独立属格结构(genitive absolute),其逻辑主语(罗马市民或马略派众人)由上下文省约,统领属格分词 οἰομένων。成语 ὅσον οὔπω 意为“顷刻之间”“指日”,修饰不定式 ἥκειν。
- 45.3δειναὶ γάρ κοῖται καὶ ἀποιχομένοιο λέοντος
此句为史诗风格的抑扬六步格(dactylic hexameter)诗行。κοῖται 指“巢穴/卧榻”(诗意复数),καὶ ἀποιχομένοιο 意为“即使是离去/不在之兽”(καί 表强调)。这是一句谚语:“即使雄狮已去,其巢穴依旧令人胆寒”,用以形容苏拉虽远征在外,其威势仍令马略等人惊恐万分。
- 45.7δυσπαραμύθητος
形容词 δυσπαραμύθητος(由 δυσ-“难以”与 παραμυθέομαι“抚慰、平息”构成的动词性形容词),意为“难以抚慰的”“难以平息的”。它与 δεινὸς 以 καί 并列,修饰主语 ἔρως,强调其执念之难以平息。
- 45.7ὡς ἐνδεὴς καὶ ἀτελὴς ὧν ἐπόθει προαποθνῄσκων
ὡς 引导主观情态(“仿佛……一般”)。ὧν 为动词 ἐπόθει 的宾语(原为宾格 ἅ),受形容词 ἐνδεής 与 ἀτελής 所支配的省略先行词(属格 τούτων)影响,发生了关系代词格的引诱(attraction)。分词 προαποθνῄσκων(“过早夭亡/抱憾而死”)修饰哀叹中的主语状态。
